27
Ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν Ἰταλίαν, παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχῃ, ὀνόματι Ἰουλίῳ, σπείρης Σεβαστῆς. Ἐπιβάντες δὲ πλοίῳ Ἀδραμυττηνῷ, *μέλλοντεςπλεῖν *τοὺς κατὰ τὴν Ἀσίαν τόπους, ἀνήχθημεν, ὄντος σὺν ἡμῖν Ἀριστάρχου Μακεδόνος Θεσσαλονικέως. Τῇ τε ἑτέρᾳ κατήχθημεν εἰς Σιδῶνα· φιλανθρώπως τε Ἰούλιος τῷ Παύλῳ χρησάμενος ἐπέτρεψεν πρὸς *τοὺςφίλους *πορευθένταἐπιμελείας τυχεῖν. Κἀκεῖθεν ἀναχθέντες ὑπεπλεύσαμεν τὴν Κύπρον, διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους. Τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλεύσαντες, *κατήλθομενεἰς Μύρα τῆς Λυκίας. Κἀκεῖ εὑρὼν ἑκατόνταρχος πλοῖον Ἀλεξανδρῖνον πλέον εἰς *τὴνἸταλίαν, ἐνεβίβασεν ἡμᾶς εἰς αὐτό. Ἐν ἱκαναῖς δὲ ἡμέραις βραδυπλοοῦντες, καὶ μόλις γενόμενοι κατὰ τὴν Κνίδον, μὴ προσεῶντος ἡμᾶς τοῦ ἀνέμου, ὑπεπλεύσαμεν τὴν Κρήτην κατὰ Σαλμώνην· μόλις τε παραλεγόμενοι αὐτὴν ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς Λιμένας, ἐγγὺς *ἦν πόλιςΛασαία.
Ἱκανοῦ δὲ χρόνου διαγενομένου, καὶ ὄντος ἤδη ἐπισφαλοῦς τοῦ πλοός, διὰ τὸ καὶ τὴν νηστείαν ἤδη παρεληλυθέναι, παρῄνει Παῦλος 10 λέγων αὐτοῖς, Ἄνδρες, θεωρῶ ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας, οὐ μόνον τοῦ *φορτίουκαὶ τοῦ πλοίου ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν, μέλλειν ἔσεσθαι τὸν πλοῦν. 11  δὲ ἑκατοντάρχης τῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ *ἐπείθετο μᾶλλον τοῖς ὑπὸ *τοῦΠαύλου λεγομένοις. 12 Ἀνευθέτου δὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμασίαν, οἱ πλείους ἔθεντο βουλὴν ἀναχθῆναι *κἀκεῖθεν,⸃ εἴ πως δύναιντο καταντήσαντες εἰς Φοίνικα παραχειμάσαι, λιμένα τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χῶρον. 13 Ὑποπνεύσαντος δὲ νότου, δόξαντες τῆς προθέσεως κεκρατηκέναι, ἄραντες ἆσσον παρελέγοντο τὴν Κρήτην. 14 Μετοὐ πολὺ δὲ ἔβαλεν καταὐτῆς ἄνεμος τυφωνικός, καλούμενος Εὐροκλύδων· 15 συναρπασθέντος δὲ τοῦ πλοίου, καὶ μὴ δυναμένου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ, ἐπιδόντες ἐφερόμεθα. 16 Νησίον δέ τι ὑποδραμόντες καλούμενον Κλαύδην *μόλις ἰσχύσαμενπερικρατεῖς γενέσθαι τῆς σκάφης· 17 ἣν ἄραντες, βοηθείαις ἐχρῶντο, ὑποζωννύντες τὸ πλοῖον· φοβούμενοί τε μὴ εἰς τὴν Σύρτην ἐκπέσωσιν, χαλάσαντες τὸ σκεῦος, οὕτως ἐφέροντο. 18 Σφοδρῶς δὲ χειμαζομένων ἡμῶν, τῇ ἑξῆς ἐκβολὴν ἐποιοῦντο· 19 καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου *ἐρρίψαμεν.⸃ 20 Μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέρας, χειμῶνός τε οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιῃρεῖτο *πᾶσα ἐλπὶςτοῦ σῴζεσθαι ἡμᾶς. 21 Πολλῆς *δὲἀσιτίας ὑπαρχούσης, τότε σταθεὶς Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν, Ἔδει μέν, ἄνδρες, πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης, κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν. 22 Καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐθυμεῖν· ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν, πλὴν τοῦ πλοίου. 23 Παρέστη γάρ μοι *ταύτῃ τῇ νυκτὶ*ἄγγελος τοῦ θεοῦ, οὗ εἰμι, καὶ λατρεύω,⸃ 24 λέγων, Μὴ φοβοῦ, Παῦλε· Καίσαρί σε δεῖ παραστῆναι· καὶ ἰδού, κεχάρισταί σοι θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ. 25 Διὸ εὐθυμεῖτε ἄνδρες· πιστεύω γὰρ τῷ θεῷ ὅτι οὕτως ἔσται καθὃν τρόπον λελάληταί μοι. 26 Εἰς νῆσον δέ τινα δεῖ ἡμᾶς ἐκπεσεῖν.
27 Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο, διαφερομένων ἡμῶν ἐν τῷ Ἀδρίᾳ, κατὰ μέσον τῆς νυκτὸς ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν· 28 καὶ βολίσαντες εὗρον ὀργυιὰς εἴκοσι· βραχὺ δὲ διαστήσαντες, καὶ πάλιν βολίσαντες, εὗρον ὀργυιὰς δεκαπέντε· 29 φοβούμενοί τε *μήπως*2εἰςτραχεῖς τόπους *3ἐκπέσωμεν,⸃ ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας, ηὔχοντο ἡμέραν γενέσθαι. 30 Τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου, καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν, προφάσει ὡς ἐκ πρῴρας *μελλόντων ἀγκύραςἐκτείνειν, 31 εἶπεν Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις, Ἐὰν μὴ οὗτοι *μείνωσιν ἐν τῷ πλοίῳ,⸊ ὑμεῖς σωθῆναι οὐ δύνασθε. 32 Τότε *οἱ στρατιῶται ἀπέκοψαντὰ σχοινία τῆς σκάφης, καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν. 33 Ἄχρι δὲ οὗ *ἤμελλεν ἡμέραγίνεσθαι, παρεκάλει Παῦλος ἅπαντας μεταλαβεῖν τροφῆς, λέγων, Τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκῶντες ἄσιτοι διατελεῖτε, μηδὲν προσλαβόμενοι. 34 Διὸ παρακαλῶ ὑμᾶς *προσλαβεῖντροφῆς· τοῦτο γὰρ πρὸς τῆς *2ὑμετέραςσωτηρίας ὑπάρχει· οὐδενὸς γὰρ ὑμῶν θρὶξ *3ἐκτῆς κεφαλῆς *4πεσεῖται.⸃ 35 Εἰπὼν δὲ ταῦτα, καὶ λαβὼν ἄρτον, εὐχαρίστησεν τῷ θεῷ ἐνώπιον πάντων· καὶ κλάσας ἤρξατο ἐσθίειν. 36 Εὔθυμοι δὲ γενόμενοι πάντες καὶ αὐτοὶ προσελάβοντο τροφῆς. 37 *Ἦμενδὲ *ἐν τῷ πλοίῳ αἱ πᾶσαι ψυχαί,⸊ *2διακόσιαιἑβδομήκοντα ἕξ. 38 Κορεσθέντες δὲ *τῆςτροφῆς ἐκούφιζον τὸ πλοῖον, ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν. 39 Ὅτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον· κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλόν, εἰς ὃν *ἐβουλεύσαντο,⸃ εἰ *2δυνατόν,⸃ *3ἐξῶσαιτὸ πλοῖον. 40 Καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν, ἅμα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων· καὶ ἐπάραντες τὸν ἀρτέμονα τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν. 41 Περιπεσόντες δὲ εἰς τόπον διθάλασσον ἐπώκειλαν τὴν ναῦν· καὶ μὲν πρῷρα ἐρείσασα *ἔμεινενἀσάλευτος, δὲ πρύμνα ἐλύετο ὑπὸ τῆς βίας *τῶν κυμάτων.⸌ 42 Τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀποκτείνωσιν, μή τις ἐκκολυμβήσας *διαφύγῃ.⸃ 43  δὲ ἑκατόνταρχος, βουλόμενος διασῶσαι τὸν Παῦλον, ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος, ἐκέλευσέν τε τοὺς δυναμένους κολυμβᾷν ἀπορρίψαντας πρώτους ἐπὶ τὴν γῆν ἐξιέναι· 44 καὶ τοὺς λοιπούς, οὓς μὲν ἐπὶ σανίσιν, οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου. Καὶ οὕτως ἐγένετο πάντας διασωθῆναι ἐπὶ τὴν γῆν.
