13
Ἦσαν δέ *τινεςἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, τε Βαρνάβας καὶ Συμεὼν καλούμενος Νίγερ, καὶ Λούκιος Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετράρχου σύντροφος, καὶ Σαῦλος. Λειτουργούντων δὲ αὐτῶν τῷ κυρίῳ καὶ νηστευόντων, εἶπεν τὸ πνεῦμα τὸ ἅγιον, Ἀφορίσατε δή μοι *τὸν Βαρνάβαν καὶ τὸν Σαῦλονεἰς τὸ ἔργον προσκέκλημαι αὐτούς. Τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς, ἀπέλυσαν.
*Οὗτοιμὲν *οὖν,⸌ ἐκπεμφθέντες ὑπὸ *2τοῦ πνεύματος τοῦ ἁγίου,⸃ κατῆλθον *3εἰς τὴν Σελεύκειαν· ἐκεῖθεν *4δὲἀπέπλευσαν εἰς τὴν Κύπρον.⸃ Καὶ γενόμενοι ἐν Σαλαμῖνι, κατήγγελλον τὸν λόγον τοῦ θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην. Διελθόντες δὲ *τὴν νῆσον ἄχρι Πάφου, εὗρόν *2 τινα μάγον ψευδοπροφήτην Ἰουδαῖον, ὄνομα Βαρϊησοῦς, ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. Οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ θεοῦ. Ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας, μάγοςοὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. Σαῦλος δέ, καὶ Παῦλος, πλησθεὶς πνεύματος ἁγίου, *καὶἀτενίσας εἰς αὐτὸν 10 εἶπεν, πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς *κυρίου τὰς εὐθείας; 11 Καὶ νῦν ἰδού, χεὶρ *κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλός, μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. Παραχρῆμα *δὲ*2ἐπέπεσενἐπαὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς. 12 Τότε ἰδὼν ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν, ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ κυρίου.
13 Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ *τὸνΠαῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας. Ἰωάννης δὲ ἀποχωρήσας ἀπαὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. 14 Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης, παρεγένοντο εἰς Ἀντιόχειαν *τῆς Πισιδίας,⸃ καὶ *2εἰσελθόντεςεἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων, ἐκάθισαν. 15 Μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν, ἀπέστειλαν *οἱ ἀρχισυνάγωγοι πρὸς αὐτούς,⸊ λέγοντες, Ἄνδρες ἀδελφοί, εἰ *ἔστιν *2λόγος ἐν ὑμῖνπαρακλήσεως πρὸς τὸν λαόν, λέγετε. 16 Ἀναστὰς δὲ Παῦλος, καὶ κατασείσας τῇ χειρί, εἶπεν,
Ἄνδρες Ἰσραηλῖται, καὶ οἱ φοβούμενοι τὸν θεόν, ἀκούσατε. 17  θεὸς τοῦ λαοῦ τούτου *ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ *Αἰγύπτῳ,⸃ καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς. 18 Καὶ ὡς τεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ. 19 *Καὶκαθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναάν, κατεκληρονόμησεν *2αὐτοῖςτὴν γῆν αὐτῶν. 20 *Καὶ μετὰ ταῦτα, ὡς ἔτεσιν τετρακοσίοις καὶ πεντήκοντα,⸊ ἔδωκεν κριτὰς ἕως Σαμουὴλ *τοῦπροφήτου. 21 Κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσαράκοντα. 22 Καὶ μεταστήσας αὐτόν, ἤγειρεν *αὐτοῖς τὸν Δαυὶδεἰς βασιλέα, καὶ εἶπεν μαρτυρήσας, Εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. 23 Τούτου θεὸς ἀπὸ τοῦ σπέρματος κατἐπαγγελίαν *ἤγαγεντῷ Ἰσραὴλ *2σωτηρίαν,⸃ 24 προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας *τῷ Ἰσραήλ.⸃ 25 Ὡς δὲ ἐπλήρου *Ἰωάννης τὸν δρόμον, ἔλεγεν, *Τίνα μεὑπονοεῖτε εἶναι; Οὐκ εἰμὶ ἐγώ. Ἀλλἰδού, ἔρχεται μετἐμέ, οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι. 26 Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραάμ, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν θεόν, *ὑμῖν λόγος τῆς σωτηρίας ταύτης *2ἀπεστάλη.