3
Ταύτην ἤδη, ἀγαπητοί, δευτέραν ὑμῖν γράφω ἐπιστολήν, ἐν αἷς διεγείρω ὑμῶν ἐν ὑπομνήσει τὴν εἰλικρινῆ διάνοιαν, μνησθῆναι τῶν προειρημένων ῥημάτων ὑπὸ τῶν ἁγίων προφητῶν καὶ τῆς τῶν ἀποστόλων ὑμῶν ἐντολῆς τοῦ κυρίου καὶ σωτῆρος, τοῦτο πρῶτον γινώσκοντες ὅτι ἐλεύσονται ἐπʼἐσχάτων*τῶν ἡμερῶνἐν ἐμπαιγμονῇ ἐμπαῖκται κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτῶν πορευόμενοι καὶ λέγοντες· Ποῦ ἐστιν ἐπαγγελία τῆς παρουσίας αὐτοῦ; ἀφʼ ἧς γὰρ οἱ πατέρες ἐκοιμήθησαν, πάντα οὕτως διαμένει ἀπʼ ἀρχῆς κτίσεως. λανθάνει γὰρ αὐτοὺς τοῦτο θέλοντας ὅτι οὐρανοὶ ἦσαν ἔκπαλαι καὶ γῆ ἐξ ὕδατος καὶ διʼ ὕδατος συνεστῶσα τῷ τοῦ θεοῦ λόγῳ, διʼ ὧν τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο· οἱ δὲ νῦν οὐρανοὶ καὶ γῆ τῷαὐτῷ§λόγῳ τεθησαυρισμένοι εἰσὶν πυρὶ τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων.
Ἓν δὲ τοῦτο μὴ λανθανέτω ὑμᾶς, ἀγαπητοί, ὅτι μία ἡμέρα παρὰ κυρίῳ ὡς χίλια ἔτη καὶ χίλια ἔτη ὡς ἡμέρα μία. οὐ βραδύνεικύριος*τῆς ἐπαγγελίας, ὥς τινες βραδύτητα ἡγοῦνται, ἀλλὰ μακροθυμεῖ εἰςὑμᾶς μὴ βουλόμενός τινας ἀπολέσθαι ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι. 10 ἥξει δὲἡμέρακυρίου ὡςκλέπτης§ ἐν οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμεναλυθήσεται* καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα ⸀εὑρεθήσεται
11 Τούτωνοὕτωςπάντων λυομένων ποταποὺς δεῖ ὑπάρχειν ὑμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις, 12 προσδοκῶντας καὶ σπεύδοντας τὴν παρουσίαν τῆς τοῦ θεοῦ ἡμέρας, διʼ ἣν οὐρανοὶ πυρούμενοι λυθήσονται καὶ στοιχεῖα καυσούμενα τήκεται· 13 καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴν κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν, ἐν οἷς δικαιοσύνη κατοικεῖ.
14 Διό, ἀγαπητοί, ταῦτα προσδοκῶντες σπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνῃ, 15 καὶ τὴν τοῦ κυρίου ἡμῶν μακροθυμίαν σωτηρίαν ἡγεῖσθε, καθὼς καὶ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος κατὰ τὴνδοθεῖσαν αὐτῷ§ σοφίαν ἔγραψεν ὑμῖν, 16 ὡς καὶ ἐν πάσαιςταῖς*ἐπιστολαῖς λαλῶν ἐν αὐταῖς περὶ τούτων, ἐναἷςἐστιν δυσνόητά τινα, οἱ ἀμαθεῖς καὶ ἀστήρικτοιστρεβλοῦσινὡς καὶ τὰς λοιπὰς γραφὰς πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν. 17 ὑμεῖς οὖν, ἀγαπητοί, προγινώσκοντες φυλάσσεσθε ἵνα μὴ τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθέντες ἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ, 18 αὐξάνετε δὲ ἐν χάριτι καὶ γνώσει τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. αὐτῷ δόξα καὶ νῦν καὶ εἰς ἡμέραν αἰῶνος. ⸀ἀμήν§ ‘p /’ ‘/book’
* 3:3 ἐσχάτων WH Treg NA28 ] ἐσχάτου RP 3:3 ἐν ἐμπαιγμονῇ WH Treg NA28 ] – RP 3:6 διʼ ὧν WH Treg NA27 RP ] διʼ ὃν NA28 § 3:7 αὐτῷ WH NA28 ] αὐτοῦ Treg RP * 3:9 κύριος WH Treg NA28 ] ὁ κύριος RP 3:9 ὑμᾶς WH Treg NA28 ] ἡμᾶς RP 3:10 ἡμέρα WH Treg NA28 ] ἡ ἡμέρα RP § 3:10 κλέπτης WH Treg NA28 ] + ἐν νυκτί RP * 3:10 λυθήσεται WH Treg NA28 ] λυθήσονται RP 3:10 εὑρεθήσεται WH Treg NA27 ] κατακαήσεται RP; οὐχ εὑρεθήσεται em NA28 3:11 οὕτως WH NA28 ] οὖν Treg RP § 3:15 δοθεῖσαν αὐτῷ WH Treg NA28 ] αὐτῷ δοθεῖσαν RP * 3:16 ταῖς NA28 RP ] – WH Treg NA27 3:16 αἷς WH Treg NA28 ] οἷς RP 3:16 στρεβλοῦσιν WH Treg NA27 RP ] στρεβλώσουσιν NA28 § 3:18 ἀμήν Treg NA27 RP ] – WH NA28