* 27:2 ⸂ μέλλοντες RP f 35 TR ¦ μέλλοντι TNT2 WH NA NIV SBL * 27:2 ⸆ – RP f 35 TR ¦ εἰς TNT2 WH NA NIV SBL * 27:3 ⸋ τοὺς RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 27:3 ⸂ πορευθέντα RP f 35 TR ¦ πορευθέντι TNT2 WH NA NIV SBL * 27:5 ⸂ κατήλθομεν RP TR NA27+28 NIV SBL ¦ κατήχθημεν f 35 ¦ κατήλθαμεν TNT2 WH NA25 * 27:6 ⸋ τὴν RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 * 27:8 ⸉ ἦν πόλις RP f 35 TR TNT2 WH NA25 SBL ¦ πόλις ἦν NA27+28 NIV * 27:10 ⸂ φορτίου RP TNT2 WH NA NIV SBL ¦ φόρτου f 35 TR * 27:11 ⸉ ἐπείθετο μᾶλλον RP f 35 TR ¦ μᾶλλον ἐπείθετο TNT2 WH NA NIV SBL * 27:11 ⸋ τοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 27:12 ⸂ κἀκεῖθεν RP TR ¦ ἐκεῖθεν f 35 TNT2 WH NA NIV SBL * 27:16 ⸉ μόλις ἰσχύσαμεν RP f 35 TR ¦ ἰσχύσαμεν μόλις TNT2 WH NA NIV SBL * 27:19 ⸂ ἐρρίψαμεν RP f 35 TR ¦ ἔρριψαν TNT2 NA NIV SBL ¦ ἔριψαν WH * 27:20 ⸉ πᾶσα ἐλπὶς RP f 35 TR ¦ ἐλπὶς πᾶσα TNT2 WH NA NIV SBL * 27:21 ⸂ δὲ RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL * 27:23 ⸉ ταύτῃ τῇ νυκτὶ RP f 35 TNT2 WH NA NIV SBL ¦ τῇ νυκτὶ ταύτῃ TR * 27:23 ⸂ ἄγγελος τοῦ θεοῦ, οὗ εἰμι, ᾧ καὶ λατρεύω RP f 35 TR ¦ τοῦ θεοῦ, οὗ εἰμι, ᾧ καὶ λατρεύω, ἄγγελος TNT2 WH NA25 SBL ¦ τοῦ θεοῦ, οὗ εἰμι ἐγὼ, ᾧ καὶ λατρεύω, ἄγγελος NA27+28 NIV * 27:29 ⸂ μήπως RP f 35 TR ¦ μή που TNT2 WH NA NIV SBL * 27:29 ⸂2 εἰς RP f 35 TR ¦ κατὰ TNT2 WH NA NIV SBL * 27:29 ⸂3 ἐκπέσωμεν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐκπέσωσιν TR * 27:30 ⸉ μελλόντων ἀγκύρας RP f 35 TR ¦ ἀγκύρας μελλόντων TNT2 WH NA NIV SBL * 27:31 ⸉ μείνωσιν ἐν τῷ πλοίῳ RP TR TNT2 WH NA NIV SBL ¦ ἐν τῷ πλοίῳ μείνωσιν f 35 * 27:32 ⸉ οἱ στρατιῶται ἀπέκοψαν RP f 35 TR ¦ ἀπέκοψαν οἱ στρατιῶται TNT2 WH NA NIV SBL * 27:33 ⸉ ἤμελλεν ἡμέρα RP ¦ ἔμελλεν ἡμέρα f 35 TR ¦ ἡμέρα ἤμελλεν TNT2 WH NA NIV SBL * 27:34 ⸂ προσλαβεῖν RP TR ¦ μεταλαβεῖν f 35 TNT2 WH NA NIV SBL * 27:34 ⸂2 ὑμετέρας RP TR TNT2 WH NA NIV SBL ¦ ἡμετέρας f 35 * 27:34 ⸂3 ἐκ RP f 35 TR ¦ ἀπὸ TNT2 WH NA NIV SBL * 27:34 ⸂4 πεσεῖται RP f 35 TR ¦ ἀπολεῖται TNT2 WH NA NIV SBL * 27:37 ⸂ Ἦμεν RP f 35 TR ¦ Ἤμεθα TNT2 WH NA NIV SBL * 27:37 ⸉ ἐν τῷ πλοίῳ αἱ πᾶσαι ψυχαί RP f 35 TR ¦ αἱ πᾶσαι ψυχαὶ ἐν τῷ πλοίῳ TNT2 WH NA NIV SBL * 27:37 ⸂2 διακόσιαι RP f 35 TR TNT2 NA NIV SBL ¦ ὡς WH * 27:38 ⸋ τῆς RP ¦ – f 35 TR TNT2 WH NA NIV SBL * 27:39 ⸂ ἐβουλεύσαντο RP f 35 TR ¦ ἐβουλεύοντο TNT2 WH NA NIV SBL * 27:39 ⸂2 δυνατόν RP f 35 ¦ δύναιντο TR TNT2 WH NA NIV SBL * 27:39 ⸂3 ἐξῶσαι RP f 35 TR TNT2 NA NIV SBL ¦ ἐκσῶσαι WH * 27:41 ⸂ ἔμεινεν RP TR TNT2 WH NA NIV SBL ¦ ἔμενεν f 35 * 27:41 ⸋ τῶν κυμάτων RP f 35 TR TNT2 NA27+28 NIV ¦ – WH NA25 SBL * 27:42 ⸂ διαφύγῃ RP f 35 TNT2 WH NA NIV SBL ¦ διαφύγοι TR