14
Διώκετε τὴν ἀγάπην· ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε. γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ *τῷθεῷ· οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια. δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ, δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ. Θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων *γὰρ προφητεύων λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ *2διερμηνεύει,⸃ ἵνα ἐκκλησία οἰκοδομὴν λάβῃ. *Νυνὶδέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἐν ἀποκαλύψει, ἐν γνώσει, *2 ἐν προφητείᾳ ἐν διδαχῇ;⸃ Ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλός, εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ *διδῶ,⸃ πῶς γνωσθήσεται τὸ αὐλούμενον τὸ κιθαριζόμενον; Καὶ γὰρ ἐὰν ἄδηλον *φωνὴν σάλπιγξδῷ, τίς παρασκευάσεται εἰς πόλεμον; Οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; Ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. 10 Τοσαῦτα, εἰ τύχοι, γένη φωνῶν *ἐστὶνἐν κόσμῳ καὶ οὐδὲν *αὐτῶνἄφωνον. 11 Ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος, καὶ λαλῶν ἐν ἐμοὶ βάρβαρος. 12 Οὕτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε. 13 *Διόπερ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ. 14 Ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, δὲ νοῦς μου ἄκαρπός ἐστιν. 15 Τί οὖν ἐστίν; Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ. 16 Ἐπεὶ ἐὰν *εὐλογήσῃς**τῷπνεύματι, ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμὴν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ, ἐπειδὴ τί λέγεις οὐκ οἶδεν; 17 Σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ ἕτερος οὐκ οἰκοδομεῖται. 18 Εὐχαριστῶ τῷ θεῷ *μου,⸌ πάντων ὑμῶν μᾶλλον *γλώσσαις*2λαλῶν·⸃ 19 ἀλλἐν ἐκκλησίᾳ θέλω πέντε λόγους *διὰ τοῦ νοόςμου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, μυρίους λόγους ἐν γλώσσῃ.
20 Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν· ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε. 21 Ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν *ἑτέροιςλαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδοὕτως εἰσακούσονταί μου, λέγει κύριος. 22 Ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν, οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις· δὲ προφητεία, οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν. 23 Ἐὰν οὖν συνέλθῃ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτό, καὶ πάντες *γλώσσαις λαλῶσιν,⸊ εἰσέλθωσιν δὲ ἰδιῶται ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε; 24 Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, 25 *καὶ οὕτωςτὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ θεῷ ἀπαγγέλλων ὅτι * θεὸς ὄντωςἐν ὑμῖν ἐστιν.
26 Τί οὖν ἐστίν, ἀδελφοί; Ὅταν συνέρχησθε, ἕκαστος *ὑμῶνψαλμὸν ἔχει, διδαχὴν ἔχει, *γλῶσσαν ἔχει, ἀποκάλυψιν ἔχει,⸊ ἑρμηνείαν ἔχει. Πάντα πρὸς οἰκοδομὴν *γινέσθω.⸃ 27 Εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω· 28 ἐὰν δὲ μὴ *διερμηνευτής,⸃ σιγάτω ἐν ἐκκλησίᾳ· ἑαυτῷ δὲ λαλείτω καὶ τῷ θεῷ. 29 Προφῆται δὲ δύο τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν. 30 Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, πρῶτος σιγάτω. 31 Δύνασθε γὰρ καθἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν, καὶ πάντες παρακαλῶνται· 32 καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται. 33 Οὐ γάρ ἐστιν ἀκαταστασίας θεός, ἀλλὰ εἰρήνης, ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων.
34 Αἱ γυναῖκες *ὑμῶνἐν ταῖς ἐκκλησίαις σιγάτωσαν· οὐ γὰρ *ἐπιτέτραπταιαὐταῖς λαλεῖν, ἀλλ*2ὑποτάσσεσθαι,⸃ καθὼς καὶ νόμος λέγει. 35 Εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· αἰσχρὸν γάρ ἐστιν *γυναιξὶν*ἐν ἐκκλησίᾳ λαλεῖν.⸊ 36  ἀφὑμῶν λόγος τοῦ θεοῦ ἐξῆλθεν; εἰς ὑμᾶς μόνους κατήντησεν;
37 Εἴ τις δοκεῖ προφήτης εἶναι πνευματικός, ἐπιγινωσκέτω γράφω ὑμῖν, ὅτι *κυρίου *εἰσὶν ἐντολαί.⸃ 38 Εἰ δέ τις ἀγνοεῖ, *ἀγνοείτω.⸃
39 Ὥστε, ἀδελφοί, *ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν *γλώσσαις μὴ κωλύετε·⸊ 40 πάντα *εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.