⸃ 27 Οἱ γὰρ κατοικοῦντες *ἐνἹερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν, τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας, κρίναντες ἐπλήρωσαν. 28 Καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες, ᾐτήσαντο Πιλάτον ἀναιρεθῆναι αὐτόν. 29 Ὡς δὲ ἐτέλεσαν *πάντατὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου, ἔθηκαν εἰς μνημεῖον. 30  δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· 31 ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ, οἵτινές *εἰσιν μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. 32 Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις *αὐτῶν ἡμῖν,⸃ ἀναστήσας Ἰησοῦν· 33 ὡς καὶ *ἐν τῷ ψαλμῷ τῷ δευτέρῳ γέγραπται,⸃ Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. 34 Ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν, μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι Δώσω ὑμῖν τὰ ὅσια Δαυὶδ τὰ πιστά. 35 *Διὸκαὶ ἐν ἑτέρῳ λέγει, Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν· 36 Δαυὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ θεοῦ βουλῇ ἐκοιμήθη, καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ εἶδεν διαφθοράν· 37 ὃν δὲ θεὸς ἤγειρεν, οὐκ εἶδεν διαφθοράν. 38 Γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται· 39 καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν *τῷνόμῳ Μωϋσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς πιστεύων δικαιοῦται. 40 Βλέπετε οὖν μὴ ἐπέλθῃ *ἐφὑμᾶςτὸ εἰρημένον ἐν τοῖς προφήταις, 41 Ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε, καὶ ἀφανίσθητε· ὅτι ἔργον *ἐγὼ ἐργάζομαιἐν ταῖς ἡμέραις ὑμῶν, **οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται ὑμῖν.
42 Ἐξιόντων δὲ **ἐκ τῆς συναγωγῆς τῶν Ἰουδαίων,⸃ παρεκάλουν *τὰ ἔθνηεἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα. *2 43 Λυθείσης δὲ τῆς συναγωγῆς, ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ· οἵτινες προσλαλοῦντες, *ἔπειθον *αὐτοὺς ἐπιμένειντῇ χάριτι τοῦ θεοῦ.
44 Τῷ *τεἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον *2τοῦ θεοῦ.⸃ 45 Ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου, καὶ ἀντέλεγον τοῖς ὑπὸ *τοῦΠαύλου *λεγομένοις,⸃ *2ἀντιλέγοντες καὶβλασφημοῦντες. 46 Παρρησιασάμενοι *δὲ Παῦλος καὶ Βαρνάβας εἶπον, Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ θεοῦ. Ἐπειδὴ *δὲἀπωθεῖσθε αὐτόν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. 47 Οὕτως γὰρ ἐντέταλται ἡμῖν κύριος, Τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. 48 Ἀκούοντα δὲ τὰ ἔθνη *ἔχαιρεν,⸃ καὶ ἐδόξαζον τὸν λόγον *2τοῦ κυρίου,⸃ καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον. 49 Διεφέρετο δὲ λόγος τοῦ κυρίου διὅλης τῆς χώρας. 50 Οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας *καὶτὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως, καὶ ἐπήγειραν διωγμὸν ἐπὶ *τὸν Παῦλον καὶ τὸν Βαρνάβαν,⸃ καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν. 51 Οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν *αὐτῶνἐπαὐτούς, ἦλθον εἰς Ἰκόνιον. 52 Οἱ *δὲμαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ πνεύματος ἁγίου.
