12
Κατἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. Ἀνεῖλεν δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. *Καὶ ἰδὼνὅτι ἀρεστόν ἐστιν τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρονἦσαν δὲ *αἱἡμέραι τῶν ἀζύμων ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσιν τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ Πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν *ἐκτενὴςγινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν θεὸν *2ὑπὲραὐτοῦ. Ὅτε δὲ ἔμελλεν *αὐτὸν προάγειν Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν, δεδεμένος ἁλύσεσιν δυσίν· φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. Καὶ ἰδού, ἄγγελος κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου, ἤγειρεν αὐτὸν λέγων, Ἀνάστα ἐν τάχει. Καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. Εἶπέν *τε ἄγγελος πρὸς αὐτόν, *2Περίζωσαικαὶ ὑπόδησαι τὰ σανδάλιά σου. Ἐποίησεν δὲ οὕτως. Καὶ λέγει αὐτῷ, Περιβαλοῦ τὸ ἱμάτιόν σου, καὶ ἀκολούθει μοι. Καὶ ἐξελθὼν ἠκολούθει *αὐτῷ·⸌ καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστιν τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν. 10 Διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν, ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν, τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς· καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ἄγγελος ἀπαὐτοῦ. 11 Καὶ Πέτρος, *γενόμενος ἐν ἑαυτῷ,⸊ εἶπεν, Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλεν *κύριος τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων. 12 Συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν *Μαρίας τῆς μητρὸς Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι. 13 Κρούσαντος δὲ *τοῦ Πέτρουτὴν θύραν τοῦ πυλῶνος, προσῆλθεν παιδίσκη ὑπακοῦσαι, ὀνόματι Ῥόδη. 14 Καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου, ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὸν πυλῶνα, εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος. 15 Οἱ δὲ πρὸς αὐτὴν εἶπον, Μαίνῃ. δὲ διϊσχυρίζετο οὕτως ἔχειν. Οἱ δὲ ἔλεγον, ἄγγελος *αὐτοῦ ἐστιν.⸊ 16  δὲ Πέτρος ἐπέμενεν κρούων· ἀνοίξαντες δὲ εἶδον αὐτόν, καὶ ἐξέστησαν. 17 Κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾷν, διηγήσατο *αὐτοῖςπῶς κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς. Εἶπεν *δέ,⸃ Ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. Καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον. 18 Γενομένης δὲ ἡμέρας, ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα Πέτρος ἐγένετο. 19 Ἡρῴδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρών, ἀνακρίνας τοὺς φύλακας, ἐκέλευσεν ἀπαχθῆναι. Καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς *τὴνΚαισάρειαν διέτριβεν.
20 Ἦν δὲ * Ἡρῴδηςθυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδὸν *δὲπαρῆσαν πρὸς αὐτόν, καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως, ᾐτοῦντο εἰρήνην, διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς. 21 Τακτῇ δὲ ἡμέρᾳ Ἡρῴδης ἐνδυσάμενος ἐσθῆτα βασιλικήν, *καὶκαθίσας ἐπὶ τοῦ βήματος, ἐδημηγόρει πρὸς αὐτούς. 22  δὲ δῆμος ἐπεφώνει, *Φωνὴ θεοῦκαὶ οὐκ ἀνθρώπου. 23 Παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος κυρίου, ἀνθὧν οὐκ ἔδωκεν *δόξαν τῷ θεῷ· καὶ γενόμενος σκωληκόβρωτος, ἐξέψυξεν.
24  δὲ λόγος τοῦ *θεοῦηὔξανεν καὶ ἐπληθύνετο.
25 Βαρνάβας δὲ καὶ Σαῦλος ὑπέστρεψαν *εἰς Ἱερουσαλήμ,⸃ πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες *καὶἸωάννην τὸν ἐπικληθέντα Μάρκον.
* 12:3 ⸂ Καὶ ἰδὼν RP f 35 TR ¦ Ἰδὼν δὲ TNT2 WH NA NIV SBL * 12:3 ⸋ αἱ RP f 35 NA27+28 NIV ¦ – TR TNT2 WH NA25 SBL * 12:5 ⸂ ἐκτενὴς RP f 35 TR ¦ ἐκτενῶς TNT2 WH NA NIV SBL * 12:5 ⸂2 ὑπὲρ RP f 35 TR ¦ περὶ TNT2 WH NA NIV SBL * 12:6 ⸂ αὐτὸν προάγειν RP TR ¦ προάγειν αὐτὸν f 35 TNT2 ¦ προσαγαγεῖν αὐτὸν WH ¦ προαγαγεῖν αὐτὸν NA NIV SBL * 12:8 ⸂ τε RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL * 12:8 ⸂2 Περίζωσαι RP f 35 TR ¦ Ζῶσαι TNT2 WH NA NIV SBL * 12:9 ⸋ αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:11 ⸉ γενόμενος ἐν ἑαυτῷ RP f 35 TR ¦ ἐν ἑαυτῷ γενόμενος TNT2 WH NA NIV SBL * 12:11 ⸆ – RP f 35 TR TNT2 ¦ ὁ WH NA NIV SBL * 12:12 ⸆ – RP f 35 TR ¦ τῆς TNT2 WH NA NIV SBL * 12:13 ⸂ τοῦ Πέτρου RP f 35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL * 12:15 ⸉ αὐτοῦ ἐστιν RP f 35 TR ¦ ἐστιν αὐτοῦ TNT2 WH NA NIV SBL * 12:17 ⸋ αὐτοῖς RP f 35 TR TNT2 WH NA NIV73 SBL ¦ – NIV11 * 12:17 ⸂ δέ RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL * 12:19 ⸋ τὴν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:20 ⸋ ὁ Ἡρῴδης RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 12:20 ⸂ δὲ RP TR TNT2 WH NA NIV SBL ¦ τε f 35 * 12:21 ⸋ καὶ RP f 35 TR TNT2 NA27+28 NIV73 SBL ¦ – WH NA25 NIV11 * 12:22 ⸉ Φωνὴ θεοῦ RP ¦ Θεοῦ φωνὴ f 35 TR TNT2 WH NA NIV SBL * 12:23 ⸆ – RP f 35 ¦ τὴν TR TNT2 WH NA NIV SBL * 12:24 ⸂ θεοῦ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ κυρίου WH NA25 * 12:25 ⸂ εἰς Ἱερουσαλήμ RP WH NA27+28 SBL ¦ εἰς Ἀντιόχειαν f 35 ¦ ἐξ Ἱερουσαλήμ TR TNT2 NA25 NIV11 ¦ ἀπὸ Ἱερουσαλήμ NIV73 * 12:25 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL