13
Καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον, ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτά, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦὀνόματα*βλασφημίας. καὶ τὸ θηρίον εἶδον ἦν ὅμοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος. καὶ ἔδωκεν αὐτῷ δράκων τὴν δύναμιν αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ καὶ ἐξουσίαν μεγάλην. καὶ μίαν ἐκ τῶν κεφαλῶν αὐτοῦὡςἐσφαγμένην εἰς θάνατον, καὶ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη. καὶ ⸀ἐθαυμάσθηὅλη γῆ§ ὀπίσω τοῦ θηρίου, καὶ προσεκύνησαν τῷ δράκοντιὅτι ἔδωκεν* τὴν ἐξουσίαν τῷ θηρίῳ, καὶ προσεκύνησαν τῷ θηρίῳ λέγοντες· Τίς ὅμοιος τῷ θηρίῳ, καὶ τίςδύναταιπολεμῆσαι μετʼ αὐτοῦ;
Καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶβλασφημίας καὶ ἐδόθη αὐτῷἐξουσία§ποιῆσαι μῆνας ⸀τεσσεράκοντα*δύο. καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ εἰςβλασφημίαςπρὸς τὸν θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ, τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας. καὶ ἐδόθη αὐτῷ ποιῆσαι πόλεμον μετὰ τῶν ἁγίων καὶ νικῆσαι αὐτούς, καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος. καὶ προσκυνήσουσιναὐτὸνπάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ⸀οὗ§οὐ γέγραπται τὸ ὄνομααὐτοῦ*ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου.
Εἴ τις ἔχει οὖς ἀκουσάτω. 10 εἴ τιςεἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν ὑπάγει· εἴ τις ἐν μαχαίρῃ ⸀ἀποκτανθῆναιαὐτὸν ἐν μαχαίρῃ ἀποκτανθῆναι. ὧδέ ἐστιν ὑπομονὴ καὶ πίστις τῶν ἁγίων.
11 Καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχεν κέρατα δύο ὅμοια ἀρνίῳ, καὶ ἐλάλει ὡς δράκων. 12 καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ§ἐνώπιον αὐτοῦ. καὶποιεῖ τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας ἵναπροσκυνήσουσιν*τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη πληγὴ τοῦ θανάτου αὐτοῦ. 13 καὶ ποιεῖ σημεῖα μεγάλα, ⸂ἵνα καὶ πῦρ ποιῇ ἐκ τοῦ οὐρανοῦκαταβαίνειν εἰς τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων. 14 καὶ πλανᾷτοὺς§κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ, ⸂ὃς ἔχει* τὴν πληγὴντῆς μαχαίρης καὶ ἔζησεν. 15 καὶ ἐδόθηαὐτῷδοῦναι πνεῦμα§ τῇ εἰκόνι τοῦ θηρίου, ἵνα*καὶ λαλήσῃ εἰκὼν τοῦ θηρίου καὶ ποιήσῃἵνα ὅσοι ἐὰν μὴ προσκυνήσωσιν τῇ εἰκόνι τοῦ θηρίου ἀποκτανθῶσιν. 16 καὶ ποιεῖ πάντας, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵναδῶσιναὐτοῖςχάραγμαἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς ἐπὶ τὸ μέτωπον αὐτῶν, 17 καὶ ἵνα μή τιςδύνηται§ἀγοράσαι πωλῆσαι εἰ μὴ ἔχων τὸ χάραγμα, τὸ ὄνομα τοῦ θηρίου τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ. 18 ὧδε σοφία ἐστίν· ἔχων νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου, ἀριθμὸς γὰρ ἀνθρώπου ἐστίν· καὶ ἀριθμὸςαὐτοῦ*⸂ἑξακόσιοι ἑξήκοντα ἕξ.
* 13:1 ὀνόματα WH Treg RP NA28 ] ὄνομα NIV 13:3 ὡς WH Treg NA28 ] ὡσεὶ RP 13:3 ἐθαυμάσθη WH Treg NA28 ] ἐθαύμασεν RP § 13:3 ὅλη ἡ γῆ WH NA28 RP ] ἐν ὅλῃ τῇ γῇ Treg * 13:4 ὅτι ἔδωκεν WH Treg NA28 ] τῷ δεδωκότι RP 13:4 δύναται WH Treg NA28 ] δύνατος RP 13:5 βλασφημίας WH Treg NA28 ] βλασφημίαν RP § 13:5 ἐξουσία WH Treg NA28 ] + πόλεμον RP * 13:5 τεσσεράκοντα Treg RP ] + καὶ WH NA28 13:6 βλασφημίας WH Treg NA28 ] βλασφημίαν RP 13:8 αὐτὸν WH Treg NA28 ] αὐτῷ RP § 13:8 οὗ WH Treg NA28 ] ὧν RP * 13:8 αὐτοῦ WH Treg NA28 ] – RP 13:10 εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν WH NA28 ] εἰς αἰχμαλωσίαν Treg; ἔχει αἰχμαλωσίαν RP 13:10 ἀποκτανθῆναι NA28 ] ἀποκτενεῖ δεῖ WH Treg RP § 13:12 ποιεῖ WH Treg NA28 ] ἐποίει RP * 13:12 προσκυνήσουσιν WH Treg NA28 ] προσκυνήσωσιν RP 13:13 ἵνα καὶ πῦρ ποιῇ WH Treg NA28 ] καὶ πῦρ ἵνα RP 13:13 καταβαίνειν εἰς WH Treg NA28 ] καταβαίνῃ ἐπὶ RP § 13:14 τοὺς WH Treg NA28 ] + ἐμοὺς τοὺς RP * 13:14 ὃς ἔχει WH Treg NA28 ] ὃ εἶχεν RP 13:14 τῆς μαχαίρης καὶ ἔζησεν WH Treg NA28 ] καὶ ἔζησεν ἀπὸ τῆς μαχαίρης RP 13:15 αὐτῷ Treg NA28 RP ] αὐτῇ WH § 13:15 δοῦναι πνεῦμα WH Treg NA28 ] πνεῦμα δοῦναι RP * 13:15 ἵνα WH Treg NA28 ] – RP 13:16 δῶσιν WH Treg NA28 ] δώσωσιν RP 13:16 χάραγμα WH Treg NA28 ] χαράγματα RP § 13:17 δύνηται WH Treg NA28 ] δύναται RP * 13:18 αὐτοῦ WH NA28 ] + ἐστὶν Treg RP 13:18 ἑξακόσιοι ἑξήκοντα ἕξ WH NA28 ] ἑξακόσια ἑξήκοντα ἕξ RP; χξϛʹ Treg