2
Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι, ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν· καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις, διʼ οὓς ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται· καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται· οἷς τὸ κρίμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἀπώλεια αὐτῶν οὐ ⸀νυστάζει*
Εἰ γὰρ θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰσειραῖςζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους, καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξεν, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας, καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσαςκαταστροφῇκατέκρινεν, ὑπόδειγμα μελλόντωνἀσεβέσιν§τεθεικώς, καὶ δίκαιον Λὼτ καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς ἐρρύσατο βλέμματι γὰρ καὶ ἀκοῇ*δίκαιος ἐγκατοικῶν ἐν αὐτοῖς ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν οἶδεν κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν, 10 μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους καὶ κυριότητος καταφρονοῦντας.
Τολμηταί, αὐθάδεις, δόξας οὐ τρέμουσιν, βλασφημοῦντες, 11 ὅπου ἄγγελοι ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες οὐ φέρουσιν κατʼαὐτῶνβλάσφημον κρίσιν. 12 οὗτοι δέ, ὡς ἄλογα ζῷα ⸂γεγεννημένα φυσικὰ εἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσιν βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶνκαὶ φθαρήσονται§, 13 ⸀ἀδικούμενοι*μισθὸν ἀδικίας· ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι ἐντρυφῶντες ἐν ταῖςἀπάταιςαὐτῶν συνευωχούμενοι ὑμῖν, 14 ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶἀκαταπαύστουςἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχοντες, κατάρας τέκνα, 15 καταλιπόντες§εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦΒοσὸρ*ὃς μισθὸν ἀδικίας ἠγάπησεν 16 ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον ἐκώλυσεν τὴν τοῦ προφήτου παραφρονίαν.
17 Οὗτοί εἰσιν πηγαὶ ἄνυδροικαὶ ὁμίχλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ζόφος τοῦσκότουςτετήρηται. 18 ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκὸς ἀσελγείαις τοὺς ⸀ὀλίγως§⸀ἀποφεύγοντας*τοὺς ἐν πλάνῃ ἀναστρεφομένους, 19 ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· γάρ τις ἥττηται, τούτῳκαὶδεδούλωται. 20 εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦκυρίουκαὶ σωτῆρος Ἰησοῦ Χριστοῦ τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. 21 κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἐπιγνοῦσινὑποστρέψαι§ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς· 22 συμβέβηκεν*αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας· Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καί· Ὗς λουσαμένη εἰς ⸀κυλισμὸνβορβόρου.
* 2:3 νυστάζει WH Treg NA28 ] νυστάξει RP 2:4 σειραῖς RP NA28 ] σιροις WH Treg NIV 2:6 καταστροφῇ Treg NA28 RP ] – WH NIV § 2:6 ἀσεβέσιν WH NA27 ] ἀσεβεῖν Treg NA28 RP * 2:8 ὁ Treg NA28 RP ] – WH 2:11 αὐτῶν Holmes WHmarg ] + παρὰ κυρίῳ WH Treg NA28 RP; + παρὰ κυρίου NA27 2:12 γεγεννημένα φυσικὰ WH Treg NA28 ] φυσικὰ γεγενημένα RP § 2:12 καὶ φθαρήσονται WH Treg NA28 ] καταφθαρήσονται RP * 2:13 ἀδικούμενοι WH NA28 ] κομιούμενοι Treg RP 2:13 ἀπάταις WH NA28 RP ] ἀγάπαις Treg 2:14 ἀκαταπαύστους Treg NA28 RP ] ἀκαταπάστους WH § 2:15 καταλιπόντες Treg NA28 RP ] καταλείποντες WH NA27 * 2:15 Βοσὸρ Treg RP NA28 ] Βεὼρ WH NIV 2:17 καὶ ὁμίχλαι WH Treg NA28 ] νεφέλαι RP 2:17 σκότους WH Treg NA28 ] + εἰς αἰῶνα RP § 2:18 ὀλίγως WH Treg NA27 ] ὄντως NA28 RP * 2:18 ἀποφεύγοντας WH Treg NA28 ] ἀποφυγόντας RP 2:19 καὶ Treg RP ] – WH NA28 2:20 κυρίου WH Treg NA28 RP ] + ἡμῶν NA27 § 2:21 ὑποστρέψαι WH Treg NA28 ] ἐπιστρέψαι RP * 2:22 συμβέβηκεν WH Treg NA28 ] + δὲ RP 2:22 κυλισμὸν WH Treg NA28 ] κύλισμα RP