26
The Plot to Kill Jesus
Καὶ ἐγένετο ὅτε ἐτέλεσεν Ἰησοῦς *πάντας τοὺς λόγους τούτους, εἶπε τοῖς μαθηταῖς αὐτοῦ, Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ Πάσχα γίνεται, καὶ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.
Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα, καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσι καὶ ἀποκτείνωσιν. Ἔλεγον δέ, Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.
Jesus Anointed at Bethany
Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, προσῆλθεν αὐτῷ γυνὴ §ἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου, καὶ κατέχεεν ἐπὶ *τὴν κεφαλὴν αὐτοῦ ἀνακειμένου. Ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἠγανάκτησαν, λέγοντες, Εἰς τί ἀπώλεια αὕτη; Ἠδύνατο γὰρ τοῦτο §τὸ μύρον πραθῆναι πολλοῦ, καὶ δοθῆναι *πτωχοῖς. 10 Γνοὺς δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Τί κόπους παρέχετε τῇ γυναικί; Ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ. 11 Πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. 12 Βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. 13 Ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.
Judas Agrees to Betray Jesus
14 Τότε πορευθεὶς εἷς τῶν δώδεκα, λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς, 15 εἶπε, Τί θέλετέ μοι δοῦναι, §κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια, 16 καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.
The Passover with the Disciples
17 Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ, λέγοντες *αὐτῷ, Ποῦ θέλεις ἑτοιμάσομέν σοι φαγεῖν τὸ Πάσχα; 18  δὲ εἶπεν, Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα, καὶ εἴπατε αὐτῷ, διδάσκαλος λέγει, καιρός μου ἐγγύς ἐστι· πρὸς σε ποιῶ τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου. 19 Καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ Πάσχα.
20 Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα. 21 Καὶ ἐσθιόντων αὐτῶν εἶπεν, Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. 22 Καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ §ἕκαστος αὐτῶν, Μήτι ἐγώ εἰμι, Κύριε; 23  δὲ ἀποκριθεὶς εἶπεν, ἐμβάψας μετἐμοῦ *ἐν τῷ τρυβλίῳ τὴν χεῖρα, οὗτός με παραδώσει. 24  μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει, καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ διοὗ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ἄνθρωπος ἐκεῖνος. 25 Ἀποκριθεὶς δὲ Ἰούδας παραδιδοὺς αὐτὸν εἶπε, Μήτι ἐγώ εἰμι, ῥαββί; Λέγει αὐτῷ, Σὺ εἶπας.
The Institution of the Lord's Supper
26 Ἐσθιόντων δὲ αὐτῶν, λαβὼν Ἰησοῦς τὸν ἄρτον, καὶ §εὐχαριστήσας ἔκλασε καὶ *ἐδίδου τοῖς μαθηταῖς, καὶ εἶπε, Λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου. 27 Καὶ λαβὼν τὸ ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς, λέγων, Πίετε ἐξ αὐτοῦ πάντες· 28 τοῦτο γάρ ἐστι τὸ αἷμά μου, τὸ τῆς καινῆς διαθήκης, τὸ περὶ πολλῶν §ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. 29 Λέγω δὲ ὑμῖν *ὅτι οὐ μὴ πίω ἀπἄρτι ἐκ τούτου τοῦ γεννήματος τῆς ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου. 30 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.
Jesus Predicts Peter's Denial
31 Τότε λέγει αὐτοῖς Ἰησοῦς, Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· γέγραπται γάρ, Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης. 32 Μετὰ δὲ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 33 Ἀποκριθεὶς δὲ Πέτρος εἶπεν αὐτῷ, Εἰ §πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ *δὲ οὐδέποτε σκανδαλισθήσομαι. 34 Ἔφη αὐτῷ Ἰησοῦς, Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτί, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. 35 Λέγει αὐτῷ Πέτρος, Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσωμαι. Ὁμοίως δὲ καὶ πάντες οἱ μαθηταὶ §εἶπον.
Jesus Prays in the Garden of Gethsemane
36 Τότε ἔρχεται μεταὐτῶν Ἰησοῦς εἰς χωρίον λεγόμενον *Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς, Καθίσατε αὐτοῦ, ἕως οὗ ἀπελθὼν προσεύξωμαι ἐκεῖ. 37 Καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου, ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. 38 Τότε λέγει αὐτοῖς Ἰησοῦς, Περίλυπός ἐστιν ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετἐμοῦ. 39 Καὶ §προσελθὼν μικρόν, ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων, Πάτερ μου, εἰ δυνατόν ἐστι, *παρελθέτω ἀπἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλὡς σύ. 40 Καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετἐμοῦ; 41 Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, δὲ σὰρξ ἀσθενής. 42 Πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο, λέγων, Πάτερ μου, εἰ οὐ δύναται τοῦτο τὸ ποτήριον παρελθεῖν ἀπἐμοῦ, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου. 43 Καὶ ἐλθὼν §εὑρίσκει αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι. 44 Καὶ ἀφεὶς αὐτοὺς *ἀπελθὼν πάλιν προσηύξατο ἐκ τρίτου, τὸν αὐτὸν λόγον εἰπών. 45 Τότε ἔρχεται πρὸς τοὺς μαθητὰς αὐτοῦ, καὶ λέγει αὐτοῖς, Καθεύδετε §τὸ λοιπὸν καὶ ἀναπαύεσθε. Ἰδού, ἤγγικεν ὥρα, καὶ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. 46 Ἐγείρεσθε, ἄγωμεν. Ἰδού, *ἤγγικεν παραδιδούς με.
