7
The Sealing of the 144,000
*Καὶ μετὰ τοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπί τι δένδρον. καὶ εἶδον ἄλλον ἄγγελον §ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος. καὶ ἔκραξε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν, λέγων, Μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα, *ἄχρις οὗ σφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν. καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ἑκατὸν καὶ τεσσαράκοντα τέσσαρες χιλιάδες, §ἐσφραγισμένων ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ·
 
ἐκ φυλῆς Ἰούδα *δώδεκα χιλιάδες ἐσφραγισμέναι,
ἐκ φυλῆς Ῥουβὶμ §δώδεκα *χιλιάδες,
ἐκ φυλῆς Γὰδ δώδεκα χιλιάδες,
ἐκ φυλῆς Ἀσὴρ §δώδεκα *χιλιάδες,
ἐκ φυλῆς Νεφθαλεὶμ δώδεκα §χιλιάδες,
ἐκ φυλῆς Μανασσῆ *δώδεκα χιλιάδες,
ἐκ φυλῆς Συμεὼν δώδεκα §χιλιάδες,
ἐκ φυλῆς *Λευῒ δώδεκα χιλιάδες,
ἐκ φυλῆς §Ἰσάχαρ *δώδεκα χιλιάδες,
ἐκ φυλῆς Ζαβουλὼν δώδεκα §χιλιάδες,
ἐκ φυλῆς Ἰωσὴφ *δώδεκα χιλιάδες,
ἐκ φυλῆς Βενιαμὶν §δώδεκα χιλιάδες *ἐσφραγισμέναι.
Praise from the Great Multitude
Μετὰ ταῦτα εἶδον, καὶ ἰδού, ὄχλος πολύς, ὃν ἀριθμῆσαι οὐδεὶς §ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, *ἑστῶτας ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένους στολὰς λευκάς, καὶ φοίνικας ἐν ταῖς χερσὶν αὐτῶν. 10 καὶ κράζουσι φωνῇ μεγάλῃ λέγοντες, §σωτηρία τῷ Θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ, καὶ τῷ ἀρνίῳ. 11 καὶ πάντες οἱ ἄγγελοι *εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσον ἐνώπιον τοῦ θρόνου αὐτοῦ ἐπὶ §τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ Θεῷ 12 λέγοντες,
 
Ἀμήν· εὐλογία καὶ δόξα καὶ σοφία
καὶ εὐχαριστία καὶ τιμὴ
καὶ δύναμις καὶ ἰσχὺς
τῷ Θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
 
13 Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι, Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκάς, τίνες εἰσὶ καὶ πόθεν ἦλθον; 14 καὶ *εἶπον αὐτῷ, Κύριέ μου, σὺ οἶδας. καὶ εἶπέ μοι, Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν ἐν τῷ αἵματι τοῦ ἀρνίου.
 
15 διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ,
καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ,
καὶ καθήμενος ἐπὶ §τῷ θρόνῳ σκηνώσει ἐπαὐτούς.
16 οὐ πεινάσουσιν ἔτι οὐδὲ διψήσουσιν ἔτι,
*οὐδοὐ μὴ πέσῃ ἐπαὐτοὺς ἥλιος οὐδὲ πᾶν καῦμα·
17 ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμαίνει αὐτούς,
καὶ ὁδηγεῖ αὐτοὺς ἐπὶ §ζωῆς πηγὰς ὑδάτων,
καὶ ἐξαλείψει Θεὸς πᾶν δάκρυον *ἐκ τῶν ὀφθαλμῶν αὐτῶν.
* 7:1 και 94.4% ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ 5.6% 7:1 τουτο 66.5% ¦ ταυτα ᴛʀ 33% 7:1 τι 54.2% ¦ παν ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ 42.1% § 7:2 αναβαινοντα 97.2% ¦ αναβαντα ꜱᴛ 2.8% * 7:3 αχρις ου 75.6% ¦ αχρι ᴄᴛ 14.3% ¦ αχρις αν 9.2% 7:3 σφραγισωμεν 84.7% ¦ σφραγισομεν ᴍꜱꜱ 13.8% ¦ σφραγιζωμεν ꜱᴛ 0% 7:4 εκατον και τεσσαρακοντα τεσσαρες 33% ¦ ρμδʹ ɴᴀ ᴛʀ 25.1% ¦ εκατον τεσσαρακοντα τεσσαρες ᴀɴᴛ 15.8% ¦ εκατον τεσσερακοντα τεσσαρες ꜱʙʟ ᴛʜ ᴡʜ 4.2% ¦ — ᴍꜱꜱ 8.4% § 7:4 εσφραγισμενων 39.8% ¦ εσφραγισμενοι ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ 48.1% ¦ — ᴍꜱꜱ 11.6% * 7:5 δωδεκα 55.8% ¦ ιβʹ ɴᴀ ᴛʀ 42.8% 7:5 εσφραγισμεναι 39.8% ¦ εσφραγισμενοι ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ 53.7% 7:5 ρουβιμ 53.5% ¦ ρουβειμ ᴍꜱꜱ 12.6% ¦ ρουβην ᴀɴᴛ ᴄᴛ ᴛʀ 11.6% ¦ ρουβιν ᴍꜱꜱ 9.8% § 7:5 δωδεκα 43.1% ¦ ιβʹ ɴᴀ ᴛʀ 54.2% * 7:5 χιλιαδες 78.1% ¦ χιλιαδες εσφραγισμενοι ᴛʀ 16.3% 7:5 δωδεκα 40.5% ¦ ιβʹ ɴᴀ ᴛʀ 57.2% 7:5 χιλιαδες 88% ¦ χιλιαδες εσφραγισμενοι ᴛʀ 7.4% § 7:6 δωδεκα 38.8% ¦ ιβʹ ɴᴀ ᴛʀ 57.5% * 7:6 χιλιαδες 90.1% ¦ χιλιαδες εσφραγισμενοι ᴛʀ 5.6% 7:6 νεφθαλειμ 73% ¦ νεφθαλιμ ᴄᴛ 12.6% ¦ νεφθαλημ ᴍꜱꜱ 10.7% 7:6 δωδεκα 38.1% ¦ ιβʹ ɴᴀ ᴛʀ 57.7% § 7:6 χιλιαδες 92.6% ¦ χιλιαδες εσφραγισμενοι ᴛʀ 3.7% * 7:6 δωδεκα 39.1% ¦ ιβʹ ɴᴀ ᴛʀ 57.2% 7:6 χιλιαδες 91.2% ¦ χιλιαδες εσφραγισμενοι ᴛʀ 3.7% 7:7 δωδεκα 37.4% ¦ ιβʹ ɴᴀ ᴛʀ 59.8% § 7:7 χιλιαδες 92.1% ¦ χιλιαδες εσφραγισμενοι ᴛʀ 3.7% * 7:7 λευι 96.7% ¦ λευει ᴡʜ 0.9% 7:7 δωδεκα 37.9% ¦ ιβʹ ɴᴀ ᴛʀ 59.8% 7:7 χιλιαδες 92.6% ¦ χιλιαδες εσφραγισμενοι ᴛʀ 3.7% § 7:7 ισαχαρ 86% ¦ ισσαχαρ ᴀɴᴛ ꜱʙʟ ᴛʜ ᴡʜ 13.5% * 7:7 δωδεκα 37.9% ¦ ιβʹ ɴᴀ ᴛʀ 61.2% 7:7 χιλιαδες 94% ¦ χιλιαδες εσφραγισμενοι ᴛʀ 3.7% 7:8 δωδεκα 37.4% ¦ ιβʹ ɴᴀ ᴛʀ 61.2% § 7:8 χιλιαδες 93% ¦ χιλιαδες εσφραγισμενοι ᴛʀ 3.7% * 7:8 δωδεκα 39.7% ¦ ιβʹ ɴᴀ ᴛʀ 56.5% 7:8 χιλιαδες 90.2% ¦ χιλιαδες εσφραγισμενοι ᴛʀ 3.7% 7:8 βενιαμιν 77.2% ¦ βενιαμην ᴍꜱꜱ 15.3% ¦ βενιαμειν ᴛʜ ᴡʜ 3.3% § 7:8 δωδεκα 39.7% ¦ ιβʹ ɴᴀ ᴛʀ 58.4% * 7:8 εσφραγισμεναι 39.3% ¦ εσφραγισμενοι ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ 43.6% ¦ — ᴍꜱꜱ 14.2% 7:9 ειδον 87.7% ¦ ιδον ɴᴀ 11.9% 7:9 αριθμησαι 76.3% ¦ αριθμησαι αυτον ᴀɴᴛ ᴄᴛ ᴛʀ 20.5% § 7:9 εδυνατο 60.8% ¦ ηδυνατο ᴛʀ 37.7% * 7:9 εστωτας … περιβεβλημενους 46% ¦ εστωτες … περιβεβλημενοι ᴄᴛ ᴘᴄᴋ ᴛʀ 34.4% ¦ εστωτες … περιβεβλημενους ᴍꜱꜱ 6.5% ¦ εστωτων … περιβεβλημενους ᴍꜱꜱ 6% 7:9 φοινικας 63.3% ¦ φοινικες ᴀɴᴛ ᴄᴛ ᴛʀ 36.7% 7:10 κραζουσι 94.4% ¦ κραζοντες ᴛʀ 3.7% § 7:10 σωτηρια τω θεω ημων … τω θρονω 65% ¦ σωτηρια τω θεω ημων … του θρονου ᴀɴᴛ ꜱᴄʀ 27.1% ¦ σωτηρια … του θρονου θεω ημων ᴍꜱꜱ 6.1% ¦ σωτηρια … του θρονου του θεου ημων ꜱᴛ 0.5% * 7:11 ειστηκεισαν 84.3% ¦ εστηκεσαν ᴛʀ 8.3% ¦ ιστηκεισαν ᴛʜ ᴡʜ 5.6% 7:11 επεσον 73.6% ¦ επεσαν ᴀɴᴛ ᴄᴛ 25.9% 7:11 αυτου 44.7% ¦ — ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 53.9% § 7:11 τα προσωπα 92.6% ¦ προσωπον ᴛʀ 6% * 7:14 ειπον 70.4% ¦ ειρηκα ᴀɴᴛ ᴄᴛ ᴛʀ 29.6% 7:14 μου 91.7% ¦ — ᴛʀ 8.3% 7:14 ελευκαναν 51.9% ¦ ελευκαναν αυτας ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ꜱᴄʀ 46.1% ¦ ελευκαναν στολας αυτων ꜱᴛ 0.9% § 7:15 τω θρονω 62% ¦ του θρονου ᴀɴᴛ ᴄᴛ ᴛʀ 38% * 7:16 ουδ ου 75.1% ¦ ουδε ᴄᴛ ᴛʀ 24.9% 7:17 ποιμαινει 43.5% ¦ ποιμανει ᴄᴛ ᴛʀ 56.5% 7:17 οδηγει 49.3% ¦ οδηγησει ᴀɴᴛ ᴄᴛ ᴛʀ 50.7% § 7:17 ζωης 83.4% ¦ ζωσας ᴛʀ 15.2% * 7:17 εκ 69.3% ¦ απο ᴛʀ 25.2% ¦ {omit εξαλειψει ο θεος παν δακρυον εκ των οφθαλμων αυτων} ᴍꜱꜱ 5.5%