19
Heaven Rejoices over Babylon
*Μετὰ ταῦτα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ §λεγόντων,
 
Ἀλληλούϊα·
σωτηρία καὶ *δύναμις καὶ δόξα τοῦ Θεοῦ ἡμῶν,
ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ·
ὅτι ἔκρινε τὴν πόρνην τὴν μεγάλην,
ἥτις διέφθειρε τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς,
καὶ ἐξεδίκησε τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς.
 
καὶ δεύτερον §εἴρηκεν,
 
Ἀλληλούϊα·
καὶ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 
καὶ *ἔπεσον οἱ πρεσβύτεροι οἱ εἴκοσι τέσσαρες καὶ τὰ τέσσαρα ζῷα καὶ προσεκύνησαν τῷ Θεῷ τῷ καθημένῳ ἐπὶ §τῷ θρόνῳ λέγοντες, Ἀμήν· ἀλληλούϊα. καὶ φωνὴ *ἀπὸ τοῦ θρόνου ἐξῆλθε λέγουσα,
 
Αἰνεῖτε τὸν Θεὸν ἡμῶν
πάντες οἱ δοῦλοι αὐτοῦ
καὶ οἱ φοβούμενοι αὐτόν,
§οἱ μικροὶ καὶ οἱ μεγάλοι.
 
καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν, *λέγοντες,
 
Ἀλληλούϊα,
ὅτι ἐβασίλευσε Κύριος
Θεὸς ἡμῶν παντοκράτωρ.
χαίρωμεν καὶ ἀγαλλιώμεθα
καὶ §δῶμεν τὴν δόξαν αὐτῷ,
ὅτι ἦλθεν γάμος τοῦ ἀρνίου,
καὶ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν.
καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται
βύσσινον *λαμπρὸν καὶ καθαρόν·
 
τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστί.
Καὶ λέγει μοι, Γράψον· Μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. καὶ λέγει μοι, Οὗτοι οἱ λόγοι ἀληθινοὶ §τοῦ Θεοῦ εἰσι. 10 καὶ *ἔπεσον ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ. καὶ λέγει μοι, Ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ. τῷ Θεῷ προσκύνησον· γὰρ μαρτυρία τοῦ Ἰησοῦ ἐστι τὸ πνεῦμα τῆς προφητείας.
The Rider on the White Horse
11 Καὶ εἶδον τὸν οὐρανὸν §ἀνεῳγμένον, καὶ ἰδού, ἵππος λευκός, καὶ καθήμενος ἐπαὐτόν *καλούμενος πιστὸς καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ. 12 οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ φλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά, ἔχων ὀνόματα γεγραμμένα καὶ ὄνομα γεγραμμένον οὐδεὶς οἶδεν εἰ μὴ αὐτός, 13 καὶ περιβεβλημένος ἱμάτιον §βεβαμμένον *αἵματι, καὶ κέκληται τὸ ὄνομα αὐτοῦ Λόγος τοῦ Θεοῦ. 14 καὶ τὰ στρατεύματα τὰ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ §ἐπὶ ἵπποις λευκοῖς, ἐνδεδυμένοι βύσσινον λευκὸν *καθαρόν. 15 καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ῥομφαία δίστομος ὀξεῖα, ἵνα ἐν αὐτῇ πατάξῃ τὰ ἔθνη, καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ §τῆς ὀργῆς τοῦ Θεοῦ τοῦ παντοκράτορος. 16 καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ *ὄνομα γεγραμμένον· Βασιλεὺς βασιλέων καὶ Κύριος κυρίων.
17 Καὶ εἶδον ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ ἔκραξεν §ἐν φωνῇ μεγάλῃ λέγων πᾶσι τοῖς ὀρνέοις τοῖς *πετομένοις ἐν μεσουρανήματι, Δεῦτε, συνάχθητε εἰς τὸ δεῖπνον τὸ μέγα τοῦ Θεοῦ, 18 ἵνα φάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιάρχων καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ§αὐτῶν καὶ σάρκας πάντων ἐλευθέρων *τε καὶ δούλων καὶ μικρῶν τε καὶ μεγάλων. 19 καὶ εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι τὸν πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ. 20 καὶ ἐπιάσθη τὸ θηρίον καὶ § μεταὐτοῦ ψευδοπροφήτης ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησε τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς *τὴν καιομένην ἐν θείῳ. 21 καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου, τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ, καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν.
* 19:1 μετα 53.5% ¦ και μετα ᴘᴄᴋ ᴛʀ 45.1% 19:1 ως 69.2% ¦ — ᴛʀ 30.8% 19:1 φωνην μεγαλην οχλου πολλου 57.7% ¦ φωνην οχλου πολλου ᴍꜱꜱ 15.8% ¦ φωνην οχλου πολλου μεγαλην ᴘᴄᴋ ᴛʀ 13.5% ¦ φωνης οχλου πολλου ᴍꜱꜱ 7.4% § 19:1 λεγοντων 96.7% ¦ λεγοντος ᴛʀ 1.4% * 19:1 δυναμις και η δοξα του θεου 59.8% ¦ δοξα και η δυναμις του θεου ᴀɴᴛ ᴄᴛ 21.5% ¦ δοξα και η τιμη και η δυναμις τω θεω ᴍꜱꜱ 6.1% ¦ δοξα και η τιμη και η δυναμις κυριω τω θεω ᴛʀ 5.1% 19:2 διεφθειρε 67.3% ¦ εφθειρε ᴄᴛ ᴛʀ 27.6% 19:2 χειρος 63.3% ¦ της χειρος ᴛʀ 36.3% § 19:3 ειρηκεν 55.3% ¦ ειρηκαν ᴀɴᴛ ᴄᴛ ᴛʀ 24.7% ¦ ειρακασιν ᴍꜱꜱ 17.2% * 19:4 επεσον 55.8% ¦ επεσαν ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ 38.1% ¦ επεσαν {after οι πρεσβυτεροι} ᴍꜱꜱ 5.6% 19:4 πρεσβυτεροι οι εικοσι τεσσαρες 37.2% ¦ πρεσβυτεροι οι κδʹ ᴍꜱꜱ 30.7% ¦ εικοσι τεσσαρες πρεσβυτεροι ᴍꜱꜱ 11.6% ¦ κδʹ πρεσβυτεροι ᴍꜱꜱ 10.2% ¦ πρεσβυτεροι οι εικοσι και τεσσαρες ᴛʀ 1.9% ¦ εικοσι και τεσσαρες πρεσβυτεροι ᴀɴᴛ 0% 19:4 τεσσαρα 80.6% ¦ δʹ ᴍꜱꜱ 16.7% ¦ τεσσερα ᴛʜ ᴡʜ 1.4% § 19:4 τω θρονω 48.1% ¦ του θρονου ᴘᴄᴋ ʀᴘ ᴛʀ 49.5% * 19:5 απο 51.9% ¦ εκ ᴘᴄᴋ ᴛʀ 44.9% 19:5 τον θεον 82.8% ¦ τω θεω ᴄᴛ 16.3% 19:5 και 98.6% ¦ — ᴡʜ 1.4% § 19:5 οι 87.9% ¦ και οι ᴛʀ 9.3% * 19:6 λεγοντες 35.2% ¦ λεγοντων ᴀɴᴛ ᴄᴛ 31.9% ¦ λεγοντας ᴘᴄᴋ ᴛʀ 26.8% 19:6 ημων 93% ¦ — ᴀɴᴛ ꜱʙʟ ᴛʀ 6.5% 19:7 αγαλλιωμεθα 64.8% ¦ αγαλλιωμεν ᴄᴛ 35.2% § 19:7 δωμεν 81.2% ¦ δωσωμεν ᴍꜱꜱ 12.7% ¦ δωσομεν ꜱʙʟ ᴡʜ 4.7% * 19:8 λαμπρον και καθαρον 59.2% ¦ καθαρον λαμπρον ᴍꜱꜱ 16.4% ¦ καθαρον και λαμπρον ᴛʀ 10.8% ¦ λαμπρον καθαρον ᴀɴᴛ ᴄᴛ 9.9% 19:8 των αγιων εστι 89.7% ¦ εστι των αγιων ᴛʀ 8.9% 19:9 το 69.2% ¦ τον ʜꜰ 29.9% § 19:9 του θεου εισι 52.6% ¦ εισι του θεου ᴘᴄᴋ ᴛʀ 41.8% * 19:10 επεσον 41.6% ¦ επεσα ᴀɴᴛ ᴄᴛ ʜꜰ ʀᴘ ᴛʀ 55.1% 19:10 ιησου 93.9% ¦ του ιησου ᴛʀ 6.1% 19:10 του ιησου 62.9% ¦ ιησου ᴄᴛ 34.3% § 19:11 ανεωγμενον 91.5% ¦ ηνεωγμενον ꜱʙʟ ᴛʜ ᴡʜ 8.5% * 19:11 καλουμενος πιστος 68.1% ¦ πιστος ᴍꜱꜱ 27.2% ¦ πιστος καλουμενος ꜱʙʟ ᴡʜ 0.5% 19:12 φλοξ 81.7% ¦ ως φλοξ ᴀɴᴛ ᴛʀ 18.3% 19:12 ονοματα γεγραμμενα και 61.1% ¦ — ᴄᴛ ᴛʀ 31.8% § 19:13 βεβαμμενον 87.8% ¦ ερραντισμενον ᴍꜱꜱ 7.5% ¦ ρεραντισμενον ᴡʜ 1.4% * 19:13 αιματι 89.7% ¦ εν αιματι ᴀɴᴛ 8.9% 19:13 κεκληται 45.1% ¦ καλειται ᴘᴄᴋ ʀᴘ ᴛʀ 54% 19:14 τα 48.4% ¦ — ꜱᴛ ᴛʜ 44.1% § 19:14 επι 60.1% ¦ εφ ᴄᴛ ᴛʀ 39% * 19:14 καθαρον 77.9% ¦ και καθαρον ᴛʀ 14.1% 19:15 διστομος οξεια 72.3% ¦ οξεια ᴄᴛ ᴛʀ 24.9% ¦ οξεια διστομος ᴀɴᴛ 0.9% 19:15 παταξη 85% ¦ παταξει ᴍꜱꜱ 11.7% ¦ πατασση ᴀɴᴛ ᴛʀ 1.4% § 19:15 της 67.3% ¦ και της ᴛʀ 23.8% * 19:16 ονομα 89.7% ¦ το ονομα ꜱᴛ 6.6% 19:17 ειδον 89.6% ¦ ιδον ɴᴀ 9.9% 19:17 αγγελον 49.1% ¦ ενα αγγελον ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ 42.5% § 19:17 εν 35.4% ¦ — ᴘᴄᴋ ʀᴘ ꜱʙʟ ᴛʜ ᴛʀ 64.6% * 19:17 πετομενοις 78.4% ¦ πετωμενοις ᴛʀ 20.6% 19:17 συναχθητε 87.6% ¦ και συναγεσθε ᴛʀ 1% ¦ — ᴍꜱꜱ 11% 19:17 το δειπνον το μεγα του 44.5% ¦ τον δειπνον τον μεγαν του ʜꜰ 27.3% ¦ το δειπνον του μεγαλου ᴛʀ 16.3% ¦ τον δειπνον του μεγαλου ᴍꜱꜱ 5.2% § 19:18 αυτων 95.7% ¦ αυτους ᴡʜ 1% * 19:18 τε 88% ¦ — ꜱᴛ 12% 19:18 και μικρον τε 46.2% ¦ και μικρον ᴄᴛ ᴛʀ 32.2% ¦ μικρον τε ᴍꜱꜱ 16.3% 19:19 τον 34.6% ¦ — ᴘᴄᴋ ʀᴘ ᴛʀ 65.4% § 19:20 ο μετ αυτου 49.3% ¦ μετ αυτου ο ᴄᴛ ᴘᴄᴋ 30.8% ¦ μετα τουτου ο ᴛʀ 10.9% * 19:20 την καιομενην 94.3% ¦ της καιομενης ꜱʙʟ ᴛʜ ᴡʜ 5.7% 19:20 θειω 68.7% ¦ τω θειω ᴛʀ 31.3% 19:21 εξελθουση 98.1% ¦ εκπορευομενη ᴛʀ 0.9%