14
1 Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν θεόν, καὶ εἰς ἐμὲ πιστεύετε. 2 ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν ⸀ὅτι* πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν· 3 καὶ† ἐὰν πορευθῶ ⸀καὶ ἑτοιμάσω ⸂τόπον ὑμῖν‡, πάλιν ἔρχομαι καὶ παραλήμψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε. 4 καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε ⸂τὴν ὁδόν§. 5 λέγει αὐτῷ Θωμᾶς· Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· ⸀πῶς* ⸂δυνάμεθα τὴν ὁδὸν εἰδέναι† ; 6 λέγει αὐτῷ ⸀ὁ‡ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ διʼ ἐμοῦ. 7 εἰ ⸀ἐγνώκειτέ§ με, καὶ τὸν πατέρα μου ⸂ἂν ᾔδειτε* · ⸀ἀπʼ† ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε ⸀αὐτόν‡
8 Λέγει αὐτῷ Φίλιππος· Κύριε, δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν. 9 λέγει αὐτῷ ὁ Ἰησοῦς· ⸂Τοσούτῳ χρόνῳ§ μεθʼ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα· ⸀πῶς* σὺ λέγεις· Δεῖξον ἡμῖν τὸν πατέρα; 10 οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν; τὰ ῥήματα ἃ ἐγὼ ⸀λέγω† ὑμῖν ἀπʼ ἐμαυτοῦ οὐ λαλῶ, ὁ δὲ ⸀πατὴρ‡ ἐν ἐμοὶ ⸀μένων§ ποιεῖ τὰ ἔργα ⸀αὐτοῦ* 11 πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ ⸀πιστεύετε† 12 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν ⸀πατέρα‡ πορεύομαι· 13 καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ· 14 ἐάν τι αἰτήσητέ ⸀με§ ἐν τῷ ὀνόματί μου ⸀ἐγὼ* ποιήσω.
15 Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς ⸀τηρήσετε† 16 κἀγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν ἵνα ⸀ᾖ‡ μεθʼ ὑμῶν εἰς τὸν ⸀αἰῶνα§ 17 τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ ⸀γινώσκει* ⸀ὑμεῖς† γινώσκετε αὐτό, ὅτι παρʼ ὑμῖν μένει καὶ ἐν ὑμῖν ⸀ἔσται‡
18 Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς, ἔρχομαι πρὸς ὑμᾶς. 19 ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με, ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς ⸀ζήσετε§ 20 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ⸂γνώσεσθε ὑμεῖς* ὅτι ἐγὼ ἐν τῷ πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν. 21 ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, κἀγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν. 22 λέγει αὐτῷ Ἰούδας, οὐχ ὁ Ἰσκαριώτης· Κύριε, ⸀τί† γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν καὶ οὐχὶ τῷ κόσμῳ; 23 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ἐάν τις ἀγαπᾷ με τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρʼ αὐτῷ ⸀ποιησόμεθα‡ 24 ὁ μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ· καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμὸς ἀλλὰ τοῦ πέμψαντός με πατρός.
25 Ταῦτα λελάληκα ὑμῖν παρʼ ὑμῖν μένων· 26 ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ⸀ὑμῖν§ 27 εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν ἐγὼ δίδωμι ὑμῖν. μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω. 28 ἠκούσατε ὅτι* ἐγὼ εἶπον ὑμῖν· Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς. εἰ ἠγαπᾶτέ με ἐχάρητε ἄν, ⸀ὅτι πορεύομαι πρὸς τὸν πατέρα, ὅτι ὁ ⸀πατὴρ† μείζων μού ἐστιν. 29 καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι, ἵνα ὅταν γένηται πιστεύσητε. 30 οὐκέτι πολλὰ λαλήσω μεθʼ ὑμῶν, ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων· καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν, 31 ἀλλʼ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα, καὶ καθὼς ⸀ἐνετείλατο‡ μοι ὁ πατὴρ οὕτως ποιῶ. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.
* 14:2 ὅτι WH Treg NA28 ] – RP † 14:3 καὶ WH Treg NA28 ] – RP ‡ 14:3 τόπον ὑμῖν WH Treg NA28 ] ὑμῖν τόπον RP § 14:4 τὴν ὁδόν WH Treg NA28 ] καὶ τὴν ὁδὸν οἴδατε RP * 14:5 πῶς WH Treg NA28 ] καὶ πῶς RP † 14:5 δυνάμεθα τὴν ὁδὸν εἰδέναι NA28 RP ] οἴδαμεν τὴν ὁδὸν WH Treg ‡ 14:6 ὁ Treg NA28 RP ] – WH § 14:7 ἐγνώκειτέ WH Treg NIV RP ] ἐγνώκατέ NA28 * 14:7 ἂν ᾔδειτε WH Treg NIV ] ἐγνώκειτε ἄν RP; γνώσεσθε NA28 † 14:7 ἀπʼ WH Treg ] καὶ ἀπʼ NA28 RP ‡ 14:7 αὐτόν Treg NA28 RP ] – WH § 14:9 Τοσούτῳ χρόνῳ NA28 ] Τοσοῦτον χρόνον WH Treg RP * 14:9 πῶς WH NA28 ] καὶ πῶς Treg RP † 14:10 λέγω WH Treg NA28 ] λαλῶ RP ‡ 14:10 πατὴρ WH NA28 ] + ὁ Treg RP § 14:10 μένων WH Treg NA28 ] + αὐτὸς RP * 14:10 αὐτοῦ WH Treg NA28 ] – RP † 14:11 πιστεύετε WH NA28 ] + μοι Treg RP ‡ 14:12 πατέρα WH Treg NA28 ] + μου RP § 14:14 με WH NA28 RP ] – Treg * 14:14 ἐγὼ Treg NA28 RP ] τοῦτο WH † 14:15 τηρήσετε WH Treg NA28 ] τηρήσατε RP ‡ 14:16 ᾖ WH Treg ] – NA28; + μένῃ RP § 14:16 αἰῶνα WH Treg RP ] + ᾖ NA28 * 14:17 γινώσκει WH NA28 ] + αὐτό Treg RP † 14:17 ὑμεῖς WH NA28 ] + δὲ Treg RP ‡ 14:17 ἔσται NA28 RP ] ἐστίν WH Treg § 14:19 ζήσετε WH Treg NA28 ] ζήσεσθε RP * 14:20 γνώσεσθε ὑμεῖς NA28 RP ] ὑμεῖς γνώσεσθε WH Treg † 14:22 τί WH Treg ] καὶ τί NA28 RP ‡ 14:23 ποιησόμεθα WH Treg NA28 ] ποιήσομεν RP § 14:26 ὑμῖν Treg RP ] + ἐγώ WH NA28 * 14:28 ὅτι WH Treg NA28 ] + εἶπον RP † 14:28 πατὴρ WH Treg NA28 ] + μου RP ‡ 14:31 ἐνετείλατο NA28 RP ] ἐντολὴν ἔδωκέν WH Treg