14
The Sanhedrin make plans
Ἦν δὲ τὸ Πάσχα καὶ τὰ Ἄζυμα μετὰ δύο ἡμέρας. Καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν. Ἔλεγον δέ,* «Μὴ ἐν τῇ ἑορτῇ, μήποτε θόρυβος ἔσται τοῦ λαοῦ
An anointing in Simon’s house
Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ, ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς. Καὶ συντρίψασα τὸ§ ἀλάβαστρον, κατέχεεν αὐτοῦ κατὰ* τῆς κεφαλῆς. Ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτοὺς καὶ λέγοντες· «Εἰς τί ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν; Ἠδύνατο γὰρ τοῦτο πραθῆναι ἐπάνω τριακοσίων δηναρίων§ καὶ δοθῆναι τοῖς πτωχοῖςΚαὶ ἐνεβριμῶντο αὐτῇ. δὲ Ἰησοῦς εἶπεν· «Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; Καλὸν ἔργον εἰργάσατο* ἐν ἐμοί. Πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾿ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε αὐτοὺς εὖ ποιῆσαι· ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. ἔσχεν§ αὕτη* ἐποίησεν. Προέλαβεν μυρίσαι μου τὸ σῶμα εἰς τὸν ἐνταφιασμόν. Ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν§ κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο* εἰς ὅλον τὸν κόσμον, καὶ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς
Judas is hired
10 Καὶ Ἰούδας Ἰσκαριώτης, εἷς τῶν δώδεκα, ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα παραδῷ αὐτὸν§ αὐτοῖς. 11 Οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύρια* δοῦναι. Καὶ ἐζήτει πῶς εὐκαίρως αὐτὸν παραδῷ.
The upper room is made ready
12 Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ Πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, «Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσομεν,§ ἵνα φάγῃς τὸ Πάσχα 13 Καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· «Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ. 14 Καὶ ὅπου ἐὰν εἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι διδάσκαλος λέγει, «Ποῦ ἐστιν τὸ κατάλυμα* ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;» › 15 Καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγεων μέγα ἐστρωμένον ἕτοιμον· ἐκεῖ ἑτοιμάσατε ἡμῖν 16 Καὶ ἐξῆλθον οἱ μαθηταὶ αὐτοῦ§ καὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς· καὶ ἡτοίμασαν τὸ Πάσχα.
The last night—begins Thursday evening, 04/04/30 AD, and ends the next morning
17 Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα.
The traitor identified
18 Καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων, εἶπεν Ἰησοῦς,* «Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ἐσθίων μετ᾿ ἐμοῦ 19 Οἱ δὲ ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς καθ᾿ εἷς, «Μήτι ἐγώΚαὶ ἄλλος, «Μήτι ἐγώ§ 20  δὲ ἀποκριθεὶς* εἶπεν αὐτοῖς· «Εἷς ἐκ τῶν δώδεκα, ἐμβαπτόμενος μετ᾿ ἐμοῦ εἰς τὸ τρυβλίον. 21  μὲν Υἱὸς τοῦ Ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾿ οὗ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται· καλὸν ἦν§ αὐτῷ εἰ οὐκ ἐγεννήθη ἄνθρωπος ἐκεῖνος
Jesus institutes the Lord’s Supper
22 Καὶ ἐσθιόντων αὐτῶν, λαβὼν Ἰησοῦς* ἄρτον καὶ εὐλογήσας, ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπεν, «Λάβετε, φάγετε· τοῦτό ἐστιν τὸ σῶμά μου 23 Καὶ λαβὼν τὸ§ ποτήριον, εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες. 24 Καὶ εἶπεν αὐτοῖς· «Τοῦτό ἐστιν τὸ αἷμά μου, τὸ τῆς καινῆς* διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον. 25 Ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματος§ τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ 26 Καὶ ὑμνήσαντες, ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν.
Peter will deny Him
27 Καὶ λέγει αὐτοῖς Ἰησοῦς ὅτι «Πάντες σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ,* ὅτι γέγραπται· ‹Πατάξω τὸν Ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα.› 28 Μετὰ δὲ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς§ εἰς τὴν Γαλιλαίαν 29  δὲ Πέτρος ἔφη αὐτῷ, «Καὶ εἰ* πάντες σκανδαλισθήσονται, ἀλλ᾿ οὐκ ἐγώ 30 Καὶ λέγει αὐτῷ Ἰησοῦς, «Ἀμὴν λέγω σοι, ὅτι σύ, σήμερον, ἐν τῇ νυκτὶ ταύτῃ,§ πρὶν δὶς ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με* 31  δὲ ἐκ περισσοῦ ἔλεγεν§ μᾶλλον,* «Ἐάν με δέῃ συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσωμαι Ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.
The agony in Gethsemane
32 Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανῆ·§ καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ, «Καθίσατε ὧδε ἕως προσεύξομαι* 33 Καὶ παραλαμβάνει τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην μεθ᾿ ἑαυτοῦ,§ καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν. 34 Καὶ λέγει* αὐτοῖς· «Περίλυπός ἐστιν ψυχή μου, ἕως θανάτου. Μείνατε ὧδε καὶ γρηγορεῖτε 35 Καὶ προελθὼν μικρόν, ἔπεσεν§ ἐπὶ τῆς γῆς καὶ προσηύχετο ἵνα, εἰ δυνατόν ἐστιν, παρέλθῃ ἀπ᾿ αὐτοῦ ὥρα. 36 Καὶ ἔλεγεν· «Ἀββᾶ, Πατήρ, πάντα δυνατά σοι. Παρένεγκαι* τὸ ποτήριον ἀπ᾿ ἐμοῦ τοῦτο· ἀλλ᾿ οὐ τί ἐγὼ θέλω, ἀλλὰ τί σύ 37 Καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· «Σίμων, καθεύδεις; Οὐκ ἴσχυσας§ μίαν ὥραν γρηγορῆσαι; 38 Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε* εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, δὲ σὰρξ ἀσθενής 39 Καὶ πάλιν ἀπελθὼν προσηύξατο, τὸν αὐτὸν λόγον εἰπών. 40 Καὶ ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν καθεύδοντας, ἦσαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν καταβαρυνόμενοι·§ καὶ οὐκ ᾔδεισαν τί αὐτῷ ἀποκριθῶσιν.* 41 Καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς· «Καθεύδετε λοιπὸν καὶ ἀναπαύεσθε. Ἀπέχει· ἦλθεν ὥρα· ἰδού, παραδίδοται Υἱὸς τοῦ Ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν. 42 Ἐγείρεσθε, ἄγωμεν. Ἰδού, παραδιδούς με ἤγγικεν
The betrayal and arrest
43 Καὶ εὐθέως, ἔτι αὐτοῦ λαλοῦντος, παραγίνεται Ἰούδας,§ εἷς ὢν* τῶν δώδεκα, καὶ μετ᾿ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, παρὰ τῶν ἀρχιερέων καὶ τῶν§ γραμματέων καὶ τῶν πρεσβυτέρων. 44 Δεδώκει δὲ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς, λέγων, «Ὃν ἂν φιλήσω, αὐτός ἐστιν· κρατήσατε αὐτὸν καὶ ἀπαγάγετε* ἀσφαλῶς 45 Καὶ ἐλθών, εὐθέως προσελθὼν αὐτῷ λέγει αὐτῷ, «Ῥαββί, ῥαββί»· καὶ κατεφίλησεν αὐτόν. 46 Οἱ δὲ ἐπέβαλον ἐπ᾿ αὐτὸν τὰς χεῖρας αὐτῶν§ καὶ ἐκράτησαν αὐτόν. 47 Εἷς δέ τις* τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως, καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. 48 Καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτοῖς· «Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με. 49 Καθ᾿ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ, διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με. Ἀλλ᾿ ἵνα πληρωθῶσιν αἱ Γραφαί 50 Καὶ ἀφέντες αὐτὸν πάντες ἔφυγον.§
A curious case
51 Καὶ εἷς τις νεανίσκος* ἠκολούθησεν αὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ. Καὶ κρατοῦσιν αὐτὸν οἱ νεανίσκοι, 52  δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν ἀπ᾿ αὐτῶν.§
At Caiaphas’ house
53 Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα· καὶ συνέρχονται αὐτῷ* πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς. 54 Καὶ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ, ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως· καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς.
A farcical trial
55 Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ εὕρισκον. 56 Πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾿ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. 57 Καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ᾿ αὐτοῦ, λέγοντες 58 ὅτι «Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτιἘγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον, καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω.› » 59 Καὶ οὐδὲ οὕτως ἴση ἦν μαρτυρία αὐτῶν.
60 Καὶ ἀναστὰς ἀρχιερεὺς εἰς μέσον ἐπηρώτησεν§ τὸν Ἰησοῦν, λέγων· «Οὐκ ἀποκρίνῃ οὐδέν; Τί οὗτοί σου καταμαρτυροῦσιν 61  δὲ ἐσιώπα καὶ οὐδὲν ἀπεκρίνατο.* Πάλιν ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ, «Σὺ εἶ Χριστός, Υἱὸς τοῦ Εὐλογητοῦ 62  δὲ Ἰησοῦς εἶπεν· «Ἐγώ εἰμι, καὶ ὄψεσθε τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς Δυνάμεως, καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ 63  δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει· «Τί ἔτι χρείαν ἔχομεν μαρτύρων; 64 Ἠκούσατε§ τῆς βλασφημίας. Τί ὑμῖν φαίνεταιΟἱ δὲ πάντες κατέκριναν αὐτὸν εἶναι ἔνοχον* θανάτου. 65 Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν τὸ πρόσωπον αὐτοῦ καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ, «Προφήτευσον Καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔβαλλον.§
Peter’s denials
66 Καὶ ὄντος τοῦ Πέτρου ἐν τῇ αὐλῇ κάτω,* ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως. 67 Καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον, ἐμβλέψασα αὐτῷ λέγει, «Καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ Ἰησοῦ ἦσθα 68  δὲ ἠρνήσατο, λέγων, «Οὐκ οἶδα οὔτε§ ἐπίσταμαι τί σὺ* λέγειςΚαὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον, καὶ ἀλέκτωρ ἐφώνησεν. 69 Καὶ παιδίσκη ἰδοῦσα αὐτὸν πάλιν ἤρξατο λέγειν τοῖς παρεστηκόσιν§ ὅτι «Οὗτος ἐξ αὐτῶν ἐστιν 70  δὲ πάλιν ἠρνεῖτο. Καὶ μετὰ μικρόν, πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ, «Ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ, καὶ λαλιά σου ὁμοιάζει* 71  δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι «Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε 72 Καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν. Καὶ ἀνεμνήσθη Πέτρος τὸ ῥῆμα§ * εἶπεν αὐτῷ Ἰησοῦς ὅτι «Πρὶν ἀλέκτορα φωνῆσαι δίς, ἀπαρνήσῃ με τρίς Καὶ ἐπιβαλὼν ἔκλαιεν.
