2
Ἔκρινα *δὲἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν *ἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν.⸊ Εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς *ἐστιν εὐφραίνων με, εἰ μὴ λυπούμενος ἐξ ἐμοῦ; Καὶ ἔγραψα *ὑμῖντοῦτο αὐτό, ἵνα μὴ ἐλθὼν λύπην *ἔχωἀφὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς, ὅτι ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστίν. Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς.
Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλὰ ἀπὸ μέρουςἵνα μὴ ἐπιβαρῶπάντας ὑμᾶς. Ἱκανὸν τῷ τοιούτῳ ἐπιτιμία αὕτη ὑπὸ τῶν πλειόνων· ὥστε τοὐναντίον *μᾶλλονὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μήπως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ τοιοῦτος. Διὸ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην. Εἰς τοῦτο γὰρ καὶ ἔγραψα, ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε. 10  δέ τι χαρίζεσθε, καὶ ἐγώ· καὶ γὰρ ἐγὼ *εἴ τι κεχάρισμαι, κεχάρισμαι,⸃ διὑμᾶς ἐν προσώπῳ χριστοῦ, 11 ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.
12 Ἐλθὼν δὲ εἰς τὴν Τρῳάδα εἰς τὸ εὐαγγέλιον τοῦ χριστοῦ, καὶ θύρας μοι ἀνεῳγμένης ἐν κυρίῳ, 13 οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου· ἀλλὰ ἀποταξάμενος αὐτοῖς ἐξῆλθον εἰς Μακεδονίαν. 14 Τῷ δὲ θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι διἡμῶν ἐν παντὶ τόπῳ. 15 Ὅτι χριστοῦ εὐωδία ἐσμὲν τῷ θεῷ ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις· 16 οἷς μὲν ὀσμὴ *θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν.⸃ Καὶ πρὸς ταῦτα τίς ἱκανός; 17 Οὐ γάρ ἐσμεν ὡς οἱ *λοιποί,⸃ καπηλεύοντες τὸν λόγον τοῦ θεοῦ· ἀλλὡς ἐξ εἰλικρινείας, ἀλλ*2ὡς ἐκ θεοῦ, κατενώπιον τοῦ θεοῦ,⸃ ἐν χριστῷ λαλοῦμεν.
* 2:1 ⸂ δὲ RP f 35 TR TNT2 NA25 ¦ γὰρ WH NA27+28 NIV SBL * 2:1 ⸉ ἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐλθεῖν ἐν λύπῃ πρὸς ὑμᾶς TR * 2:2 ⸋ ἐστιν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 2:3 ⸋ ὑμῖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 2:3 ⸂ ἔχω RP f 35 TR ¦ σχῶ TNT2 WH NA NIV SBL * 2:7 ⸋ μᾶλλον RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 2:10 ⸂ εἴ τι κεχάρισμαι, ᾧ κεχάρισμαι RP f 35 TR ¦ ὃ κεχάρισμαι, εἴ τι κεχάρισμαι TNT2 WH NA NIV SBL * 2:16 ⸂ θανάτου εἰς θάνατον … ζωῆς εἰς ζωήν RP f 35 TR ¦ ἐκ θανάτου εἰς θάνατον … ἐκ ζωῆς εἰς ζωήν TNT2 WH NA NIV SBL * 2:17 ⸂ λοιποί RP f 35 ¦ πολλοὶ TR TNT2 WH NA NIV SBL * 2:17 ⸂2 ὡς ἐκ θεοῦ, κατενώπιον τοῦ θεοῦ RP f 35 TR ¦ ὡς ἐκ θεοῦ, κατέναντι θεοῦ TNT2 WH NA NIV SBL