13
1 Πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ Ἰησοῦς ὅτι ⸀ἦλθεν* αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ εἰς τέλος ἠγάπησεν αὐτούς. 2 καὶ δείπνου ⸀γινομένου† τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ⸂ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος ⸀Ἰσκαριώτου⸃,‡ § 3 ⸀εἰδὼς* ὅτι πάντα ⸀ἔδωκεν† αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει, 4 ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν· 5 εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος. 6 ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον. ⸀λέγει‡ ⸀αὐτῷ§ Κύριε, σύ μου νίπτεις τοὺς πόδας; 7 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα. 8 λέγει αὐτῷ Πέτρος· Οὐ μὴ νίψῃς ⸂μου τοὺς πόδας* εἰς τὸν αἰῶνα. ἀπεκρίθη ⸂Ἰησοῦς αὐτῷ† · Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετʼ ἐμοῦ. 9 λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, μὴ τοὺς πόδας μου μόνον ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν. 10 λέγει αὐτῷ ⸀ὁ‡ Ἰησοῦς· Ὁ λελουμένος ⸂οὐκ ἔχει χρείαν§ ⸂εἰ μὴ* τοὺς πόδας νίψασθαι, ἀλλʼ ἔστιν καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλʼ οὐχὶ πάντες. 11 ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν ⸀ὅτι† Οὐχὶ πάντες καθαροί ἐστε.
12 Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν ⸀καὶ‡ ἔλαβεν τὰ ἱμάτια αὐτοῦ ⸂καὶ ἀνέπεσεν§, πάλιν εἶπεν αὐτοῖς· Γινώσκετε τί πεποίηκα ὑμῖν; 13 ὑμεῖς φωνεῖτέ με Ὁ διδάσκαλος καὶ Ὁ κύριος, καὶ καλῶς λέγετε, εἰμὶ γάρ. 14 εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας· 15 ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν καὶ ὑμεῖς ποιῆτε. 16 ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. 17 εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά. 18 οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα ⸀τίνας* ἐξελεξάμην· ἀλλʼ ἵνα ἡ γραφὴ πληρωθῇ· Ὁ τρώγων ⸀μου† τὸν ἄρτον ἐπῆρεν ἐπʼ ἐμὲ τὴν πτέρναν αὐτοῦ. 19 ἀπʼ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα ⸂πιστεύσητε ὅταν γένηται‡ ὅτι ἐγώ εἰμι. 20 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ λαμβάνων ⸀ἄν§ τινα πέμψω ἐμὲ λαμβάνει, ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με.
21 Ταῦτα εἰπὼν ⸀ὁ* Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. 22 ⸀ἔβλεπον† εἰς ἀλλήλους οἱ μαθηταὶ ἀπορούμενοι περὶ τίνος λέγει. 23 ⸀ἦν‡ ἀνακείμενος εἷς ⸀ἐκ§ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς· 24 νεύει οὖν τούτῳ Σίμων Πέτρος ⸂πυθέσθαι τίς ἂν εἴη* περὶ οὗ λέγει. 25 ⸀ἀναπεσὼν† ἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ· Κύριε, τίς ἐστιν; 26 ⸀ἀποκρίνεται‡ ὁ Ἰησοῦς· Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ ⸀βάψω§ τὸ ψωμίον ⸂καὶ δώσω αὐτῷ* · ⸂βάψας οὖν† τὸ ⸀ψωμίον‡ δίδωσιν Ἰούδᾳ Σίμωνος ⸀Ἰσκαριώτου§ 27 καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ * Σατανᾶς. λέγει οὖν αὐτῷ ⸀ὁ Ἰησοῦς· Ὃ ποιεῖς ποίησον τάχιον. 28 τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ· 29 τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον ⸀εἶχεν† Ἰούδας, ὅτι λέγει αὐτῷ ⸀ὁ‡ Ἰησοῦς· Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν, ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ. 30 λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος ⸂ἐξῆλθεν εὐθύς§. ἦν δὲ νύξ.
31 Ὅτε ⸀οὖν* ἐξῆλθεν ⸀λέγει† Ἰησοῦς· Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ· 32 ⸂εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ‡ ⸃ καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν ⸀αὑτῷ§ καὶ εὐθὺς δοξάσει αὐτόν. 33 τεκνία, ἔτι μικρὸν μεθʼ ὑμῶν εἰμι· ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι Ὅπου ⸂ἐγὼ ὑπάγω* ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι. 34 ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους. 35 ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.
36 Λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, ποῦ ὑπάγεις; ⸀ἀπεκρίθη† Ἰησοῦς· Ὅπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ⸂ἀκολουθήσεις δὲ ὕστερον‡. 37 λέγει αὐτῷ ⸀ὁ§ Πέτρος· Κύριε, διὰ τί οὐ δύναμαί σοι ⸀ἀκολουθῆσαι* ἄρτι; τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω. 38 ⸀ἀποκρίνεται† Ἰησοῦς· Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; ἀμὴν ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσῃ ἕως οὗ ⸀ἀρνήσῃ‡ με τρίς.
