26
Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη, Ἐπιτρέπεταί σοι *ὑπὲρσεαυτοῦ λέγειν. Τότε Παῦλος *ἀπελογεῖτο, ἐκτείνας τὴν χεῖρα,⸊
Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον *ἐπὶ σοῦ μέλλων ἀπολογεῖσθαι σήμερον·⸊ μάλιστα γνώστην ὄντα σὲ πάντων τῶν κατὰ Ἰουδαίους ἠθῶν τε καὶ ζητημάτων· διὸ δέομαί *σου,⸌ μακροθύμως ἀκοῦσαί μου. Τὴν μὲν οὖν βίωσίν μου *τὴνἐκ νεότητος, τὴν ἀπἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἐν *Ἱεροσολύμοις, ἴσασιν πάντες *2οἱἸουδαῖοι, προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσιν μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος. Καὶ νῦν ἐπἐλπίδι τῆς *πρὸςτοὺς πατέρας *ἐπαγγελίας γενομένης ὑπὸ τοῦ θεοῦ ἕστηκα κρινόμενος, εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι, *βασιλεῦ Ἀγρίππα, ὑπὸ Ἰουδαίων.⸃ Τί ἄπιστον κρίνεται παρὑμῖν, εἰ θεὸς νεκροὺς ἐγείρει; Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι· 10  καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλοὺς *τῶν ἁγίων ἐγὼ *2 φυλακαῖς κατέκλεισα, τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον. 11 Καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτούς, ἠνάγκαζον βλασφημεῖν· περισσῶς τε ἐμμαινόμενος αὐτοῖς, ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις. 12 Ἐν οἷς *καὶπορευόμενος εἰς *2τὴνΔαμασκὸν μετἐξουσίας καὶ ἐπιτροπῆς τῆς *3παρὰτῶν ἀρχιερέων, 13 ἡμέρας μέσης, κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου, περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους. 14 Πάντων *δὲκαταπεσόντων ἡμῶν εἰς τὴν γῆν, ἤκουσα φωνὴν *2λαλοῦσαν πρός με καὶ λέγουσαντῇ Ἑβραΐδι διαλέκτῳ, Σαούλ, Σαούλ, τί με διώκεις; Σκληρόν σοι πρὸς κέντρα λακτίζειν. 15 Ἐγὼ δὲ εἶπον, Τίς εἶ, κύριε; * δὲεἶπεν, Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις. 16 Ἀλλὰ ἀνάστηθι, καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδες *ὧν τε ὀφθήσομαί σοι, 17 ἐξαιρούμενός σε *ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν,⸃ εἰς οὓς *2ἐγώ*σε ἀποστέλλω,⸊ 18 ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ *ὑποστρέψαιἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν, καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ. 19 Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ, 20 ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτον *καὶ Ἱεροσολύμοις, *εἰςπᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν, *ἀπαγγέλλωνμετανοεῖν, καὶ ἐπιστρέφειν ἐπὶ τὸν θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας. 21 Ἕνεκα τούτων *οἱ Ἰουδαῖοί μεσυλλαβόμενοι *ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι. 22 Ἐπικουρίας οὖν τυχὼν τῆς *παρὰτοῦ θεοῦ, ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα *2μαρτυρόμενοςμικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς, 23 εἰ παθητὸς χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ *λαῷ καὶ τοῖς ἔθνεσιν.
24 Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου, Φῆστος μεγάλῃ τῇ φωνῇ *ἔφη,⸃ Μαίνῃ, Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει. 25 * δέ,⸃ Οὐ μαίνομαι, φησίν, κράτιστε Φῆστε, ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι. 26 Ἐπίσταται γὰρ περὶ τούτων βασιλεύς, πρὸς ὃν *καὶπαρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ αὐτόν *2τιτούτων οὐ πείθομαι οὐδέν· οὐ γὰρ *ἐν γωνίᾳ πεπραγμένον τοῦτο. 27 Πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; Οἶδα ὅτι πιστεύεις. 28  δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον *ἔφη,⸌ Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν *γενέσθαι.⸃ 29  δὲ Παῦλος *εἶπεν,⸌ Εὐξαίμην ἂν τῷ θεῷ, καὶ ἐν ὀλίγῳ καὶ ἐν *πολλῷοὐ μόνον σε, ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον, γενέσθαι τοιούτους ὁποῖος κἀγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων.
30 *Καὶ ταῦτα εἰπόντος αὐτοῦ, ἀνέστη βασιλεὺς καὶ ἡγεμών, τε Βερνίκη, καὶ οἱ συγκαθήμενοι αὐτοῖς· 31 καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους, λέγοντες ὅτι *Οὐδὲν θανάτου ἄξιον δεσμῶνπράσσει ἄνθρωπος οὗτος. 32 Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη, Ἀπολελύσθαι ἐδύνατο ἄνθρωπος οὗτος, εἰ μὴ ἐπεκέκλητο Καίσαρα.
