11
The Two Witnesses
Καὶ ἐδόθη μοι κάλαμος ὅμοιος ῥάβδῳ, *λέγων, Ἔγειρε, καὶ μέτρησον τὸν ναὸν τοῦ Θεοῦ, καὶ τὸ θυσιαστήριον, καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ. Καὶ τὴν αὐλὴν τὴν ἔξωθεν τοῦ ναοῦ ἔκβαλε §ἔξω, καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθη τοῖς ἔθνεσι· καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσι μῆνας *τεσσαράκοντα καὶ δύο. Καὶ δώσω τοῖς δυσὶ μάρτυσί μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα περιβεβλημένοι σάκκους.
Οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι, καὶ αἱ δύο λυχνίαι αἱ ἐνώπιον τοῦ §Κυρίου τῆς γῆς *ἑστῶτες. Καὶ εἴ τις αὐτοὺς θέλει ἀδικῆσαι, πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν, καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν· καὶ εἴ τις θέλει αὐτοὺς ἀδικῆσαι, οὕτω δεῖ αὐτὸν ἀποκτανθῆναι. Οὗτοι ἔχουσι §τὸν οὐρανὸν ἐξουσίαν κλεῖσαι, ἵνα μὴ *ὑετὸς βρέχῃ τὰς ἡμέρας τῆς προφητείας αὐτῶν· καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων, στρέφειν αὐτὰ εἰς αἷμα, καὶ πατάξαι τὴν γῆν ὁσάκις ἐὰν θελήσωσιν ἐν πάσῃ πληγῇ. Καὶ ὅταν τελέσωσι τὴν μαρτυρίαν αὐτῶν, τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει μεταὐτῶν πόλεμον, καὶ νικήσει αὐτούς, καὶ ἀποκτενεῖ αὐτούς. Καὶ §τὸ πτῶμα αὐτῶν ἐπὶ τῆς πλατείας *τῆς πόλεως τῆς μεγάλης, ἥτις καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος, ὅπου καὶ Κύριος αὐτῶν ἐσταυρώθη. Καὶ §βλέπουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν *τὸ πτῶμα αὐτῶν ἡμέρας τρεῖς ἥμισυ, καὶ τὰ πτώματα αὐτῶν οὐκ ἀφήσουσι τεθῆναι εἰς §μνῆμα. 10 Καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς *χαίρουσιν ἐπαὐτοῖς καὶ εὐφρανθήσονται, καὶ δῶρα δώσουσιν ἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. 11 Καὶ μετὰ §τὰς τρεῖς ἡμέρας καὶ ἥμισυ, πνεῦμα ζωῆς ἐκ τοῦ Θεοῦ εἰσῆλθεν *εἰς αὐτούς, καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φόβος μέγας ἔπεσεν ἐπὶ τοὺς θεωροῦντας αὐτούς. 12 Καὶ ἤκουσα §φωνὴν μεγάλην ἐκ τοῦ οὐρανοῦ, λέγουσαν αὐτοῖς, *Ἀνάβητε ὧδε. Καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῇ νεφέλῃ, καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν. 13 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐγένετο σεισμὸς μέγας, καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσε, καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων, χιλιάδες ἑπτά· καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο, καὶ ἔδωκαν δόξαν τῷ Θεῷ τοῦ οὐρανοῦ.
14  οὐαὶ δευτέρα ἀπῆλθεν· § οὐαὶ τρίτη, ἰδού, ἔρχεται ταχύ.
The Seventh Trumpet
15 Καὶ ἕβδομος ἄγγελος ἐσάλπισε, καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ, *λέγοντες, Ἐγένετο βασιλεία τοῦ κόσμου τοῦ Κυρίου ἡμῶν καὶ τοῦ Χριστοῦ αὐτοῦ, καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 16 Καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι §οἱ ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ, οι καθηνται ἐπὶ τοὺς θρόνους αὐτῶν, *ἔπεσον ἐπὶ τὰ πρόσωπα αὐτῶν, καὶ προσεκύνησαν τῷ Θεῷ, 17 λέγοντες,
 
Εὐχαριστοῦμέν σοι, Κύριε Θεὸς παντοκράτωρ,
ὢν καὶ ἦν,
ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην,
καὶ ἐβασίλευσας.
18 Καὶ τὰ ἔθνη ὠργίσθησαν,
καὶ ἦλθεν ὀργή σου,
καὶ καιρὸς τῶν §νεκρῶν κριθῆναι,
καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις
καὶ τοῖς ἁγίοις *καὶ τοῖς φοβουμένοις τὸ ὄνομά σου,
τοῖς μικροῖς καὶ τοῖς μεγάλοις,
καὶ διαφθεῖραι τοὺς διαφθείροντας τὴν γῆν.
 
19 Καὶ §ἠνοίχθη ναὸς τοῦ Θεοῦ *ἐν τῷ οὐρανῷ, καὶ ὤφθη κιβωτὸς τῆς διαθήκης τοῦ Κυρίου ἐν τῷ ναῷ αὐτοῦ· καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ καὶ χάλαζα μεγάλη.
* 11:1 λεγων 𝔐A,K [71.5%] ¦ και ειστηκει ο αγγελος λεγων 𝔐C PCK [20.6%] ¦ και ο αγγελος ειστηκει λεγων SCR [0%] 11:1 εγειρε 𝔐A+,K+ [49.1%] ¦ εγειραι 𝔐A−,C,K− PCK RP TR [45.8%] ¦ εγειρον MSS [5.1%] 11:2 εξωθεν 𝔐A+,C,K [86%] ¦ εσωθεν 𝔐A− ST [13.5%] § 11:2 εξω 𝔐A−,K [59.7%] ¦ εξωθεν 𝔐A+,C ECM† NA PCK SBL TH WH [34.7%] * 11:2 τεσσαρακοντα και δυο 𝔐K [39.4%] ¦ μβ΄ 𝔐A,C ECM [29.2%] ¦ τεσσαρακοντα δυο ANT PCK TR [23.1%] ¦ τεσσερακοντα και δυο NA WH [3.2%] ¦ τεσσερακοντα δυο SBL TH [2.8%] 11:3 περιβεβλημενοι 𝔐A+,C,K [77.3%] ¦ περιβεβλημενους 𝔐A− TH WH [19%] 11:4 αι 𝔐A,C,K [96.3%] ¦ — ST [3.7%] § 11:4 κυριου 𝔐C,K [75.8%] ¦ θεου 𝔐A TR [24.2%] * 11:4 εστωτες 𝔐K [40.5%] ¦ εστωσαι 𝔐A,C ANT ECM† PCK RP TR [58.1%] 11:5 αυτους θελει 𝔐A,C,K [82.9%] ¦ θελει αυτους MSS [7.9%] ¦ αυτους θελη TR [6.5%] 11:5 θελει αυτους 𝔐A−,C,K [74.1%] ¦ αυτους θελει 𝔐A+ [12.5%] ¦ θελησει αυτους MSS [5.1%] ¦ αυτους θελη TR [0.9%] ¦ θεληση αυτους NA SBL TH WH [0.9%] § 11:6 τον ουρανον εξουσιαν κλεισαι 𝔐K [46.5%] ¦ εξουσιαν κλεισαι τον ουρανον 𝔐A,C PCK TR [43.3%] ¦ εξουσιαν τον ουρανον κλεισαι ANT [5.1%] ¦ την εξουσιαν κλεισαι τον ουρανον CT [4.1%] * 11:6 υετος βρεχη τας ημερας της προφητειας αυτων 𝔐A,C,K [71.6%] ¦ υετος βρεχει τας ημερας της προφητειας αυτων MSS [15.3%] ¦ βρεχη υετος εν ταις ημεραις αυτων της προφητειας MSS [5.6%] ¦ βρεχη υετος εν ημεραις αυτων της προφητειας TR [0%] 11:6 οσακις εαν θελησωσιν εν παση πληγη 𝔐K [40.3%] ¦ εν παση πληγη οσακις εαν θελησωσι 𝔐A,C ANT CT PCK [31.9%] ¦ εν παση πληγη οσακις αν θελησωσι MSS [5.6%] ¦ παση πληγη οσακις εαν θελησωσι TR [1.4%] 11:7 μετ αυτων πολεμον 𝔐A−,C,K [80.6%] ¦ πολεμον μετ αυτων 𝔐A+ TR [14.3%] § 11:8 το πτωμα 𝔐K [49.8%] ¦ τα πτωματα 𝔐A,C PCK TR [49.8%] * 11:8 της πολεως της μεγαλης 𝔐A,C,K [91.7%] ¦ της μεγαλης πολεως MSS [6.5%] ¦ πολεως της μεγαλης TR [0.9%] 11:8 και 𝔐A−,C,K [73.7%] ¦ — 𝔐A+ [24.9%] 11:8 αυτων 𝔐A,C,K [95.9%] ¦ ημων TR [1.8%] § 11:9 βλεπουσιν 𝔐A,C,K [98.6%] ¦ βλεψουσιν TR [0.9%] * 11:9 το πτωμα 𝔐K [54.4%] ¦ τα πτωματα 𝔐A,C PCK TR [43.3%] 11:9 ημισυ 𝔐A+,C,K [81.5%] ¦ και ημισυ 𝔐A− ANT CT TR [18.1%] 11:9 αφησουσι 𝔐C,K [73.6%] ¦ αφιουσι 𝔐A CT [21.3%] § 11:9 μνημα 𝔐A,C,K [92.1%] ¦ μνηματα TR [2.3%] * 11:10 χαιρουσιν 𝔐A,C,K [94.5%] ¦ χαρουσιν TR [0.9%] 11:10 ευφρανθησονται 𝔐C,K [69.1%] ¦ ευφραινονται 𝔐A CT [29%] 11:10 δωσουσιν 𝔐K [51.4%] ¦ πεμψουσιν 𝔐A,C ANT CT PCK TR [47.7%] § 11:11 τας 𝔐K [57.1%] ¦ — 𝔐A,C ECM† PCK [41.9%] * 11:11 εις αυτους 𝔐K [48.4%] ¦ επ αυτους 𝔐C PCK TR [19.1%] ¦ εν αυτοις 𝔐A+ NA SBL TH WH [17.7%] ¦ αυτοις 𝔐A− ECM [13.5%] 11:11 επεσεν 𝔐A+,K [46.1%] ¦ επεπεσεν 𝔐A−,C ANT CT PCK [42.4%] ¦ 11:12 ηκουσα 𝔐A,C,K [90.3%] ¦ ηκουσαν ECM† NA SBL TH TR WH [6.9%] § 11:12 φωνην μεγαλην … λεγουσαν 𝔐K [56.9%] ¦ φωνης μεγαλης … λεγουσης 𝔐A,C CT PCK [41.3%] * 11:12 αναβητε 𝔐A,C,K [87.2%] ¦ αναβατε CT [11.9%] 11:13 εν 𝔐K [44%] ¦ και εν 𝔐A,C ANT CT PCK RP TR [56%] 11:13 ημερα 𝔐A−,C,K [73.3%] ¦ ωρα 𝔐A+ CT TR [26.7%] § 11:14 η ουαι η τριτη ιδου 𝔐C,K [64.1%] ¦ ιδου η ουαι η τριτη 𝔐A− CT ST [15.7%] ¦ ιδου η τριτη ουαι 𝔐A+ [8.8%] ¦ και ιδου η ουαι η τριτη SCR [0%] * 11:15 λεγοντες 𝔐K+ [24.7%] ¦ λεγουσαι 𝔐A,C,K− ANT ECM PCK RP TH TR [74.4%] 11:15 εγενετο η βασιλεια 𝔐A+,C,K [83.9%] ¦ εγενοντο αι βασιλειαι 𝔐A− TR [12.9%] 11:16 εικοσι τεσσαρες 𝔐A+,K− [48.6%] ¦ κδ΄ 𝔐A−,C,K+ ECM [50.9%] ¦ εικοσι και τεσσαρες TR [0.5%] § 11:16 οι ενωπιον του θρονου του θεου οι καθηνται 𝔐K [40.4%] ¦ οι ενωπιον του θεου καθημενοι 𝔐A−,C ECM† NA PCK RP SBL TR WH [27.5%] ¦ ενωπιον του θεου καθημενοι 𝔐A+ [14.2%] ¦ οι ενωπιον του θεου οι καθηνται TH [1.8%] ¦ οι ενωπιον του θεου καθηνται ECM† [1.8%] * 11:16 επεσον 𝔐A+,C,K+ [63.3%] ¦ επεσαν 𝔐A−,K− ANT CT TR [36.2%] 11:17 ην 𝔐A+,K [66.7%] ¦ ην και ο ερχομενος 𝔐A−,C ANT PCK TR [30.1%] 11:17 ειληφας 𝔐A,C,K [99.1%] ¦ ειληφες WH [0.5%] § 11:18 νεκρων 𝔐A,C,K [94.1%] ¦ εθνων ANT [5.9%] * 11:18 και 𝔐C,K [77.1%] ¦ — 𝔐A ANT [22.9%] 11:18 τοις μικροις και τοις μεγαλοις 𝔐A,C,K [96.3%] ¦ τους μικρους και τους μεγαλους NA SBL TH WH [2.3%] 11:18 διαφθειροντας 𝔐A−,K [60.1%] ¦ διαφθειραντας 𝔐C ANT PCK [27.1%] ¦ φθειροντας 𝔐A+ [10.6%] § 11:19 ηνοιχθη 𝔐K [43.5%] ¦ ηνοιγη 𝔐A,C ANT CT PCK RP TR [56%] * 11:19 εν 𝔐A,C,K [82.5%] ¦ ο εν ANT ECM† NA SBL TH WH [17.1%] 11:19 του κυριου 𝔐C,K [51.9%] ¦ αυτου 𝔐A CT TR [32.4%] ¦ του θεου MSS [13.5%] ¦ κυριου ANT [6.9%] 11:19 φωναι και βρονται 𝔐C,K [52.1%] ¦ φωναι και βρονται και σεισμος 𝔐A ANT CT TR [28.4%] ¦ βρονται και φωναι MSS [6.5%] ¦ βρονται και φωναι και σεισμοι MSS [5.1%]