* 13:1 ἦλθεν WH Treg NA28 ] ἐλήλυθεν RP † 13:2 γινομένου WH Treg NA28 ] γενομένου RP ‡ 13:2 ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκ. WH Treg NA28 ] Ἰούδα Σίμωνος Ἰσκ. ἵνα αὐτὸν παραδῷ RP § 13:2 Ἰσκαριώτου NA28 RP ] Ἰσκαριώτης WH Treg * 13:3 εἰδὼς WH Treg NA28 ] + ὁ Ἰησοῦς RP † 13:3 ἔδωκεν WH Treg NA28 ] δέδωκεν RP ‡ 13:6 λέγει WH Treg NA28 ] καὶ λέγει RP § 13:6 αὐτῷ WH NA28 ] + ἐκεῖνος Treg RP * 13:8 μου τοὺς πόδας WH Treg NA28 ] τοὺς πόδας μου RP † 13:8 Ἰησοῦς αὐτῷ WH Treg NA28 ] αὐτῷ ὁ Ἰησοῦς RP ‡ 13:10 ὁ Treg NA28 RP ] – WH § 13:10 οὐκ ἔχει χρείαν WH Treg NA28 ] οὐ χρείαν ἔχει RP * 13:10 εἰ μὴ WH Treg NA28 ] ἢ RP † 13:11 ὅτι WH Treg NA28 ] – RP ‡ 13:12 καὶ WH Treg RP NA28 ] – NIV § 13:12 καὶ ἀνέπεσεν WH Treg NA28 ] ἀναπεσὼν RP * 13:18 τίνας WH Treg NA28 ] οὓς RP † 13:18 μου WH Treg NA28 ] μετʼ ἐμοῦ RP ‡ 13:19 πιστεύσητε ὅταν γένηται NA28 ] πιστεύητε ὅταν γένηται WH Treg; ὅταν γένηται πιστεύσητε RP § 13:20 ἄν WH Treg NA28 ] ἐάν RP * 13:21 ὁ NA28 RP ] – WH Treg † 13:22 ἔβλεπον WH NA28 ] + οὖν RP Treg ‡ 13:23 ἦν WH Treg NA28 ] + δὲ RP § 13:23 ἐκ WH Treg NA28 ] – RP * 13:24 πυθέσθαι τίς ἂν εἴη NA28 RP ] καὶ λέγει αὐτῷ Εἰπὲ τίς ἐστιν WH Treg † 13:25 ἀναπεσὼν WH Treg ] ἀναπεσὼν οὖν NA28; ἐπιπεσὼν δὲ RP ‡ 13:26 ἀποκρίνεται Treg NA28 RP ] + οὖν WH § 13:26 βάψω WH Treg NA28 ] βάψας RP * 13:26 καὶ δώσω αὐτῷ WH Treg NA28 ] ἐπιδώσω RP † 13:26 βάψας οὖν WH Treg NA28 ] καὶ ἐμβάψας RP ‡ 13:26 ψωμίον NIV RP ] + λαμβάνει καὶ WH Treg NA28 § 13:26 Ἰσκαριώτου WH Treg NA28 ] Ἰσκαριώτῃ RP * 13:27 ὁ NA28 RP ] – WH Treg † 13:29 εἶχεν WH Treg NA28 ] + ὁ RP ‡ 13:29 ὁ Treg NA28 RP ] – WH § 13:30 ἐξῆλθεν εὐθύς WH Treg NA28 ] εὐθέως ἐξῆλθεν RP * 13:31 οὖν WH Treg NA28 ] – RP † 13:31 λέγει WH Treg NA28 ] + ὁ RP ‡ 13:32 εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ Treg NA28 RP ] – WH § 13:32 αὑτῷ WH ] αὐτῷ Treg NA28; ἑαυτῷ RP * 13:33 ἐγὼ ὑπάγω WH Treg NA28 ] ὑπάγω ἐγὼ RP † 13:36 ἀπεκρίθη WH Treg NIV ] + αὐτῷ ὁ RP; + αὐτῷ NA28 ‡ 13:36 ἀκολουθήσεις δὲ ὕστερον WH Treg NA28 ] ὕστερον δὲ ἀκολουθήσεις μοι RP § 13:37 ὁ WH Treg NA28 ] – RP * 13:37 ἀκολουθῆσαι NA28 RP ] ἀκολουθεῖν WH Treg † 13:38 ἀποκρίνεται WH Treg NA28 ] Ἀπεκρίθη αὐτῷ ὁ RP ‡ 13:38 ἀρνήσῃ WH Treg NA28 ] ἀπαρνήσῃ RP