* 26:1 ⸂ ὑπὲρ RP f 35 TR WH NA25 SBL ¦ περὶ TNT2 NA27+28 NIV * 26:1 ⸉ ἀπελογεῖτο, ἐκτείνας τὴν χεῖρα RP f 35 TR ¦ ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο TNT2 WH NA NIV SBL * 26:2 ⸉ ἐπὶ σοῦ μέλλων ἀπολογεῖσθαι σήμερον RP f 35 ¦ μέλλων ἀπολογεῖσθαι ἐπὶ σοῦ σήμερον TR ¦ ἐπὶ σοῦ μέλλων σήμερον ἀπολογεῖσθαι TNT2 WH NA NIV SBL * 26:3 ⸋ σου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 26:4 ⸋ τὴν RP f 35 TR NA27+28 NIV73 SBL ¦ – TNT2 WH NA25 NIV11 * 26:4 ⸆ – RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL * 26:4 ⸋2 οἱ RP f 35 TR NA27+28 NIV ¦ – TNT2 WH NA25 SBL * 26:6 ⸂ πρὸς RP f 35 TR ¦ εἰς TNT2 WH NA NIV SBL * 26:6 ⸆ – RP f 35 TR ¦ ἡμῶν TNT2 WH NA NIV SBL * 26:7 ⸂ βασιλεῦ Ἀγρίππα, ὑπὸ Ἰουδαίων RP f 35 ¦ βασιλεῦ Ἀγρίππα, ὑπὸ τῶν Ἰουδαίων TR ¦ ὑπὸ Ἰουδαίων, βασιλεῦ TNT2 WH NA NIV SBL * 26:10 ⸆ – RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL * 26:10 ⸆2 – RP f 35 TR ¦ ἐν TNT2 WH NA NIV SBL * 26:12 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 26:12 ⸋2 τὴν RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 * 26:12 ⸋3 παρὰ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 26:14 ⸂ δὲ RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL * 26:14 ⸂2 λαλοῦσαν πρός με καὶ λέγουσαν RP f 35 TR ¦ λέγουσαν πρός με TNT2 WH NA NIV SBL * 26:15 ⸂ Ὁ δὲ RP f 35 TR ¦ Ὁ δὲ κύριος TNT2 WH NA NIV SBL * 26:16 ⸆ – RP f 35 TR TNT2 ¦ με WH NA NIV SBL * 26:17 ⸂ ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν RP f 35 TR ¦ ἐκ τοῦ λαοῦ καὶ ἐκ τῶν ἐθνῶν TNT2 WH NA NIV SBL * 26:17 ⸂2 ἐγώ RP f 35 TNT2 WH NA NIV SBL ¦ νῦν TR * 26:17 ⸉ σε ἀποστέλλω RP f 35 TR ¦ ἀποστέλλω σε TNT2 WH NA NIV SBL * 26:18 ⸂ ὑποστρέψαι RP ¦ ἐπιστρέψαι f 35 TR TNT2 WH NA NIV SBL * 26:20 ⸆ – RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL * 26:20 ⸋ εἰς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 26:20 ⸂ ἀπαγγέλλων RP TR ¦ ἀπαγγέλλω f 35 ¦ ἀπήγγελλον TNT2 WH NA NIV SBL * 26:21 ⸂ οἱ Ἰουδαῖοί με RP ¦ με οἱ Ἰουδαῖοί f 35 TR ¦ με Ἰουδαῖοί TNT2 WH NA NIV SBL * 26:21 ⸆ – RP f 35 TR TNT2 WH NA25 NIV11 SBL ¦ ὄντα NA27+28 NIV73 * 26:22 ⸂ παρὰ RP f 35 TR ¦ ἀπὸ TNT2 WH NA NIV SBL * 26:22 ⸂2 μαρτυρόμενος RP f 35 TNT2 WH NA NIV SBL ¦ μαρτυρούμενος TR * 26:23 ⸆ – RP TR ¦ τε f 35 TNT2 WH NA NIV SBL * 26:24 ⸂ ἔφη RP f 35 TR ¦ φησιν TNT2 WH NA NIV SBL * 26:25 ⸂ Ὁ δέ RP f 35 TR ¦ Ὁ δέ Παῦλος TNT2 WH NA NIV SBL * 26:26 ⸋ καὶ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 26:26 ⸋2 τι RP f 35 TR TNT2 NA27+28 NIV73 ¦ – WH NA25 NIV11 SBL * 26:26 ⸆ – RP f 35 ¦ ἐστιν TR TNT2 WH NA NIV SBL * 26:28 ⸋ ἔφη RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 26:28 ⸂ γενέσθαι RP f 35 TR ¦ ποιῆσαι TNT2 WH NA NIV SBL * 26:29 ⸋ εἶπεν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 26:29 ⸂ πολλῷ RP f 35 TR ¦ μεγάλῳ TNT2 WH NA NIV SBL * 26:30 ⸂ Καὶ ταῦτα εἰπόντος αὐτοῦ, ἀνέστη RP f 35 TR ¦ Ἀνέστη τε TNT2 WH NA NIV SBL * 26:31 ⸂ Οὐδὲν θανάτου ἄξιον ἢ δεσμῶν RP f 35 TR ¦ Οὐδὲν θανάτου ἢ δεσμῶν ἄξιον TNT2 WH NA25 ¦ Οὐδὲν θανάτου ἢ δεσμῶν ἄξιον τι NA27+28 NIV SBL