* 14:2 δε f35 A,W [99%] HF,RP,CP,TR,OC ¦ γαρ ℵB,C(D) [1%] NU 14:2 θορυβος εσται f35 A,W [97%] HF,RP,CP,TR,OC ¦ ~ 21 ℵB,C,D [1%] NU ¦ 1 γενηται [2%] ¦ one other variant 14:3 και f35 A,C(D)W [99.5%] HF,RP,CP,TR,OC ¦ — ℵB [0.5%] NU § 14:3 το f35 W [75%] HF,RP,CP,TR,OC ¦ τον ℵA,D [24%] ¦ την B,C [1%] NU * 14:3 κατα f35 A [98.5%] HF,RP,CP,TR,OC ¦ — ℵB,C,W [1.5%] NU ¦ επι D 14:4 και λεγοντες f35 A,W [98.5%] HF,RP,CP,TR ¦ 2 [0.5%] OC ¦ — (ℵ)B,C [1%] NU ¦ 1 ελεγον D 14:5 τουτο f35 [93%] HF,RP,CP,TR ¦ 1 το μυρον A,B,C [5%] OC,NU ¦ το μυρον 1 (D) [1.5%] ¦ το μυρον ℵ(W) § 14:5 τριακοσιων δηναριων f35 A,B [99%] HF,RP,CP,TR,OC ¦ ~ 21 ℵC,D,W [1%] NU * 14:6 ειργασατο f35 A,C [99%] HF,RP,CP,TR,OC ¦ ηργασατο ℵB,D,W [1%] NU 14:6 εν εμοι rell ¦ εις εμε [5%] TR 14:7 αυτους f35 A [96%] HF,RP,CP,TR,OC ¦ αυτοις B,C,D,W [4%] NU ¦ — ℵ § 14:8 εσχεν rell ¦ ειχεν W [10%] TR * 14:8 αυτη f35 A,D [97%] HF,RP,CP,TR,OC ¦ αιτη C ¦ — ℵB,W [3%] NU 14:8 μου το σωμα f35 A,C,W [97%] HF,RP,CP,TR,OC ¦ ~ 231 ℵB,D [3%] NU 14:9 αμην f35 A,C,W [70%] RP,TR,OC ¦ 1 δε ℵB,D [30%] HF,CP,NU ¦ 1 γαρ [0.5%] § 14:9 εαν rell ¦ αν D,W [10%] TR * 14:9 τουτο f35 A,C [98%] HF,RP,CP,TR,OC ¦ — ℵB,D,W [2%] NU 14:10 και f35 ℵA,B,C,D [50%] OC,NU ¦ 1 ο W [50%] HF,RP,CP,TR 14:10 ο ισκαριωτης f35 A,W [98%] HF,RP,CP,TR,OC ¦ ~ ισκαριωθ 1 B,C [0.5%] NU ¦ 2 (D) [1%] ¦ ισκαριωθ ℵ ¦ at least three further variants § 14:10 παραδω αυτον f35 A [97%] HF,RP,CP,TR,OC ¦ ~ 21 ℵ [2%] ¦ ~ 2 παραδοι B,C,NU ¦ παραδοι 2 (D)W [0.5%] * 14:11 αργυρια f35 A [40%] OC ¦ αργυριον ℵB,C,D,W [60%] HF,RP,CP,TR,NU 14:11 ευκαιρως αυτον f35 D [98%] HF,RP,CP,TR,OC ¦ ~ 21 ℵA,B,C,W [2%] NU 14:11 παραδω f35 ℵA [99.5%] HF,RP,CP,TR,OC ¦ παραδοι B,C,D,W [0.5%] NU § 14:12 ετοιμασομεν f35 [65%] HF,CP ¦ ετοιμασωμεν ℵA,B,C,D,W [35%] RP,TR,OC,NU * 14:14 καταλυμα f35 A [97%] HF,RP,CP,TR ¦ 1 μου ℵB,C,D,W [3%] OC,NU 14:15 ανωγεων f35 [30%] ¦ ανωγεον [39%] HF,RP,TR ¦ ανωγαιον [25%] CP,OC ¦ αναγαιον ℵA,B,C(D) [5%] NU ¦ αναγιον W ¦ at least three other variants 14:15 εκει f35 A,W [99%] HF,RP,CP,TR,OC ¦ και 1 B,C [1%] NU ¦ κακει ℵD § 14:16 αυτου f35 A,C,D,W [98%] HF,RP,CP,TR,OC ¦ — ℵB [2%] NU * 14:18 ειπεν ο ιησους f35 A,W [99%] HF,RP,CP,TR,OC ¦ ~ 231 ℵB,C [0.5%] NU ¦ λεγει 23 D [0.5%] 14:19 οι δε f35 A,D,W [99%] HF,RP,CP,TR,OC ¦ — ℵB [0.5%] NU ¦ και C 14:19 καθ εις f35 A,D,W [99%] HF,RP,CP,TR,OC ¦ κατα 1 ℵB [1%] NU ¦ εκαστος C § 14:19 και αλλος μητι εγω f35 D (88.1%) HF,RP,CP,TR,OC ¦ ειμι 1234 (2%) ¦ ειμι κυριε 1234 (A) (0.6%) ¦ ειμι 1234 ειμι (0.4%) ¦ 34 (0.3%) ¦ — ℵB,C,W (8.3%) NU ¦ six other variants (0.4%) * 14:20 αποκριθεις f35 A,W [99%] HF,RP,CP,TR,OC ¦ — ℵB,C,D [1%] NU 14:20 εκ f35 A,D [98.5%] HF,RP,CP,TR,OC ¦ — ℵB,C,W [1.5%] NU 14:20 τρυβλιον f35 A,C,D,W [99%] HF,RP,CP,TR,OC ¦ 1 οτι ℵB [0.5%] NU ¦ 1 και [0.5%] § 14:21 ην f35 ℵA,C,D [99.5%] HF,RP,CP,TR,OC ¦ — B,W [0.5%] NU * 14:22 ο ιησους f35 ℵA,C [99.5%] HF,RP,CP,TR,OC ¦ — B,D,W [0.5%] NU 14:22 και f35 [25%] CP ¦ — ℵA,B,C,D,W [75%] HF,RP,TR,OC,NU 14:22 φαγετε f35 [95%] HF,RP,CP,TR,OC ¦ — ℵA,B,C,D,W [5%] NU (OC is in small print) § 14:23 το f35 A,W [93%] HF,RP,CP,TR,OC ¦ — ℵB,C,D [7%] NU (OC is in small print) * 14:24 το της καινης f35 A (85.5%) HF,RP,CP,TR,OC ¦ 23 (13.7%) ¦ 2 ℵB,C (0.4%) NU ¦ 12 D,W (0.2%) ¦ one other variant 14:24 περι πολλων εκχυνομενον f35 [96%] HF,RP,CP,TR,OC ¦ 12 εκχυννομενον A [1%] ¦ υπερ 2 εκχυννομενον (D)W [0.5%] ¦ υπερ 23 [1%] ¦ ~ εκχυννομενον υπερ 2 ℵB,C [1%] NU 14:25 αμην rell ¦ 1 δε [30%] § 14:25 γενηματος f35 ℵA,B,C,W [75%] HF,RP,CP,OC,NU ¦ γεννηματος D,Nv [25%] TR * 14:27 εν εμοι εν τη νυκτι ταυτη f35 A,N,W [70%] HF,RP,CP,TR,OC ¦ 12 [0.5%] ¦ 3456 [0.5%] ¦ — ℵB,C,D [29%] NU 14:27 διασκορπισθησεται τα προβατα f35 [95%] HF,RP,CP,TR ¦ διασκορπισθησονται 23 A,N [3%] OC ¦ ~ 23 διασκορπισθησονται ℵB,C,D [1%] NU ¦ ~ 231 (W) [1%] 14:28 μετα δε f35 [20%] ¦ ~ αλλα 1 ℵA,B,D,N,W [79%] HF,RP,CP,TR,OC,NU ¦ ~ και 1 C ¦ αλλα και 1 [1%] § 14:28 υμας rell ¦ υμων CP * 14:29 και ει f35 A,N [94%] HF,RP,CP,TR,OC ¦ ~ 21 ℵB,C,W [5%] NU ¦ 2 εαν D ¦ καν [0.5%] 14:29 αλλ rell ¦ εν σοι 1 [3%] CP 14:30 συ f35 A,B,N,W [90%] HF,RP,CP,OC,NU ¦ — ℵC,D [10%] TR § 14:30 εν τη νυκτι ταυτη f35 A,N [97%] HF,RP,CP,TR,OC ¦ ~ 423 ℵB,C,D [1.5%] NU ¦ 234 W [1.5%] * 14:30 απαρνηση με f35 A,N [97%] HF,RP,CP,TR,OC ¦ ~ 21 B,C,D [2%] NU ¦ ~ 2 απαρνησει ℵ ¦ ~ 2 αρνηση W ¦ 1 [0.5%] 14:31 δε rell ¦ 1 πετρος A,C,N(W) [5%] OC 14:31 εκ περισσου f35 A,N [98%] HF,RP,CP,TR,OC ¦ εκπερισσως ℵB,C,D [1%] NU ¦ περισσως W [1%] § 14:31 ελεγεν f35 A,C,N,W [99%] HF,RP,CP,TR,OC ¦ ελαλει ℵB,D [1%] NU * 14:31 μαλλον f35 A,N(W) [98%] HF,RP,CP,TR,OC ¦ — ℵB,C,D [2%] NU 14:31 με δεη f35 C,D,W [95%] HF,RP,CP,TR,OC ¦ 1 η ℵ ¦ ~ 21 A,B,N [5%] NU 14:31 απαρνησωμαι f35 (ℵ) [80%] HF,RP,CP ¦ απαρνησομαι A,B,C,D,N,W [20%] TR,OC,NU § 14:32 γεθσημανη f35 [88%] HF,RP,CP,TR,OC ¦ γεθσημανει ℵA,C [5%] ¦ γεσσημανει N [5%] ¦ γεθσημανι [2%] NU ¦ γετσημανει B ¦ γησαμανει D ¦ γεσσημανιν W ¦ at least six further spellings * 14:32 προσευξομαι f35 D [35%] CP ¦ προσευξωμαι ℵA,B,C,W [65%] HF,RP,TR,OC,NU ¦ προσευχωμαι N 14:33 και f35 ℵC,D,N [85%] HF,RP,CP,OC ¦ 1 τον A,B,W [15%] TR[NU] 14:33 και f35 ℵC,D,N [96%] HF,RP,CP,TR,OC ¦ 1 τον A,B,W [4%] [NU] § 14:33 μεθ εαυτου f35 A,N [97%] HF,RP,CP,TR,OC ¦ μετ αυτου ℵB,C,D,W [3%] NU * 14:34 λεγει rell ¦ λεγειν [1%] OC 14:34 γρηγορειτε rell ¦ 1 μετ εμου [2%] CP 14:35 προελθων f35 ℵB,N,W [50%] CP,TR,OC,NU ¦ προσελθων A,C,D [50%] HF,RP § 14:35 επεσεν f35 A,C,D,N,W [99.5%] HF,RP,CP,TR ¦ επιπτεν ℵB [0.5%] NU ¦ 1 επι προσωπον OC * 14:36 παρενεγκαι f35 ℵA,C [30%] ¦ παρενεγκε B,D,N,W [70%] HF,RP,CP,TR,OC,NU ¦ παρενεγκειν [0.5%] 14:36 το ποτηριον απ εμου τουτο f35 [92%] HF,RP,CP,TR,OC ¦ ~ 12534 ℵA,B,C,W [5%] NU ¦ ~ 34125 [2%] ¦ ~ 51234 D,N [1%] 14:36 αλλα rell ¦ αλλ ει C [2%] OC § 14:37 ισχυσας rell ¦ ισχυσατε D [2%] OC * 14:38 εισελθητε f35 A,C,D,N,W [99.5%] HF,RP,CP,TR,OC ¦ ελθητε ℵB [0.5%] NU 14:40 υποστρεψας ευρεν αυτους παλιν f35 A,C(N)W (94.9%) HF,RP,CP,TR,OC ¦ ~ 1423 (2%) ¦ ~ 1243 (0.4%) ¦ 123 (1.3%) ¦ 1 ευρισκει 3 (0.6%) ¦ ~ 4 ελθων 23 ℵB (0.5%) NU ¦ ~ ελθων ευρισκει 3 (D) (0.2%) ¦ one other variant 14:40 οι οφθαλμοι αυτων f35 A,D,N,W [97%] HF,RP,CP,TR,OC ¦ ~ 312 ℵB,C [3%] NU § 14:40 καταβαρυνομενοι f35 A,B,N [35%] OC,NU ¦ καταβαρουμενοι D,W [0.5%] ¦ βαρυνομενοι [0.5%] ¦ καταβεβαρημενοι ℵ ¦ βεβαρημενοι C [64%] HF,RP,CP,TR * 14:40 αυτω αποκριθωσιν f35 N,W [96%] HF,RP,CP,TR ¦ ~ 21 ℵA,B,C,D [3%] OC,NU ¦ 2 [1%] 14:41 καθευδετε f35 A,C,D,W [75%] HF,RP,OC ¦ 1 το ℵB,N [25%] CP,TR,NU 14:43 ευθεως f35 A,N [97%] HF,RP,CP,TR,OC ¦ ευθυς ℵB,C [1%] NU ¦ — D,W [2%] § 14:43 ιουδας rell ¦ 1 ο ισκαριωτης A(D) [5%] OC * 14:43 ων f35 [90%] HF,RP,CP,TR ¦ — ℵA,B,C,D,N,W [10%] OC,NU ¦ εκ [0.5%] 14:43 πολυς f35 A,C,D,N,W [98.5%] HF,RP,CP,TR,OC ¦ — ℵB [1.5%] NU 14:43 ξυλων rell ¦ 1 απεσταλμενοι [1%] OC § 14:43 των rell ¦ — A,C,N,W [8%] OC * 14:44 απαγαγετε f35 A,C(N) [98%] HF,RP,CP,TR,OC ¦ αγαγετε W [1%] ¦ απαγετε ℵB(D) [1%] NU 14:45 ευθεως f35 A,N,W [98.5%] HF,RP,CP,TR,OC ¦ ευθυς ℵB,C [1%] NU ¦ — D [0.5%] 14:45 αυτω ραββι ραββι f35 [84%] HF,RP ¦ 12 (D)(N) [1%] ¦ 23 A [10%] TR ¦ 2 ℵB,C [1%] NU ¦ χαιρε 23 [1%] CP ¦ χαιρε 2 W [3%] OC ¦ at least three further variants (ℵA,B,C,D,W and perhaps [20%] have ραββει for ραββι.) § 14:46 επ αυτον τας χειρας αυτων f35 [91%] HF,RP,CP,TR,OC ¦ ~ 34512 A [2%] ¦ 345 ℵC,W [0.5%] ¦ 34 αυτω B,D [4%] NU ¦ 1234 [2%] ¦ αυτω 345 N ¦ two other variants * 14:47 τις f35 B,C(D)N(W) [98%] HF,RP,CP,TR,OC[NU] ¦ — ℵA [2%] 14:47 ωτιον f35 A,C,N,W [98.5%] HF,RP,CP,TR,OC ¦ ωταριον ℵB,D [1.5%] NU 14:49 ημην προς υμας rell ¦ ~ 231 OC § 14:50 παντες εφυγον f35 A,D,W [97%] HF,RP,CP,TR ¦ ~ 21 ℵB,C [2%] OC,NU ¦ 2 N [1%] * 14:51 εις τις νεανισκος f35 A,N,W (99%) HF,RP,CP,TR,OC ¦ ~ 32 ℵB,C(D) (0.6%) NU ¦ four other variants (0.4%) 14:51 ηκολουθησεν f35 A,N [96%] HF,RP,CP,OC ¦ συνηκολουθει ℵB,C [1%] NU ¦ ηκολουθει D,W [2%] TR ¦ συνηκολουθησεν [0.5%] 14:51 οι νεανισκοι f35 A,N [97%] HF,RP,CP,TR,OC ¦ ~ 1 δε 2 (W) [2%] ¦ — ℵB,C,D [1%] NU § 14:52 απ αυτων f35 A,D,N,W (98.9%) HF,RP,CP,TR,OC ¦ επ 2 (0.4%) ¦ — ℵB,C (0.5%) NU ¦ three other variants (0.2%) * 14:53 αυτω f35 A,B [97%] HF,RP,CP,TR,OC ¦ αυτου [0.5%] ¦ αυτων N ¦ προς αυτον C ¦ — ℵD(W) [2%] NU 14:55 ευρισκον f35 ℵA,C,N [98%] HF,RP,CP,TR,OC ¦ ηυρισκον B,D,W [2%] NU 14:60 εις rell ¦ 1 το D [10%] TR,OC § 14:60 επηρωτησεν rell ¦ επηρωτα [1%] OC * 14:61 ουδεν απεκρινατο f35 A,N,W [98.5%] HF,RP,CP,TR,OC ¦ ~ ουκ 21 ℵB,C [1.5%] NU ¦ 1 απεκριθη D 14:62 εκ δεξιων καθημενον f35 ℵB,C,D,N,W [90%] HF,RP,CP,OC,NU ¦ ~ 312 A [10%] TR 14:62 μετα rell ¦ επι [2%] OC § 14:64 ηκουσατε rell ¦ 1 παντως OC ¦ 1 παντες N,W [2%] * 14:64 ειναι ενοχον f35 A,N,W [98.5%] HF,RP,TR,OC ¦ ~ 21 ℵB,C [1.5%] CP,NU ¦ 2 D 14:65 το προσωπον αυτου f35 A(D)N,W [98%] HF,RP,CP,TR,OC ¦ ~ 312 ℵB,C [2%] NU 14:65 προφητευσον rell ¦ 1 ημιν τις εστιν ο παισας σε OC ¦ 1 ημιν χριστε τις εστιν ο παισας σε N(W) [3%] § 14:65 εβαλλον f35 (54.8%) HF,RP,CP,TR ¦ εβαλον (37.4%) OC ¦ ελαβον ℵA,B,C,N (5.8%) NU ¦ ελαμβανον D,W (1.7%) ¦ six other variants (0.4%) * 14:66 εν τη αυλη κατω f35 A,N,W [97%] HF,RP,CP,TR ¦ ~ 4123 ℵB,C [2%] OC,NU ¦ 123 D [1%] 14:67 ναζαρηνου ιησου ησθα f35 A,N [97%] HF,RP,CP,TR ¦ 12 ης W [0.5%] ¦ 23 [0.5%] ¦ ~ 13 του 2 B,C [1%] NU ¦ ~ 23 του 1 ℵ ¦ 2 του 13 D [0.5%] OC (at least six spellings for ‘Nazarene’) 14:68 ουκ f35 A,C,N [98%] HF,RP,CP,TR,OC ¦ ουτε ℵB,D,W [2%] NU § 14:68 ουτε f35 ℵB,C,D,W [50%] HF,CP,NU ¦ ουδε A,N [50%] TR,OC,RP * 14:68 τι συ f35 A [96%] HF,RP,CP,TR,OC ¦ ~ 21 ℵB,C,N,W [4%] NU ¦ 1 D 14:68 και αλεκτωρ εφωνησεν f35 A,C,D,N (98.5%) HF,RP,CP,TR,OC[NU] ¦ 1 ευθεως 23 (0.9%) ¦ — ℵB,W (0.6%) (1,623 vs 9 mss.) 14:69 παλιν ηρξατο λεγειν f35 A,N [98%] HF,RP,CP,TR,OC ¦ ~ 213 ℵC [1%] NU ¦ 23 W [0.5%] ¦ ειπεν B ¦ D is wild § 14:69 παρεστηκοσιν f35 A(D)N,W [95%] HF,RP,CP,TR,OC ¦ παρεστωσιν ℵB,C [5%] NU * 14:70 και η λαλια σου ομοιαζει f35 A [97%] HF,RP,CP,TR,OC ¦ — ℵB,C,D(W) [2.5%] NU ¦ 1234 δηλοι N 14:71 ομνυναι f35 B [75%] HF,RP,CP,OC,NU ¦ ομνυειν ℵA,C,N,W [25%] TR ¦ λεγειν D 14:72 και f35 A,N (96.6%) HF,RP,CP,TR,OC ¦ 1 ευθεως C,D,W (1.9%) ¦ 1 ευθυς ℵB (0.8%) NU ¦ — (0.7%) § 14:72 το ρημα rell ¦ του ρηματος W [10%] * 14:72 ο f35 D,N [96%] HF,RP,CP,OC ¦ ως ℵA,B,C [2%] NU ¦ ου W [1%] TR ¦ του ιησου [1%] 14:72 αλεκτορα rell ¦ αλεκτωρα N [2%] CP 14:72 απαρνηση με τρις f35 A,N [99%] HF,RP,CP,TR,OC ¦ ~ 321 ℵB,C,W [1%] NU ¦ long omission D