Jesus Arrested
47 Καὶ ἔτι αὐτοῦ λαλοῦντος, ἰδού, Ἰούδας, εἷς τῶν δώδεκα, ἦλθε καὶ μεταὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. 48  δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον, λέγων, Ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτόν. 49 Καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπε, Χαῖρε, ῥαββί· καὶ κατεφίλησεν αὐτόν. 50  δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Ἑταῖρε, ἐφ § πάρει; Τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν, καὶ ἐκράτησαν αὐτόν. 51 Καὶ ἰδού, εἷς τῶν μετὰ Ἰησοῦ, ἐκτείνας τὴν χεῖρα, ἀπέσπασε τὴν μάχαιραν αὐτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. 52 Τότε λέγει αὐτῷ Ἰησοῦς, Ἀπόστρεψόν *σου τὴν μάχαιραν εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρᾳ ἀποθανοῦνται. 53  δοκεῖς ὅτι οὐ δύναμαι §ἄρτι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι *πλείους δώδεκα λεγεῶνας ἀγγέλων; 54 Πῶς οὖν πληρωθῶσιν αἱ γραφαί, ὅτι οὕτω δεῖ γενέσθαι;
55 Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν Ἰησοῦς τοῖς ὄχλοις, Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; Καθἡμέραν §πρὸς ὑμᾶς *ἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ, καὶ οὐκ ἐκρατήσατέ με. 56 Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.
Jesus Faces the Sanhedrin
57 Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν. 58  δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν, ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως· καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν, ἰδεῖν τὸ τέλος. 59 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ, ὅπως θανατώσωσιν αὐτόν, 60 καὶ οὐχ εὗρον. §Καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων, οὐχ εὗρον. 61 Ὕστερον δὲ προσελθόντες δύο *ψευδομάρτυρες εἶπον, Οὗτος ἔφη, Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ, καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι αὐτόν. 62 Καὶ ἀναστὰς ἀρχιερεὺς εἶπεν αὐτῷ, Οὐδὲν ἀποκρίνῃ; Τί οὗτοί σου καταμαρτυροῦσιν; 63  δὲ Ἰησοῦς ἐσιώπα. Καὶ §ἀποκριθεὶς ἀρχιερεὺς εἶπεν αὐτῷ, Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ Χριστός, υἱὸς τοῦ Θεοῦ. 64 Λέγει αὐτῷ Ἰησοῦς, Σὺ εἶπας. Πλὴν λέγω ὑμῖν, ἀπἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 65 Τότε ἀρχιερεὺς *διέρρηξε τὰ ἱμάτια αὐτοῦ, λέγων ὅτι Ἐβλασφήμησε· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; Ἴδε, νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ. 66 Τί ὑμῖν δοκεῖ; Οἱ δὲ ἀποκριθέντες §εἶπον, Ἔνοχος θανάτου ἐστί. 67 Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν· οἱ δὲ *ἐρράπισαν, 68 λέγοντες, Προφήτευσον ἡμῖν, Χριστέ. Τίς ἐστιν παίσας σε;
Peter Denies Jesus
69  δὲ Πέτρος ἔξω ἐκάθητο ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη, λέγουσα, Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου. 70  δὲ ἠρνήσατο ἔμπροσθεν αὐτῶν πάντων, λέγων, Οὐκ οἶδα τί λέγεις. 71 Ἐξελθόντα δὲ §αὐτὸν εἰς τὸν πυλῶνα, εἶδεν αὐτὸν ἄλλη, καὶ λέγει *αὐτοῖς ἐκεῖ, Καὶ οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου. 72 Καὶ πάλιν ἠρνήσατο μεθὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. 73 Μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ, Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ λαλιά σου δῆλόν σε ποιεῖ. 74 Τότε ἤρξατο §καταθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. Καὶ *εὐθέως ἀλέκτωρ ἐφώνησε. 75 Καὶ ἐμνήσθη Πέτρος τοῦ ῥήματος τοῦ Ἰησοῦ εἰρηκότος αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. Καὶ ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς.
* 26:1 παντας ¦ — PCK 26:3 και οι γραμματεις ¦ — CT 26:4 δολω κρατησωσι ¦ κρατησωσι δολω TR § 26:7 αλαβαστρον μυρου εχουσα ¦ εχουσα αλαβαστρον μυρου CT * 26:7 την κεφαλην ¦ της κεφαλης CT 26:8 αυτου ¦ — CT 26:9 ηδυνατο ¦ εδυνατο CT § 26:9 το μυρον ¦ — CT * 26:9 πτωχοις ¦ τοις πτωχοις 𝔐pt ANT PCK 26:10 ειργασατο ¦ ηργασατο CT 26:11 παντοτε γαρ τους πτωχους ¦ τους πτωχους γαρ παντοτε 𝔐pt ANT HF § 26:15 καγω ¦ και εγω 𝔐pt ANT PCK * 26:17 αυτω ¦ — CT 26:17 ετοιμασομεν ¦ ετοιμασωμεν 𝔐pt ANT CT TR 26:20 δωδεκα ¦ δωδεκα μαθητων SBL WH § 26:22 εκαστος αυτων ¦ εις εκαστος CT * 26:23 εν τω τρυβλιω την χειρα ¦ την χειρα εν τω τρυβλιω CT 26:25 ραββι ¦ ραββει TH WH 26:26 τον ¦ — CT § 26:26 ευχαριστησας ¦ ευλογησας CT PCK TR * 26:26 εδιδου τοις μαθηταις και ¦ δους τοις μαθηταις CT 26:27 το ¦ — CT 26:28 το της καινης ¦ της CT § 26:28 εκχυνομενον ¦ εκχυννομενον CT * 26:29 οτι ¦ — CT 26:29 γεννηματος ¦ γενηματος ANT CT PCK 26:31 διασκορπισθησεται ¦ διασκορπισθησονται ANT CT § 26:33 παντες ¦ και παντες PCK TR * 26:33 δε ¦ — 𝔐pt CT PCK TR 26:35 απαρνησωμαι ¦ απαρνησομαι 𝔐pt ANT CT TR 26:35 δε ¦ — CT TR § 26:35 ειπον ¦ ειπαν NA SBL WH * 26:36 γεθσημανη ¦ γεθσημανι NA SBL ¦ γεθσημανει TH WH 26:36 προσευξωμαι εκει ¦ εκει προσευξωμαι CT 26:38 ο ιησους ¦ — CT TR § 26:39 προσελθων ¦ προελθων ANT NA PCK SBL TR WH * 26:39 παρελθετω ¦ παρελθατω CT 26:42 το ποτηριον ¦ — CT 26:42 απ εμου ¦ — CT § 26:43 ευρισκει αυτους παλιν ¦ ευρεν αυτους παλιν PCK ¦ παλιν ευρεν αυτους CT * 26:44 απελθων παλιν ¦ παλιν απελθων CT 26:44 ειπων ¦ ειπων παλιν NA SBL WH 26:45 αυτου ¦ — CT § 26:45 το ¦ — WH * 26:46 ηγγικεν ¦ — PCK 26:48 αν ¦ εαν PCK 26:49 ραββι ¦ ραββει TH WH § 26:50 ω ¦ ο CT * 26:52 σου την μαχαιραν ¦ την μαχαιραν σου CT 26:52 μαχαιρα ¦ μαχαιρη CT 26:52 αποθανουνται ¦ απολουνται CT TR § 26:53 αρτι παρακαλεσαι τον πατερα μου και παραστησει μοι ¦ παρακαλεσαι τον πατερα μου και παραστησει μοι αρτι CT * 26:53 πλειους η ¦ πλειω NA SBL WH ¦ πλειους TH 26:53 λεγεωνας ¦ λεγιωνας CT 26:55 εξηλθετε ¦ εξηλθατε CT § 26:55 προς υμας ¦ — CT * 26:55 εκαθεζομην διδασκων εν τω ιερω ¦ εκαθεζομην εν τω ιερω διδασκων PCK ¦ εν τω ιερω εκαθεζομην διδασκων CT 26:59 και οι πρεσβυτεροι ¦ — CT 26:59 θανατωσωσιν αυτον ¦ αυτον θανατωσωσι CT TR § 26:60 και πολλων ψευδομαρτυρων προσελθοντων ουχ ευρον ¦ πολλων προσελθοντων ψευδομαρτυρων CT * 26:61 ψευδομαρτυρες ¦ — CT 26:61 ειπον ¦ ειπαν NA SBL WH 26:61 αυτον ¦ — CT § 26:63 αποκριθεις ¦ — CT * 26:65 διερρηξε ¦ διερηξε WH 26:65 οτι ¦ — CT 26:65 αυτου ¦ — CT § 26:66 ειπον ¦ ειπαν NA SBL WH * 26:67 ερραπισαν ¦ εραπισαν CT 26:69 εξω εκαθητο ¦ εκαθητο εξω CT 26:70 αυτων ¦ — CT TR § 26:71 αυτον ¦ — CT * 26:71 αυτοις ¦ τοις CT TR 26:71 και ¦ — CT 26:72 μεθ ¦ μετα CT § 26:74 καταθεματιζειν ¦ καταναθεματιζειν TR * 26:74 ευθεως ¦ ευθυς TH WH 26:75 του ¦ — ANT CT PCK 26:75 αυτω ¦ — CT