* 13:1 ⸋ τινες RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:2 ⸂ τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον RP f 35 ¦ τὸν τε Βαρνάβαν καὶ τὸν Σαῦλον TR ¦ τὸν Βαρνάβαν καὶ Σαῦλον TNT2 WH NA NIV SBL * 13:4 ⸂ Οὗτοι RP f 35 TR ¦ Αὐτοὶ TNT2 WH NA NIV SBL * 13:4 ⸋ οὖν RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 * 13:4 ⸂2 τοῦ πνεύματος τοῦ ἁγίου RP f 35 TR ¦ τοῦ ἁγίου πνεύματος TNT2 WH NA NIV SBL * 13:4 ⸂3 εἰς τὴν Σελεύκειαν … εἰς τὴν Κύπρον RP f 35 TR ¦ εἰς Σελεύκειαν … εἰς Κύπρον TNT2 NA NIV SBL ¦ εἰς Σελευκίαν … εἰς Κύπρον WH * 13:4 ⸂4 δὲ RP ¦ τε f 35 TR TNT2 WH NA NIV SBL * 13:6 ⸆ – RP f 35 TR ¦ ὅλην TNT2 WH NA NIV SBL * 13:6 ⸆2 – RP f 35 TR ¦ ἄνδρα TNT2 WH NA NIV SBL * 13:9 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:10 ⸆ – RP f 35 TR TNT2 SBL ¦ τοῦ WH NA NIV * 13:11 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ TR * 13:11 ⸂ δὲ RP f 35 TR TNT2 WH NA25 SBL ¦ τε NA27+28 NIV * 13:11 ⸂2 ἐπέπεσεν RP f 35 TR ¦ ἔπεσεν TNT2 WH NA NIV SBL * 13:13 ⸋ τὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:14 ⸂ τῆς Πισιδίας RP f 35 TR ¦ τὴν Πισιδίαν TNT2 WH NA NIV SBL * 13:14 ⸂2 εἰσελθόντες RP f 35 TR NA27+28 NIV73 SBL ¦ ἐλθόντες TNT2 WH NA25 NIV11 * 13:15 ⸉ οἱ ἀρχισυνάγωγοι πρὸς αὐτούς RP TR TNT2 WH NA NIV SBL ¦ πρὸς αὐτοὺς οἱ ἀρχισυνάγωγοι f 35 * 13:15 ⸆ – RP f 35 TR ¦ τίς TNT2 WH NA NIV SBL * 13:15 ⸉2 λόγος ἐν ὑμῖν RP f 35 TR ¦ ἐν ὑμῖν λόγος TNT2 WH NA NIV SBL * 13:17 ⸆ – RP f 35 ¦ Ἰσραὴλ TR TNT2 WH NA NIV SBL * 13:17 ⸂ Αἰγύπτῳ RP f 35 TR ¦ Αἰγύπτου TNT2 WH NA NIV SBL * 13:19 ⸋ Καὶ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 13:19 ⸋2 αὐτοῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:20 ⸉ Καὶ μετὰ ταῦτα, ὡς … πεντήκοντα RP f 35 TR ¦ Ὡς … πεντήκοντα. Καὶ μετὰ ταῦτα TNT2 WH NA NIV SBL * 13:20 ⸋ τοῦ RP f 35 TR NA27+28 NIV73 SBL ¦ – TNT2 WH NA25 NIV11 * 13:22 ⸉ αὐτοῖς τὸν Δαυὶδ RP f 35 ¦ αὐτοῖς τὸν Δαβὶδ TR ¦ τὸν Δαυεὶδ αὐτοῖς TNT2 WH ¦ τὸν Δαυὶδ αὐτοῖς NA NIV SBL * 13:23 ⸂ ἤγαγεν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἤγειρε TR * 13:23 ⸂2 σωτηρίαν RP f 35 ¦ σωτῆρα Ἰησοῦν TR TNT2 WH NA NIV SBL * 13:24 ⸂ τῷ Ἰσραήλ RP f 35 ¦ παντὶ τῷ λαῷ Ἰσραήλ TR TNT2 WH NA NIV SBL * 13:25 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:25 ⸂ Τίνα με RP f 35 TR ¦ Τί ἐμὲ TNT2 WH NA NIV SBL * 13:26 ⸂ ὑμῖν RP f 35 TR TNT2 ¦ ἡμῖν WH NA NIV SBL * 13:26 ⸂2 ἀπεστάλη RP TR ¦ ἐξαπεστάλη f 35 TNT2 WH NA NIV SBL * 13:27 ⸋ ἐν RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 * 13:29 ⸂ πάντα RP f 35 TNT2 WH NA NIV SBL ¦ ἅπαντα TR * 13:31 ⸆ – RP f 35 TR ¦ νῦν TNT2 WH NA NIV SBL * 13:32 ⸂ αὐτῶν ἡμῖν RP f 35 TR NA27+28 NIV73 ¦ ἡμῶν TNT2 WH SBL ¦ ἡμῖν NA25 NIV11 * 13:33 ⸂ ἐν τῷ ψαλμῷ τῷ δευτέρῳ γέγραπται RP f 35 TR ¦ ἐν τῷ πρώτῳ ψαλμῷ γέγραπται TNT2 ¦ ἐν τῷ ψαλμῷ γέγραπται τῷ δευτέρῳ WH NA NIV SBL * 13:35 ⸂ Διὸ RP f 35 TR ¦ Διότι TNT2 WH NA NIV SBL * 13:39 ⸋ τῷ RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL * 13:40 ⸋ ἐφ᾽ ὑμᾶς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:41 ⸉ ἐγὼ ἐργάζομαι RP f 35 TR ¦ ἐργάζομαι ἐγὼ TNT2 WH NA NIV SBL * 13:41 ⸆ – RP f 35 ¦ ἔργον TR TNT2 WH NA NIV SBL * 13:41 ⸂ ὃ RP TNT2 WH NA NIV SBL ¦ ᾧ f 35 TR * 13:42 ⸆ – RP f 35 TR ¦ αὐτῶν TNT2 WH NA NIV SBL * 13:42 ⸂ ἐκ τῆς συναγωγῆς τῶν Ἰουδαίων RP f 35 TR ¦ – TNT2 WH NA NIV11 SBL ¦ ἐκ τῆς συναγωγῆς NIV73 * 13:42 ⸋ τὰ ἔθνη RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:42 ⸆2 – RP ¦ ταῦτα f 35 TR TNT2 WH NA NIV SBL * 13:43 ⸆ – RP f 35 ¦ αὐτοῖς TR TNT2 WH NA NIV SBL * 13:43 ⸂ αὐτοὺς ἐπιμένειν RP TR ¦ ἐπιμένειν αὐτοὺς f 35 ¦ αὐτοὺς προσμένειν TNT2 WH NA NIV SBL * 13:44 ⸂ τε RP f 35 ¦ δὲ TR TNT2 WH NA NIV SBL * 13:44 ⸂2 τοῦ θεοῦ RP f 35 TR WH NA25 ¦ τοῦ κυρίου TNT2 NA27+28 NIV SBL * 13:45 ⸋ τοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:45 ⸂ λεγομένοις RP f 35 TR ¦ λαλουμένοις TNT2 WH NA NIV SBL * 13:45 ⸋2 ἀντιλέγοντες καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:46 ⸂ δὲ RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL * 13:46 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:48 ⸂ ἔχαιρεν RP ¦ ἔχαιρον f 35 TR TNT2 WH NA NIV SBL * 13:48 ⸂2 τοῦ κυρίου RP f 35 TR TNT2 NA NIV SBL ¦ τοῦ θεοῦ WH * 13:50 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:50 ⸂ τὸν Παῦλον καὶ τὸν Βαρνάβαν RP f 35 TR ¦ τὸν Παῦλον καὶ Βαρνάβαν TNT2 WH NA NIV SBL * 13:51 ⸋ αὐτῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:52 ⸂ δὲ RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL