ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ
1
Παῦλος ἀπόστολοςΧριστοῦ Ἰησοῦ* διὰ θελήματος θεοῦ καὶ Τιμόθεος ἀδελφὸς τοῖς ἐν ⸀Κολοσσαῖςἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸςἡμῶν
Εὐχαριστοῦμεν τῷθεῷ§πατρὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πάντοτεπερὶ*ὑμῶν προσευχόμενοι, ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ καὶ τὴν ἀγάπηνἣν ἔχετε εἰς πάντας τοὺς ἁγίους διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς, ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ εὐαγγελίου τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷκόσμῳἐστὶν καρποφορούμενον καὶ αὐξανόμενον καθὼς καὶ ἐν ὑμῖν, ἀφʼ ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ θεοῦ ἐν ἀληθείᾳ· καθὼς§ἐμάθετε ἀπὸ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν* ὅς ἐστιν πιστὸς ὑπὲρἡμῶν διάκονος τοῦ Χριστοῦ, καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι.
Διὰ τοῦτο καὶ ἡμεῖς, ἀφʼ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ, 10 περιπατῆσαιἀξίως τοῦ κυρίου εἰς πᾶσαν ἀρεσκείαν ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοιτῇ ἐπιγνώσει τοῦ θεοῦ, 11 ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς, 12 εὐχαριστοῦντες τῷ πατρὶ τῷ ἱκανώσαντιὑμᾶς§εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί, 13 ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ, 14 ἐν ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν· 15 ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, 16 ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰπάντα*ἐν τοῖς οὐρανοῖςκαὶἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα διʼ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· 17 καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν, 18 καὶ αὐτός ἐστιν κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας· ὅςἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων, 19 ὅτι ἐν αὐτῷ εὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι 20 καὶ διʼ αὐτοῦ§ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, ⸂[διʼ αὐτοῦ]⸃ εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰἐν*τοῖς οὐρανοῖς· 21 καὶ ὑμᾶς ποτε ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς 22 νυνὶ δὲ ⸀ἀποκατηλλάγητεἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτουπαραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ, 23 εἴ γε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐνπάσῃκτίσει τῇ ὑπὸ τὸν οὐρανόν, οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος.
24 Νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ἐστιν ἐκκλησία, 25 ἧς ἐγενόμην ἐγὼ διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς πληρῶσαι τὸν λόγον τοῦ θεοῦ, 26 τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν,— ⸀νῦν§δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, 27 οἷς ἠθέλησεν θεὸς γνωρίσαι τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ⸀*ἐστιν Χριστὸς ἐν ὑμῖν, ἐλπὶς τῆς δόξης· 28 ὃν ἡμεῖς καταγγέλλομεν νουθετοῦντες πάντα ἄνθρωπον καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐνΧριστῷ 29 εἰς καὶ κοπιῶ ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει.
* 1:1 Χριστοῦ Ἰησοῦ WH Treg NA28 ] Ἰησοῦ Χριστοῦ RP 1:2 Κολοσσαῖς WH NA28 ] Κολασσαῖς Treg RP 1:2 ἡμῶν WH Treg NA28 ] + καὶ κυρίου Ἰησοῦ Χριστοῦ RP § 1:3 θεῷ WH NA28 ] + καὶ Treg RP * 1:3 περὶ WH NA28 RP ] ὑπὲρ Treg 1:4 ἣν ἔχετε WH Treg NA28 ] τὴν RP 1:6 κόσμῳ WH Treg NA28 ] + καὶ RP § 1:7 καθὼς WH Treg NA28 ] + καὶ RP * 1:7 ἡμῶν WH Treg NIV ] ὑμῶν RP NA28 1:10 περιπατῆσαι WH Treg NA28 ] + ὑμᾶς RP 1:10 τῇ ἐπιγνώσει WH Treg NA28 ] εἰς τὴν ἐπίγνωσιν RP § 1:12 ὑμᾶς WH NA28 ] ἡμᾶς Treg RP * 1:16 πάντα WH Treg NA28 ] + τὰ RP 1:16 καὶ WH NA28 ] + τὰ Treg RP 1:18 ἐστιν Treg NA28 RP ] + ἡ WH § 1:20 διʼ αὐτοῦ WH RP NA28 ] – Treg NIV * 1:20 ἐν WH Treg NA28 ] ἐπὶ RP 1:22 ἀποκατηλλάγητε Holmes ] ἀποκατήλλαξεν WH Treg NA28 RP 1:23 πάσῃ WH Treg NA28 ] + τῇ RP § 1:26 νῦν WH Treg NA28 ] νυνὶ RP * 1:27 ὅ WH Treg NA28 ] ὅς RP 1:28 Χριστῷ WH Treg NA28 ] + Ἰησοῦ RP