3
Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν; *Εἰμὴ χρῄζομεν, ὥς τινες, συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς, ἐξ ὑμῶν *συστατικῶν;⸌ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστέ, ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων· φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ χριστοῦ διακονηθεῖσα ὑφἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι, ἀλλὰ πνεύματι θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶν λιθίναις, ἀλλἐν πλαξὶν *καρδίαιςσαρκίναις. Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ χριστοῦ πρὸς τὸν θεόν· οὐχ ὅτι *ἱκανοί ἐσμεν ἀφἑαυτῶν λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν,⸃ ἀλλ ἱκανότης ἡμῶν ἐκ τοῦ θεοῦ· ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος· τὸ γὰρ γράμμα ἀποκτένει, τὸ δὲ πνεῦμα ζῳοποιεῖ. Εἰ δὲ διακονία τοῦ θανάτου ἐν *γράμμασιν,⸃ ἐντετυπωμένη *ἐνλίθοις, ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ, τὴν καταργουμένην, πῶς οὐχὶ μᾶλλον διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; Εἰ γὰρ * διακονίατῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει διακονία τῆς δικαιοσύνης *ἐνδόξῃ. 10 Καὶ γὰρ *οὐδεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει, ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης. 11 Εἰ γὰρ τὸ καταργούμενον, διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον, ἐν δόξῃ.
12 Ἔχοντες οὖν τοιαύτην ἐλπίδα, πολλῇ παρρησίᾳ χρώμεθα· 13 καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον *ἑαυτοῦ,⸃ πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου· 14 ἀλλἐπωρώθη τὰ νοήματα αὐτῶν· ἄχρι γὰρ τῆς σήμερον *τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, τι ἐν χριστῷ καταργεῖται. 15 Ἀλλἕως σήμερον, ἡνίκα *ἀναγινώσκεταιΜωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. 16 Ἡνίκα *δἂνἐπιστρέψῃ πρὸς κύριον, περιαιρεῖται τὸ κάλυμμα. 17  δὲ κύριος τὸ πνεῦμά ἐστιν· οὗ δὲ τὸ πνεῦμα κυρίου, *ἐκεῖἐλευθερία. 18 Ἡμεῖς δὲ πάντες, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος.
* 3:1 ⸂ Εἰ RP f 35 TR ¦ Ἢ TNT2 WH NA NIV SBL * 3:1 ⸋ συστατικῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 3:3 ⸂ καρδίαις RP f 35 TNT2 WH NA NIV SBL ¦ καρδίας TR * 3:5 ⸂ ἱκανοί ἐσμεν ἀφ᾽ ἑαυτῶν … ἐξ ἑαυτῶν RP f 35 TR ¦ ἀφ᾽ ἑαυτῶν ἱκανοί ἐσμεν … ἐξ αὐτῶν TNT2 ¦ ἀφ᾽ ἑαυτῶν ἱκανοί ἐσμεν … ἐξ αὑτῶν WH SBL ¦ ἀφ᾽ ἑαυτῶν ἱκανοί ἐσμεν … ἐξ ἑαυτῶν NA NIV * 3:7 ⸂ γράμμασιν RP f 35 TR WH NA NIV SBL ¦ γράμματι TNT2 * 3:7 ⸋ ἐν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 3:9 ⸂ ἡ διακονία RP f 35 TR WH NA25 ¦ τῇ διακονίᾳ TNT2 NA27+28 NIV SBL * 3:9 ⸋ ἐν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 3:10 ⸂ οὐ RP f 35 TNT2 WH NA NIV SBL ¦ οὐδὲ TR * 3:13 ⸂ ἑαυτοῦ RP f 35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL * 3:14 ⸆ – RP f 35 TR ¦ ἡμέρας TNT2 WH NA NIV SBL * 3:15 ⸂ ἀναγινώσκεται RP f 35 TR ¦ ἂν ἀναγινώσκηται TNT2 WH NA NIV SBL * 3:16 ⸂ δ᾽ ἂν RP f 35 TR ¦ δὲ ἂν TNT2 ¦ δὲ ἐὰν WH NA NIV SBL * 3:17 ⸋ ἐκεῖ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL