13
Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν κύμβαλον ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι. Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα *καυθήσομαι,⸃ ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. ἀγάπη μακροθυμεῖ, χρηστεύεται· ἀγάπη οὐ ζηλοῖ· * ἀγάπηοὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ, πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. ἀγάπη οὐδέποτε *ἐκπίπτει·⸃ εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται. Ἐκ μέρους *δὲγινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν· 10 ὅταν δὲ ἔλθῃ τὸ τέλειον, *τότετὸ ἐκ μέρους καταργηθήσεται. 11 Ὅτε ἤμην νήπιος, *ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην·⸊ ὅτε *δὲγέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. 12 Βλέπομεν γὰρ ἄρτι διἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. 13 Νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἀγάπη.
* 13:3 ⸂ καυθήσομαι f 35 NA25 NIV73 SBL ¦ καυθήσωμαι RP TR TNT2 ¦ καυχήσωμαι WH NA27+28 NIV11 * 13:4 ⸋ ἡ ἀγάπη RP f 35 TR TNT2 NA NIV73 SBL ¦ – WH NIV11 * 13:8 ⸂ ἐκπίπτει RP f 35 TR ¦ πίπτει TNT2 WH NA NIV SBL * 13:9 ⸂ δὲ RP f 35 ¦ γὰρ TR TNT2 WH NA NIV SBL * 13:10 ⸋ τότε RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:11 ⸉ ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην RP f 35 TR ¦ ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος TNT2 WH NA NIV SBL * 13:11 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL