13
Jesus Predicts the Destruction of the Temple
Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ, λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ, Διδάσκαλε, ἴδε, ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί. Καὶ * Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτῷ, Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; Οὐ μὴ ἀφεθῇ λίθος ἐπὶ λίθῳ, ὃς οὐ μὴ καταλυθῇ.
Signs of the End of the Age
Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ, §ἐπηρώτων αὐτὸν κατἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ *Ἰωάννης καὶ Ἀνδρέας, Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται; Καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ πάντα ταῦτα συντελεῖσθαι; δὲ Ἰησοῦς §ἀποκριθεὶς αὐτοῖς ἤρξατο λέγειν, Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. Πολλοὶ *γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες ὅτι Ἐγώ εἰμι· καὶ πολλοὺς πλανήσουσιν. Ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γὰρ γενέσθαι, ἀλλοὔπω τὸ τέλος. Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν· §καὶ ἔσονται σεισμοὶ κατὰ τόπους, *καὶ ἔσονται λιμοὶ καὶ ταραχαί· ἀρχαὶ ὠδίνων ταῦτα.
Βλέπετε δὲ ὑμεῖς ἑαυτούς· παραδώσουσι §γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ *εἰς συναγωγὰς δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς. 10 Καὶ εἰς πάντα τὰ ἔθνη δεῖ πρῶτον κηρυχθῆναι τὸ εὐαγγέλιον. 11 §Ὅταν δὲ *ἀγάγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε, μηδὲ μελετᾶτε· ἀλλ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γάρ §ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ Ἅγιον. 12 *Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. 13 Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
The Great Tribulation
14 Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου, §ἑστὼς ὅπου οὐ δεῖ ἀναγινώσκων νοείτωτότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη· 15  *δὲ ἐπὶ τοῦ δώματος μὴ καταβάτω εἰς τὴν οἰκίαν, μηδὲ εἰσελθέτω §ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ· 16 καὶ εἰς τὸν ἀγρὸν *ὢν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω, ἆραι τὸ ἱμάτιον αὐτοῦ. 17 Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. 18 Προσεύχεσθε δὲ ἵνα μὴ γένηται φυγὴ ὑμῶν χειμῶνος. 19 Ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλίψις, οἵα οὐ γέγονε τοιαύτη ἀπἀρχῆς κτίσεως ἧς ἔκτισεν Θεὸς ἕως τοῦ νῦν, καὶ οὐ μὴ γένηται. 20 Καὶ εἰ μὴ §Κύριος ἐκολόβωσε τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτούς, οὓς ἐξελέξατο, ἐκολόβωσε τὰς ἡμέρας. 21 *Τότε ἐάν τις ὑμῖν εἴπῃ, Ἰδού, ὧδε Χριστός, §Ἰδού, ἐκεῖ, μὴ *πιστεύετε. 22 Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσι σημεῖα καὶ τέρατα, πρὸς τὸ ἀποπλανᾷν, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς. 23 Ὑμεῖς δὲ βλέπετε· ἰδού, προείρηκα ὑμῖν §πάντα.
The Coming of the Son of Man
24 *Ἀλλἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλίψιν ἐκείνην, ἥλιος σκοτισθήσεται, καὶ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, 25 καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔσονται ἐκπίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται. 26 Καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης. 27 Καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ, καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς §αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπἄκρου *γῆς ἕως ἄκρου οὐρανοῦ.
The Lesson of the Fig Tree
28 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν αὐτῆς ἤδη κλάδος §ἁπαλὸς γένηται, καὶ ἐκφύῃ τὰ φύλλα, *γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν· 29 οὕτω καὶ ὑμεῖς, ὅταν ταῦτα ἴδητε γινόμενα, §γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. 30 Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ γενεὰ αὕτη, μέχρις οὗ *πάντα ταῦτα γένηται. 31  οὐρανὸς καὶ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ §μὴ *παρέλθωσι.
Keep Watch
32 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι §οἱ ἐν *οὐρανῷ, οὐδὲ υἱός, εἰ μὴ πατήρ. 33 Βλέπετε, ἀγρυπνεῖτε καὶ προσεύχεσθε· οὐκ οἴδατε γὰρ πότε καιρός ἐστιν. 34 Ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ, καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, καὶ ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ. 35 Γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ πότε κύριος τῆς οἰκίας ἔρχεται, §ὀψέ, *μεσονυκτίου, ἀλεκτοροφωνίας, πρωΐ· 36 μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας. 37  δὲ ὑμῖν λέγω πᾶσι λέγω, Γρηγορεῖτε.
* 13:2 ο ιησους αποκριθεις ¦ αποκριθεις ο ιησους PCK ¦ ο ιησους CT 13:2 αφεθη 78.4% ¦ αφεθη ωδε ANT CT PCK 21.4% 13:2 λιθω ¦ λιθον ANT CT § 13:3 επηρωτων ¦ επηρωτα CT * 13:3 ιωαννης ¦ ιωανης WH 13:4 ειπε ¦ ειπον CT 13:4 παντα ταυτα συντελεισθαι ¦ ταυτα συντελεισθαι παντα CT § 13:5 αποκριθεις αυτοις ηρξατο λεγειν ¦ αποκριθεις ηρξατο λεγειν αυτοις ANT ¦ ηρξατο λεγειν αυτοις CT * 13:6 γαρ ¦ — CT 13:7 γαρ ¦ — CT 13:8 επι ¦ επ CT § 13:8 και ¦ — CT * 13:8 και ¦ — CT 13:8 λιμοι και ταραχαι 96% ¦ λιμοι CT 0.5% 13:8 αρχαι ¦ αρχη CT § 13:9 γαρ ¦ — CT * 13:9 εις συναγωγας ¦ εν ταις συναγωγαις αυτων ANT 13:9 σταθησεσθε ¦ αχθησεσθε PCK SCR 13:10 δει πρωτον ¦ πρωτον δει ECM† NA SBL TH WH § 13:11 οταν δε ¦ και οταν CT * 13:11 αγαγωσιν ¦ αγωσιν CT PCK 13:11 λαλησητε ¦ λαλησετε PCK 13:11 μηδε μελετατε ¦ — CT § 13:11 εστε υμεις ¦ υμεις εστε ANT * 13:12 παραδωσει δε ¦ και παραδωσει CT 13:13 μισουμενοι ¦ μεισουμενοι TH 13:14 το ρηθεν υπο δανιηλ του προφητου ¦ — CT § 13:14 εστως ¦ εστηκοτα CT * 13:15 δε ¦ — SBL WH 13:15 εις την οικιαν 94.3% ¦ — CT 2.6% 13:15 εισελθετω ¦ εισελθατω CT § 13:15 αραι τι ¦ τι αραι SBL TH WH * 13:16 ων ¦ — CT 13:18 η φυγη υμων ¦ — CT 13:19 ης ¦ ην CT § 13:20 κυριος εκολοβωσε ¦ εκολοβωσε κυριος ANT ECM NA SBL WH * 13:21 τοτε ¦ και τοτε 𝔐pt ANT CT HF TR 13:21 ιδου ¦ ιδε CT 13:21 η ¦ — ANT CT PCK § 13:21 ιδου ¦ ιδε CT * 13:21 πιστευετε ¦ πιστευσητε PCK TR 13:22 και ¦ — ECM† NA SBL TH WH 13:23 ιδου ¦ — ECM† NA SBL TH WH § 13:23 παντα ¦ απαντα ANT * 13:24 αλλ ¦ αλλα NA27 SBL TH WH 13:25 του ουρανου εσονται εκπιπτοντες ¦ εσονται εκ του ουρανου πιπτοντες ANT CT 13:27 αυτου ¦ — ECM† NA SBL TH WH § 13:27 αυτου ¦ — SBL * 13:27 γης ¦ της γης ANT 13:27 ουρανου ¦ του ουρανου ANT 13:28 αυτης ηδη ο κλαδος 49.8% ¦ ηδη ο κλαδος αυτης CT PCK 28.9% ¦ αυτης ηδη ο κλαδος MSS 8.4% ¦ αυτης ο κλαδος ηδη ANT 5% § 13:28 απαλος γενηται ¦ γενηται απαλος ANT * 13:28 γινωσκετε ¦ γινωσκεται PCK ¦ γεινωσκετε TH 13:29 ταυτα ιδητε ¦ ιδητε ταυτα ANT ECM† NA SBL TH WH 13:29 γινομενα ¦ γεινομενα TH § 13:29 γινωσκετε ¦ γεινωσκετε TH * 13:30 παντα ταυτα ¦ ταυτα παντα ECM† NA SBL TH WH 13:31 παρελευσεται ¦ παρελευσονται 𝔐pt ANT CT TR 13:31 λογοι μου ¦ εμοι λογοι ANT § 13:31 μη ¦ — WH * 13:31 παρελθωσι ¦ παρελευσονται ANT CT 13:32 η ¦ και TR 13:32 ωρας ¦ της ωρας ANT CT TR § 13:32 οι εν ¦ εν ANT ECM† NA SBL TH WH * 13:32 ουρανω ¦ τω ουρανω PCK 13:33 και προσευχεσθε 82% ¦ προσευχεσθε PCK 13.9% ¦ — ECM NA SBL WH 0.6% 13:34 και ¦ — CT § 13:35 οψε ¦ η οψε CT * 13:35 μεσονυκτιου ¦ μεσονυκτιον CT 13:36 εξαιφνης ¦ εξεφνης WH 13:37 α ¦ ο CT