2
Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω *περὶὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ, καὶ ὅσοι οὐχ ἑωράκασιν τὸ πρόσωπόν μου ἐν σαρκί, ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν, *συμβιβασθέντωνἐν ἀγάπῃ, καὶ εἰς *2πάντα πλοῦτοντῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου *3τοῦ θεοῦ καὶ πατρὸς καὶ τοῦ χριστοῦ,⸃ ἐν εἰσὶν πάντες οἱ θησαυροὶ *τῆς σοφίας καὶ τῆς γνώσεωςἀπόκρυφοι. Τοῦτο *δὲλέγω, ἵνα *μή τιςὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ. Εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμί, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν, καὶ τὸ στερέωμα τῆς εἰς χριστὸν πίστεως ὑμῶν.
Ὡς οὖν παρελάβετε τὸν χριστὸν Ἰησοῦν τὸν κύριον, ἐν αὐτῷ περιπατεῖτε, ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ, καὶ βεβαιούμενοι *ἐντῇ πίστει, καθὼς ἐδιδάχθητε, περισσεύοντες *2ἐν αὐτῇἐν εὐχαριστίᾳ.
Βλέπετε μή τις ὑμᾶς ἔσται συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου, καὶ οὐ κατὰ χριστόν· ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, 10 καί ἐστε ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας· 11 ἐν καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος *τῶν ἁμαρτιῶντῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ χριστοῦ, 12 συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ θεοῦ, τοῦ ἐγείραντος αὐτὸν ἐκ *τῶννεκρῶν. 13 Καὶ ὑμᾶς, νεκροὺς ὄντας *ἐν τοῖς παραπτώμασιν καὶ τῇ ἀκροβυστίᾳτῆς σαρκὸς ὑμῶν, συνεζῳοποίησεν *ὑμᾶςσὺν αὐτῷ, χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα, 14 ἐξαλείψας τὸ καθἡμῶν χειρόγραφον τοῖς δόγμασιν, ἦν ὑπεναντίον ἡμῖν· καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου, προσηλώσας αὐτὸ τῷ σταυρῷ· 15 ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας *αὐτοὺςἐν αὐτῷ.
16 Μὴ οὖν τις ὑμᾶς κρινέτω *ἐν βρώσει ἐν πόσει, ἐν μέρει ἑορτῆς νουμηνίας σαββάτων· 17  ἐστιν σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα *χριστοῦ. 18 Μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, *μὴἑώρακεν ἐμβατεύων, εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ, 19 καὶ οὐ κρατῶν τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα, διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον, αὔξει τὴν αὔξησιν τοῦ θεοῦ.
20 Εἰ *ἀπεθάνετε σὺν *2 χριστῷ, ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε, 21 Μὴ ἅψῃ, μηδὲ γεύσῃ, μηδὲ θίγῃς 22  ἐστιν πάντα εἰς φθορὰν τῇ ἀποχρήσεικατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων; 23 Ἅτινά ἐστιν λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκείᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινὶ πρὸς πλησμονὴν τῆς σαρκός.
* 2:1 ⸂ περὶ RP f 35 TR Ead ¦ ὑπὲρ TNT2 WH NA NIV SBL * 2:2 ⸂ συμβιβασθέντων RP f 35 TR ¦ συμβιβασθέντες TNT2 NA NIV SBL Ead ¦ συνβιβασθέντες WH * 2:2 ⸂2 πάντα πλοῦτον RP f 35 TR Ead ¦ πᾶν τὸ πλοῦτος TNT2 ¦ πᾶν πλοῦτος WH NA NIV SBL * 2:2 ⸂3 τοῦ θεοῦ καὶ πατρὸς καὶ τοῦ χριστοῦ RP f 35 TR Ead ¦ τοῦ θεοῦ χριστοῦ TNT2 WH NA NIV SBL * 2:3 ⸂ τῆς σοφίας καὶ τῆς γνώσεως RP f 35 TR Ead ¦ τῆς σοφίας καὶ γνώσεως TNT2 WH NA NIV SBL * 2:4 ⸋ δὲ RP f 35 TR TNT2 Ead ¦ – WH NA NIV SBL * 2:4 ⸂ μή τις RP f 35 TR Ead ¦ μηδεὶς TNT2 WH NA NIV SBL * 2:7 ⸋ ἐν RP f 35 TR Ead ¦ – TNT2 WH NA NIV SBL * 2:7 ⸋2 ἐν αὐτῇ RP f 35 TR WH Ead ¦ – TNT2 NA NIV SBL * 2:11 ⸋ τῶν ἁμαρτιῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead * 2:12 ⸋ τῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead * 2:13 ⸂ ἐν τοῖς παραπτώμασι(ν) καὶ τῇ ἀκροβυστίᾳ RP TR NA27+28 NIV73 SBL Ead ¦ τοῖς παραπτώμασιν καὶ τῇ ἀκροβυστίᾳ f 35 TNT2 WH NA25 NIV11 * 2:13 ⸋ ὑμᾶς RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ – TR * 2:15 ⸋ αὐτοὺς RP f 35 TR TNT2 WH NA NIV SBL ¦ – Ead * 2:16 ⸂ ἐν βρώσει ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς RP f 35 TR TNT2 SBL Ead ¦ ἐν βρώσει καὶ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς WH NA NIV * 2:17 ⸆ – RP f 35 Ead ¦ τοῦ TR TNT2 WH NA NIV SBL * 2:18 ⸋ μὴ RP f 35 TR Ead ¦ – TNT2 WH NA NIV SBL * 2:20 ⸆ – RP TNT2 WH NA NIV SBL Ead ¦ οὖν f 35 TR * 2:20 ⸆2 – RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ τῷ TR