14
Καὶ εἶδον, καὶ ἰδοὺ τὸ ἀρνίον ⸀ἑστὸς*ἐπὶ τὸ ὄρος Σιών, καὶ μετʼαὐτοῦἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες ἔχουσαι τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν. καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῆς μεγάλης, καὶ φωνὴ ἣν ἤκουσα ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν. καὶ ᾄδουσινὡςᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων· καὶ οὐδεὶς ἐδύνατο μαθεῖν τὴν ᾠδὴν εἰ μὴ αἱ ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς. οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν, παρθένοι γάρ εἰσιν· ⸀οὗτοι§οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἂνὑπάγῃ*οὗτοιἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ, καὶἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη ψεῦδος· ⸀ἄμωμοί§εἰσιν.
Καὶ εἶδονἄλλον*ἄγγελον πετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσαιἐπὶτοὺς καθημένους ἐπὶ τῆς γῆς καὶ ἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν, λέγων ἐν φωνῇ μεγάλῃ· Φοβήθητε τὸνθεὸνκαὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατετῷ ποιήσαντι§ τὸν οὐρανὸν καὶ*τὴν γῆνκαὶ θάλασσαν καὶ πηγὰς ὑδάτων.
Καὶ ἄλλοςδεύτερος ἄγγελος ἠκολούθησεν λέγων· Ἔπεσεν, ⸀ἔπεσενΒαβυλὼν μεγάλη, ⸀§ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπότικεν πάντα τὰ ἔθνη.
Καὶ ἄλλος ἄγγελος τρίτος ἠκολούθησεν αὐτοῖς λέγων ἐν φωνῇ μεγάλῃ· Εἴ τις προσκυνεῖ τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ λαμβάνει χάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ ἐπὶ τὴν χεῖρα αὐτοῦ, 10 καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ, καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ ἐνώπιονἀγγέλων ἁγίων* καὶ ἐνώπιον τοῦ ἀρνίου. 11 καὶ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν εἰς αἰῶνας αἰώνων ἀναβαίνει, καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτός, οἱ προσκυνοῦντες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ.
12 Ὧδε ὑπομονὴ τῶν ἁγίων ἐστίν, οἱ τηροῦντες τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τὴν πίστιν Ἰησοῦ.
13 Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης· Γράψον· Μακάριοι οἱ νεκροὶ οἱ ἐν κυρίῳ ἀποθνῄσκοντες ἀπʼ ἄρτι. ⸂ναί, λέγει τὸ πνεῦμα, ἵνα ⸀ἀναπαήσονταιἐκ τῶν κόπων αὐτῶν, τὰγὰρ§ἔργα αὐτῶν ἀκολουθεῖ μετʼ αὐτῶν.
14 Καὶ εἶδον, καὶ ἰδοὺ νεφέλη λευκή, καὶ ἐπὶ τὴν νεφέλην καθήμενον ὅμοιονυἱὸν*ἀνθρώπου, ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ. 15 καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ κράζων ἐν φωνῇ μεγάλῃ τῷ καθημένῳ ἐπὶ τῆς νεφέλης· Πέμψον τὸ δρέπανόν σου καὶ θέρισον, ὅτι ἦλθεν ὥρα θερίσαι, ὅτι ἐξηράνθη θερισμὸς τῆς γῆς. 16 καὶ ἔβαλεν καθήμενος ἐπὶτῆς νεφέλης τὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἐθερίσθη γῆ.
17 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ, ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ. 18 καὶ ἄλλοςἄγγελοςἐκ τοῦ θυσιαστηρίου, ⸀§ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός, καὶ ἐφώνησενφωνῇ*μεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξὺ λέγων· Πέμψον σου τὸ δρέπανον τὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυας τῆς ἀμπέλου τῆς γῆς, ὅτι ἤκμασαν αἱ σταφυλαὶ αὐτῆς. 19 καὶ ἔβαλεν ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐτρύγησεν τὴν ἄμπελον τῆς γῆς, καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ θεοῦ τὸν μέγαν. 20 καὶ ἐπατήθη ληνὸς ἔξωθεν τῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων ἀπὸ σταδίων χιλίων ἑξακοσίων.
* 14:1 ἑστὸς WH Treg NA28 ] ἑστηκὸς RP 14:1 αὐτοῦ WH Treg NA28 ] + ἀριθμός RP 14:3 ὡς WH Treg NA28 ] – NIV RP § 14:4 ⸀οὗτοι WH Treg NA28 ] + εἰσιν RP * 14:4 ὑπάγῃ NA28 RP ] ὑπάγει WH Treg 14:4 ⸁οὗτοι WH Treg NA28 ] + ὑπὸ Ἰησοῦ RP 14:5 ἐν … αὐτῶν οὐχ εὑρέθη WH Treg NA28 ] οὐχ εὑρέθη ἐν … αὐτῶν RP § 14:5 ἄμωμοί WH NA28 ] + γάρ Treg RP * 14:6 ἄλλον WH Treg NA28 ] – RP 14:6 ἐπὶ WH Treg NA28 ] – RP 14:7 θεὸν WH Treg NA28 ] κύριον RP § 14:7 τῷ ποιήσαντι WH Treg NA28 ] αὐτὸν τὸν ποιήσαντα RP * 14:7 καὶ WH Treg NA28 ] + τὴν RP 14:8 δεύτερος ἄγγελος WH Treg RP ] ἄγγελος δεύτερος NA28 14:8 ἔπεσεν WH Treg NA28 ] – RP § 14:8 ἣ WH Treg NA28 ] – RP * 14:10 ἀγγέλων ἁγίων WH Treg NA28 ] τῶν ἁγίων ἀγγέλων RP 14:13 ναί, λέγει WH Treg NA28 ] λέγει Ναί RP 14:13 ἀναπαήσονται WH Treg NA28 ] ἀναπαύσωνται RP § 14:13 γὰρ WH Treg NA28 ] δὲ RP * 14:14 υἱὸν WH NA28 ] υἱῷ Treg RP 14:16 τῆς νεφέλης WH Treg NA28 ] τὴν νεφέλην RP 14:18 ἄγγελος Holmes WHmarg ] + ἐξῆλθεν WH Treg NA28 RP § 14:18 ὁ WH NA28 ] – Treg RP * 14:18 φωνῇ WH Treg NA28 ] κραυγῇ RP