ΚΑΤΑ ΜΑΡΚΟΝ
1
The Preaching of John the Baptist
Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ, *υἱοῦ τοῦ Θεοῦ.
Ὡς γέγραπται ἐν τοῖς προφήταις,
 
Ἰδού, §ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου,
ὃς κατασκευάσει τὴν ὁδόν σου *ἔμπροσθέν σου.
Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ,
Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου·
εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ,
 
ἐγένετο Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ, καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα Ἰουδαία χώρα, καὶ οἱ §Ἱεροσολυμῖται, *καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπαὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. Ἦν δὲ § *Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον. Καὶ ἐκήρυσσε, λέγων, Ἔρχεται ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. Ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς §ἐν ὕδατι· αὐτὸς δὲ βαπτίσει ὑμᾶς *ἐν Πνεύματι Ἁγίῳ.
The Baptism of Jesus
Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις, ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας, καὶ ἐβαπτίσθη §ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην. 10 Καὶ *εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος, εἶδε σχιζομένους τοὺς οὐρανούς, καὶ τὸ πνεῦμα ὡσεὶ περιστερὰν καταβαῖνον §ἐπαὐτόν· 11 καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν, Σὺ εἶ υἱός μου ἀγαπητός, ἐν * εὐδόκησα.
The Temptation of Jesus
12 Καὶ εὐθὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον. 13 Καὶ ἦν §ἐκεῖ ἐν τῇ ἐρήμῳ *ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.
Jesus Begins His Ministry
14 Μετὰ δὲ τὸ παραδοθῆναι τὸν §Ἰωάννην, ἦλθεν Ἰησοῦς εἰς τὴν Γαλιλαίαν, κηρύσσων τὸ εὐαγγέλιον *τῆς βασιλείας τοῦ Θεοῦ, 15 καὶ λέγων ὅτι Πεπλήρωται καιρός, καὶ ἤγγικεν βασιλεία τοῦ Θεοῦ· μετανοεῖτε, καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.
Jesus Calls His First Disciples
16 Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ τοῦ Σίμωνος §βάλλοντας ἀμφίβληστρον ἐν τῇ θαλάσσῃ· ἦσαν γὰρ *ἁλιεῖς. 17 Καὶ εἶπεν αὐτοῖς Ἰησοῦς, Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων. 18 Καὶ εὐθέως ἀφέντες τὰ δίκτυα §αὐτῶν, ἠκολούθησαν αὐτῷ. 19 Καὶ προβὰς *ἐκεῖθεν ὀλίγον, εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα. 20 Καὶ εὐθέως ἐκάλεσεν αὐτούς· καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.
Jesus Casts Out an Unclean Spirit
21 Καὶ εἰσπορεύονται εἰς §Καπερναούμ· καὶ *εὐθέως τοῖς σάββασιν εἰσελθὼν εἰς τὴν συναγωγήν, ἐδίδασκε. 22 Καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς. 23 §Καὶ ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξε, 24 λέγων, *Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ, ἅγιος τοῦ Θεοῦ. 25 Καὶ ἐπετίμησεν αὐτῷ Ἰησοῦς, λέγων, Φιμώθητι, καὶ ἔξελθε ἐξ αὐτοῦ. 26 Καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ κράξαν φωνῇ μεγάλῃ, ἐξῆλθεν ἐξ αὐτοῦ. 27 Καὶ ἐθαμβήθησαν πάντες, ὥστε §συζητεῖν *πρὸς ἑαυτούς, λέγοντας, Τί ἐστι τοῦτο; Τίς διδαχὴ καινὴ αὕτη, ὅτι κατἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ; 28 Ἐξῆλθε δὲ ἀκοὴ αὐτοῦ §εὐθὺς εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.
Jesus Heals Many
29 Καὶ *εὐθέως ἐκ τῆς συναγωγῆς ἐξελθόντες, ἦλθον εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου, μετὰ Ἰακώβου καὶ Ἰωάννου. 30  δὲ πενθερὰ §Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ *εὐθέως λέγουσιν αὐτῷ περὶ αὐτῆς· 31 καὶ προσελθὼν ἤγειρεν αὐτήν, κρατήσας τῆς χειρὸς αὐτῆς· καὶ ἀφῆκεν αὐτὴν πυρετὸς εὐθέως, καὶ διηκόνει αὐτοῖς.
32 Ὀψίας δὲ γενομένης, ὅτε §ἔδυ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους· 33 καὶ * πόλις ὅλη ἐπισυνηγμένη ἦν πρὸς τὴν θύραν. 34 Καὶ ἐθεράπευσε πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλε, καὶ οὐκ ἤφιε λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν αὐτόν.
Jesus Preaches in Galilee
35 Καὶ πρωῒ ἔννυχον λίαν ἀναστὰς ἐξῆλθε, καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο. 36 Καὶ §κατεδίωξαν αὐτὸν * Σίμων καὶ οἱ μεταὐτοῦ· 37 καὶ εὑρόντες αὐτὸν λέγουσιν αὐτῷ ὅτι Πάντες σε ζητοῦσι. 38 Καὶ λέγει αὐτοῖς, §Ἄγωμεν εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα *καὶ ἐκεῖ κηρύξω· εἰς τοῦτο γὰρ ἐξελήλυθα. 39 Καὶ ἦν κηρύσσων §ἐν ταῖς συναγωγαῖς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν, καὶ τὰ δαιμόνια ἐκβάλλων.
Jesus Cleanses a Man with Leprosy
40 Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρός, παρακαλῶν αὐτὸν καὶ γονυπετῶν *αὐτόν, καὶ λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. 41  δὲ Ἰησοῦς §σπλαγχνισθείς, ἐκτείνας τὴν χεῖρα, *ἥψατο αὐτοῦ, καὶ λέγει αὐτῷ, Θέλω, καθαρίσθητι. 42 Καὶ εἰπόντος αὐτοῦ εὐθέως ἀπῆλθεν ἀπαὐτοῦ λέπρα, καὶ §ἐκαθαρίσθη. 43 Καὶ ἐμβριμησάμενος αὐτῷ, *εὐθέως ἐξέβαλεν αὐτόν, 44 καὶ λέγει αὐτῷ, Ὅρα μηδενὶ μηδὲν εἴπῃς· ἀλλὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου προσέταξε §Μωσῆς, εἰς μαρτύριον αὐτοῖς. 45  δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, *ἀλλἔξω ἐν ἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν πανταχόθεν.
* 1:1 υιου του θεου 98.2% ¦ υιου θεου NA TH 0.5% ¦ — SBL WH 0.8% 1:2 ως ¦ καθως ECM† NA SBL TH WH 1:2 τοις προφηταις 96.2% ¦ τω ησαια τω προφητη CT 1.3% § 1:2 εγω ¦ — NA SBL TH WH * 1:2 εμπροσθεν σου 96.6% ¦ — ECM† NA SBL TH WH 3.3% 1:4 ιωαννης ¦ ιωανης WH 1:4 βαπτιζων εν τη ερημω και 98.2% ¦ ο βαπτιζων εν τη ερημω και NA TH 0.4% ¦ ο βαπτιζων εν τη ερημω SBL WH 0.2% § 1:5 ιεροσολυμιται ¦ ιεροσολυμειται TH WH * 1:5 και εβαπτιζοντο παντες ¦ παντες και εβαπτιζοντο CT 1:5 εν τω ιορδανη ποταμω υπ αυτου ¦ υπ αυτου εν τω ιορδανη ποταμω CT 1:6 ην δε ¦ και ην CT § 1:6 ο ¦ — TR * 1:6 ιωαννης ¦ ιωανης WH 1:6 εσθιων ¦ εσθων SBL TH WH 1:8 μεν ¦ — CT § 1:8 εν 95% ¦ — ECM NA SBL WH 4.3% * 1:8 εν 99.7% ¦ — WH 0.2% 1:9 ιησους ¦ ο ιησους ANT PCK 1:9 ναζαρετ ¦ ναζαρεθ SCR § 1:9 υπο ιωαννου εις τον ιορδανην ¦ εις τον ιορδανην υπο ιωαννου ECM† NA SBL TH ¦ εις τον ιορδανην υπο ιωανου WH * 1:10 ευθεως ¦ ευθυς CT 1:10 απο ¦ εκ CT 1:10 ωσει ¦ ως 𝔐pt ANT CT § 1:10 επ ¦ εις ECM† NA SBL TH WH * 1:11 ω ¦ σοι ANT CT 1:11 ευδοκησα ¦ ηυδοκησα ANT 1:12 ευθυς ¦ ευθεως ANT PCK § 1:13 εκει ¦ — CT * 1:13 ημερας τεσσαρακοντα ¦ τεσσερακοντα ημερας ECM† NA SBL TH WH ¦ ημερας τεσσερακοντα ECM† 1:14 μετα δε 99.2% ¦ και μετα SBL WH 0.3% 1:14 τον ¦ — ANT § 1:14 ιωαννην ¦ ιωανην WH * 1:14 της βασιλειας 95.5% ¦ — CT 2.1% 1:16 περιπατων δε ¦ και παραγων CT 1:16 αυτου του σιμωνος ¦ αυτου TR ¦ σιμωνος CT § 1:16 βαλλοντας αμφιβληστρον 82.8% ¦ αμφιβαλλοντας αμφιβληστρον MSS 10.6% ¦ αμφιβαλλοντας CT 0.3% * 1:16 αλιεις ¦ αλεεις TH WH 1:17 αλιεις ¦ αλεεις TH WH 1:18 ευθεως ¦ ευθυς CT § 1:18 αυτων ¦ — CT * 1:19 εκειθεν ¦ — CT 1:19 ιωαννην ¦ ιωανην WH 1:20 ευθεως ¦ ευθυς CT § 1:21 καπερναουμ ¦ καφαρναουμ CT * 1:21 ευθεως ¦ ευθυς CT 1:21 εισελθων 97.7% ¦ — SBL 1% 1:21 εις την συναγωγην εδιδασκε 97.7% ¦ εδιδασκεν εις την συναγωγην SBL 0.9% § 1:23 και ¦ και ευθυς CT * 1:24 εα ¦ — ECM† NA SBL TH WH 1:26 κραξαν ¦ φωνησαν CT 1:27 παντες ¦ απαντες ECM† NA SBL TH WH § 1:27 συζητειν ¦ συνζητειν TH WH * 1:27 πρὸς ἑαυτοὺς λέγοντας 76.4% ¦ πρὸς ἑαυτοὺς λέγοντες MSS 18.3% ¦ πρὸς αὐτοὺς λέγοντας TR 2% ¦ αὐτοὺς λέγοντας WH 0.2% 1:27 τις η διδαχη η καινη αυτη οτι ¦ διδαχη καινη CT 1:28 εξηλθε δε ¦ και εξηλθεν ANT CT § 1:28 ευθυς ¦ ευθυς πανταχου ECM† NA SBL TH WH * 1:29 ευθεως ¦ ευθυς CT 1:29 εξελθοντες ηλθον 83.1% ¦ εξελθων ηλξεν εξελθοντες ηλθαν WH 0.1% 1:29 ιωαννου ¦ ιωανου WH § 1:30 σιμωνος ¦ του σιμωνος PCK * 1:30 ευθεως ¦ ευθυς CT 1:31 αυτης ¦ — ECM† NA SBL TH WH 1:31 ευθεως ¦ — CT § 1:32 εδυ ¦ εδυσεν WH * 1:33 η πολις ολη επισυνηγμενη ην ¦ ην η πολις ολη επισυνηγμενη ANT ¦ ην ολη η πολις επισυνηγμενη CT 1:34 αυτον 57.6% ¦ αυτον χριστον ειναι 𝔐pt ANT PCK WH 28.6% ¦ αυτον τον χριστον ειναι MSS 8.9% 1:35 εννυχον ¦ εννυχα ANT CT § 1:36 κατεδιωξαν ¦ κατεδιωξεν ECM† NA SBL TH WH * 1:36 ο ¦ — ECM† NA SBL TH WH 1:37 ευροντες αυτον ¦ ευρον αυτον και ECM† NA SBL TH WH 1:37 σε ζητουσι ¦ ζητουσι σε CT TR § 1:38 αγωμεν ¦ αγωμεν αλλαχου ECM† NA SBL TH WH * 1:38 και εκει ¦ κακει TH TR 1:38 εξεληλυθα ¦ εληλυθα PCK ¦ εξηλθον CT 1:39 ην 99.4% ¦ ηλθε CT 0.5% § 1:39 εν ταις συναγωγαις ¦ εις τας συναγωγας CT * 1:40 αυτον 85.9% ¦ — CT 6.1% 1:40 και ¦ — SBL WH 1:41 ο δε ιησους ¦ και CT § 1:41 σπλαγχνισθεις 99.5% ¦ οργισθεις SBL 0.1% * 1:41 ηψατο αυτου ¦ αυτου ηψατο CT 1:42 ειποντος αυτου 95.8% ¦ — CT 2.3% 1:42 ευθεως ¦ ευθυς CT § 1:42 εκαθαρισθη ¦ εκαθερισθη TH WH * 1:43 ευθεως ¦ ευθυς CT 1:44 αλλ ¦ αλλα NA27 SBL TH WH 1:44 προσενεγκε ¦ προσενεγκαι PCK § 1:44 μωσης ¦ μωυσης ANT CT * 1:45 αλλ ¦ αλλα SBL WH 1:45 εν ¦ επ CT 1:45 πανταχοθεν ¦ παντοθεν CT