2
Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχωὑπὲρ*ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ ὅσοι οὐχ ἑόρακαν τὸ πρόσωπόν μου ἐν σαρκί, ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν, ⸀συμβιβασθέντεςἐν ἀγάπῃ καὶ εἰςπᾶν πλοῦτος τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦθεοῦ§ Χριστοῦ, ἐν εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίαςκαὶ*γνώσεως ἀπόκρυφοι. τοῦτολέγω ἵναμηδεὶςὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ. εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν.
Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν κύριον, ἐν αὐτῷ περιπατεῖτε, ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ καὶβεβαιούμενοι§τῇ πίστει καθὼς ἐδιδάχθητε, ⸀περισσεύοντες*ἐν εὐχαριστίᾳ.
Βλέπετε μή τις ὑμᾶς ἔσται συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν· ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, 10 καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας, 11 ἐν καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦσώματοςτῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, 12 συνταφέντες αὐτῷ ἐν τῷ ⸀βαπτισμῷ ἐν καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ θεοῦ τοῦ ἐγείραντος αὐτὸνἐκ§νεκρῶν· 13 καὶ ὑμᾶς νεκροὺς ὄνταςἐν*τοῖς παραπτώμασιν καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν, συνεζωοποίησεν ὑμᾶς σὺν αὐτῷ· χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα, 14 ἐξαλείψας τὸ καθʼ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ· 15 ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ.
16 Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσειἐν πόσει ἐν μέρει ἑορτῆς νουμηνίας σαββάτων, 17  ἐστιν σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶματοῦΧριστοῦ. 18 μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ⸀§ἑόρακεν ἐμβατεύων, εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ, 19 καὶ οὐ κρατῶν τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ.
20 Εἰ ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε· 21 Μὴ ἅψῃ μηδὲ γεύσῃ μηδὲ θίγῃς, 22  ἐστιν πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων; 23 ἅτινά ἐστιν λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκίᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός.
* 2:1 ὑπὲρ WH Treg NA28 ] περὶ RP 2:2 συμβιβασθέντες WH Treg NA28 ] συμβιβασθέντων RP 2:2 πᾶν πλοῦτος WH NA28 ] πᾶν τὸ πλοῦτος Treg; πάντα πλοῦτον RP § 2:2 θεοῦ WH Treg NA28 ] + καὶ πατρὸς καὶ τοῦ RP * 2:3 καὶ WH Treg NA28 ] + τῆς RP 2:4 τοῦτο WH NA28 ] + δὲ Treg RP 2:4 μηδεὶς WH Treg NA28 ] μή τις RP § 2:7 βεβαιούμενοι WH Treg NA28 ] + ἐν RP * 2:7 περισσεύοντες Treg NA28 ] + ἐν αὐτῇ WH RP 2:11 σώματος WH Treg NA28 ] + τῶν ἁμαρτιῶν RP 2:12 βαπτισμῷ Treg NA28 ] βαπτίσματι WH RP § 2:12 ἐκ WH Treg NA28 ] + τῶν RP * 2:13 ἐν NA28 RP ] – WH Treg 2:16 ἢ Treg RP ] καὶ WH NA28 2:17 τοῦ WH Treg NA28 ] – RP § 2:18 ἃ WH Treg NA28 ] + μὴ RP