* 14:2 ⸋ τῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 14:5 ⸂ γὰρ RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL * 14:5 ⸂2 διερμηνεύει RP f 35 ¦ διερμηνεύῃ TR TNT2 WH NA NIV SBL * 14:6 ⸂ Νυνὶ RP f 35 TR ¦ Νῦν TNT2 WH NA NIV SBL * 14:6 ⸂2 ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ ἢ ἐν προφητείᾳ ἢ διδαχῇ NA25 * 14:7 ⸂ διδῶ RP f 35 ¦ δῷ TR TNT2 WH NA NIV SBL * 14:8 ⸉ φωνὴν σάλπιγξ RP f 35 TR TNT2 SBL ¦ σάλπιγξ φωνὴν WH NA NIV * 14:10 ⸂ ἐστὶν RP f 35 TR ¦ εἰσιν TNT2 WH NA NIV SBL * 14:10 ⸋ αὐτῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 14:13 ⸂ Διόπερ RP f 35 TR ¦ Διὸ TNT2 WH NA NIV SBL * 14:16 ⸂ εὐλογήσῃς RP f 35 TR ¦ εὐλογῇς TNT2 WH NA NIV SBL * 14:16 ⸆ – RP f 35 TR TNT2 SBL ¦ ἐν WH NA NIV * 14:16 ⸋ τῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 14:18 ⸋ μου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 14:18 ⸂ γλώσσαις RP f 35 TR WH NA NIV SBL ¦ γλώσσῃ TNT2 * 14:18 ⸂2 λαλῶν RP f 35 TR ¦ λαλῶ TNT2 WH NA NIV SBL * 14:19 ⸂ διὰ τοῦ νοός RP f 35 TR ¦ τῷ νοΐ TNT2 WH NA NIV SBL * 14:21 ⸂ ἑτέροις RP f 35 TR ¦ ἑτέρων TNT2 WH NA NIV SBL * 14:23 ⸉ γλώσσαις λαλῶσιν RP f 35 TR ¦ λαλῶσιν γλώσσαις TNT2 WH NA NIV SBL * 14:25 ⸋ καὶ οὕτω(ς) RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 14:25 ⸉ Ὁ θεὸς ὄντως RP TR ¦ Ὄντως ὁ θεὸς f 35 TNT2 WH NA NIV SBL * 14:26 ⸋ ὑμῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 14:26 ⸉ γλῶσσαν ἔχει, ἀποκάλυψιν ἔχει RP f 35 TR ¦ ἀποκάλυψιν ἔχει, γλῶσσαν ἔχει TNT2 WH NA NIV SBL * 14:26 ⸂ γινέσθω RP f 35 TNT2 WH NA NIV SBL ¦ γενέσθω TR * 14:28 ⸂ διερμηνευτής RP f 35 TR WH NA NIV SBL ¦ ἑρμηνευτής TNT2 * 14:34 ⸋ ὑμῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 14:34 ⸂ ἐπιτέτραπται RP f 35 TR ¦ ἐπιτρέπεται TNT2 WH NA NIV SBL * 14:34 ⸂2 ὑποτάσσεσθαι RP f 35 TR ¦ ὑποτασσέσθωσαν TNT2 WH NA NIV SBL * 14:35 ⸂ γυναιξὶν RP f 35 TR ¦ γυναικὶ TNT2 WH NA NIV SBL * 14:35 ⸉ ἐν ἐκκλησίᾳ λαλεῖν RP f 35 TR ¦ λαλεῖν ἐν ἐκκλησίᾳ TNT2 WH NA NIV SBL * 14:37 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ TR * 14:37 ⸂ εἰσὶν ἐντολαί RP f 35 TR ¦ ἐστὶν ἐντολή TNT2 WH NA NIV ¦ ἐστὶν SBL * 14:38 ⸂ ἀγνοείτω RP f 35 TR TNT2 ¦ ἀγνοεῖται WH NA NIV SBL * 14:39 ⸆ – RP f 35 TR ¦ μου TNT2 WH NA NIV SBL * 14:39 ⸉ γλώσσαις μὴ κωλύετε RP f 35 TR ¦ μὴ κωλύετε γλώσσαις TNT2 WH NA NIV SBL * 14:40 ⸆ – RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL