22
The Plot to Kill Jesus
Ἤγγιζε δὲ ἑορτὴ τῶν ἀζύμων, λεγομένη Πάσχα. Καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν· ἐφοβοῦντο γὰρ τὸν λαόν.
Εἰσῆλθε δὲ *Σατανᾶς εἰς Ἰούδαν τὸν ἐπικαλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα. Καὶ ἀπελθὼν συνελάλησε τοῖς ἀρχιερεῦσι καὶ στρατηγοῖς τὸ πῶς §αὐτὸν παραδῷ αὐτοῖς. Καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ *ἀργύριον δοῦναι. Καὶ ἐξωμολόγησε καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν αὐτοῖς ἄτερ ὄχλου.
The Preparation of the Passover
Ἦλθε δὲ ἡμέρα τῶν ἀζύμων, ἐν ἔδει θύεσθαι τὸ Πάσχα. Καὶ ἀπέστειλε Πέτρον καὶ §Ἰωάννην, εἰπών, Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ Πάσχα, ἵνα φάγωμεν. Οἱ δὲ *εἶπον αὐτῷ, Ποῦ θέλεις ἑτοιμάσομεν; 10  δὲ εἶπεν αὐτοῖς, Ἰδού, εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν, συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν οὗ εἰσπορεύεται. 11 Καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας, Λέγει σοι διδάσκαλος, Ποῦ ἐστι τὸ κατάλυμα, ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 12 Κἀκεῖνος ὑμῖν δείξει §ἀνώγεον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε. 13 Ἀπελθόντες δὲ εὗρον καθὼς *εἴρηκεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ Πάσχα.
The Institution of the Lord's Supper
14 Καὶ ὅτε ἐγένετο ὥρα, ἀνέπεσε, καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ. 15 Καὶ εἶπε πρὸς αὐτούς, Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθὑμῶν πρὸ τοῦ με παθεῖν· 16 λέγω γὰρ ὑμῖν ὅτι οὐκέτι οὐ μὴ φάγω §ἐξ αὐτοῦ, ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. 17 Καὶ δεξάμενος *ποτήριον, εὐχαριστήσας εἶπε, Λάβετε τοῦτο, καὶ διαμερίσατε ἑαυτοῖς· 18 λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπὸ §τοῦ *γενήματος τῆς ἀμπέλου, ἕως ὅτου βασιλεία τοῦ Θεοῦ ἔλθῃ. 19 Καὶ λαβὼν ἄρτον, εὐχαριστήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς, λέγων, Τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. 20 Ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων, Τοῦτο τὸ ποτήριον καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν §ἐκχυνόμενον. 21 Πλὴν ἰδού, χεὶρ τοῦ παραδιδόντος με μετἐμοῦ ἐπὶ τῆς τραπέζης. 22 *Καὶ μὲν υἱὸς τοῦ ἀνθρώπου πορεύεται κατὰ τὸ ὡρισμένον· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ διοὗ παραδίδοται. 23 Καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν τοῦτο μέλλων πράσσειν.
The Dispute About Greatness
24 Ἐγένετο δὲ καὶ §φιλονεικία ἐν αὐτοῖς τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων. 25  δὲ εἶπεν αὐτοῖς, Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. 26 Ὑμεῖς δὲ οὐχ οὕτως· ἀλλ μείζων ἐν ὑμῖν *γενέσθω ὡς νεώτερος· καὶ ἡγούμενος ὡς διακονῶν. 27 Τίς γὰρ μείζων, ἀνακείμενος διακονῶν; Οὐχὶ ἀνακείμενος; Ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶν ὡς διακονῶν.
28 Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· 29 κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι πατήρ μου, βασιλείαν, 30 ἵνα §ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης *μου καὶ καθίσεσθε ἐπὶ θρόνων, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.
Jesus Predicts Peter's Denial
31 §Εἶπε δὲ Κύριος, Σίμων, Σίμων, ἰδού, Σατανᾶς ἐξῃτήσατο ὑμᾶς, τοῦ *σινιάσαι ὡς τὸν σῖτον· 32 ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου. 33  δὲ εἶπεν αὐτῷ, Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. 34  δὲ εἶπε, Λέγω σοι, Πέτρε, οὐ §μὴ φωνήσῃ σήμερον ἀλέκτωρ, *πρὶν τρὶς ἀπαρνήσῃ μὴ εἰδέναι με.
Moneybag, Knapsack, and Sword
35 Καὶ εἶπεν αὐτοῖς, Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος §ὑστερήσατε; Οἱ δὲ *εἶπον, Οὐθενός. 36 Εἶπεν οὖν αὐτοῖς, Ἀλλὰ νῦν ἔχων §βαλάντιον ἀράτω, ὁμοίως καὶ πήραν· καὶ μὴ ἔχων, *πωλήσει τὸ ἱμάτιον αὐτοῦ, καὶ ἀγοράσει μάχαιραν. 37 Λέγω γὰρ ὑμῖν ὅτι ἔτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τὸ Καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ §τὰ περὶ ἐμοῦ τέλος ἔχει. 38 Οἱ δὲ *εἶπον, Κύριε, ἰδού, μάχαιραι ὧδε δύο. δὲ εἶπεν αὐτοῖς, Ἱκανόν ἐστι.
Jesus Prays on the Mount of Olives
39 Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν Ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ. 40 Γενόμενος δὲ ἐπὶ τοῦ τόπου, εἶπεν αὐτοῖς, Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. 41 Καὶ αὐτὸς ἀπεσπάσθη ἀπαὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο, 42 λέγων, Πάτερ, εἰ βούλει παρενεγκεῖν §τὸ ποτήριον τοῦτο ἀπἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν *γενέσθω. 43 Ὤφθη δὲ αὐτῷ ἄγγελος ἀποὐρανοῦ ἐνισχύων αὐτόν. 44 Καὶ γενόμενος ἐν ἀγωνίᾳ, ἐκτενέστερον προσηύχετο. §Ἐγένετο δὲ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν. 45 Καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς, ἐλθὼν πρὸς τοὺς *μαθητὰς εὗρεν αὐτοὺς κοιμωμένους ἀπὸ τῆς λύπης, 46 καὶ εἶπεν αὐτοῖς, Τί καθεύδετε; Ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.
Jesus Arrested
47 Ἔτι δὲ αὐτοῦ λαλοῦντος, ἰδού, ὄχλος καὶ λεγόμενος Ἰούδας, εἷς τῶν δώδεκα, §προήρχετο *αὐτούς, καὶ ἤγγισε τῷ Ἰησοῦ φιλῆσαι αὐτόν. 48  δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως; 49 Ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον §εἶπον αὐτῷ, Κύριε, εἰ πατάξομεν ἐν *μαχαίρᾳ; 50 Καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τὸν δοῦλον τοῦ ἀρχιερέως, καὶ ἀφεῖλεν αὐτοῦ τὸ οὖς τὸ δεξιόν. 51 Ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν, Ἐᾶτε ἕως τούτου. Καὶ ἁψάμενος τοῦ ὠτίου §αὐτοῦ, ἰάσατο αὐτόν. 52 Εἶπε δὲ * Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπαὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους, Ὡς ἐπὶ λῃστὴν ἐξεληλύθατε μετὰ μαχαιρῶν καὶ ξύλων; 53 Καθἡμέραν ὄντος μου μεθὑμῶν ἐν τῷ ἱερῷ, οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπἐμέ. §Ἀλλαὕτη *ὑμῶν ἐστιν ὥρα, καὶ ἐξουσία τοῦ σκότους.
Peter Denies Jesus
54 Συλλαβόντες δὲ αὐτὸν ἤγαγον, καὶ εἰσήγαγον αὐτὸν εἰς τὸν οἶκον τοῦ ἀρχιερέως· δὲ Πέτρος ἠκολούθει μακρόθεν. 55 §Ἁψάντων δὲ *πῦρ ἐν μέσῳ τῆς αὐλῆς, καὶ συγκαθισάντων αὐτῶν, ἐκάθητο Πέτρος §ἐν μέσῳ αὐτῶν. 56 Ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς, καὶ ἀτενίσασα αὐτῷ, εἶπε, Καὶ οὗτος σὺν αὐτῷ ἦν. 57  δὲ ἠρνήσατο *αὐτόν, λέγων, Γύναι, οὐκ οἶδα αὐτόν. 58 Καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη, Καὶ σὺ ἐξ αὐτῶν εἶ. δὲ Πέτρος εἶπεν, Ἄνθρωπε, οὐκ εἰμί. 59 Καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς, ἄλλος τις διϊσχυρίζετο, λέγων, Ἐπἀληθείας καὶ οὗτος μεταὐτοῦ ἦν· καὶ γὰρ Γαλιλαῖός ἐστιν. 60 Εἶπε δὲ Πέτρος, Ἄνθρωπε, οὐκ οἶδα λέγεις. Καὶ παραχρῆμα, ἔτι λαλοῦντος αὐτοῦ, ἐφώνησεν §ἀλέκτωρ. 61 Καὶ στραφεὶς Κύριος ἐνέβλεψε τῷ Πέτρῳ. Καὶ ὑπεμνήσθη Πέτρος τοῦ *λόγου τοῦ Κυρίου, ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι, ἀπαρνήσῃ με τρίς. 62 Καὶ ἐξελθὼν ἔξω Πέτρος ἔκλαυσε πικρῶς.
Jesus Is Mocked and Beaten
63 Καὶ οἱ ἄνδρες οἱ συνέχοντες §τὸν Ἰησοῦν ἐνέπαιζον αὐτῷ, *δέροντες. 64 Καὶ περικαλύψαντες αὐτόν, ἔτυπτον αὐτοῦ τὸ πρόσωπον, καὶ ἐπηρώτων αὐτόν, λέγοντες, Προφήτευσον. Τίς ἐστιν παίσας σε; 65 Καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν.
Jesus Faces the Sanhedrin
66 Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς καὶ γραμματεῖς, καὶ §ἀνήγαγον αὐτὸν εἰς τὸ συνέδριον *αὐτῶν, λέγοντες, 67 Εἰ σὺ εἶ Χριστός, εἰπὲ ἡμῖν. Εἶπε δὲ αὐτοῖς, Ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε· 68 ἐὰν δὲ καὶ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτέ §μοι, ἀπολύσητε. 69 Ἀπὸ τοῦ *νῦν ἔσται υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ. 70 Εἶπον δὲ πάντες, Σὺ οὖν εἶ υἱὸς τοῦ Θεοῦ; δὲ πρὸς αὐτοὺς ἔφη, Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι. 71 Οἱ δὲ εἶπον, Τί ἔτι §χρείαν ἔχομεν μαρτυρίας; Αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.
* 22:3 σατανας ¦ ο σατανας ANT PCK TR 22:3 επικαλουμενον ¦ καλουμενον CT 22:4 στρατηγοις ¦ τοις στρατηγοις TR ¦ γραμματευσιν και στρατηγοις ANT § 22:4 αυτον παραδω αυτοις ¦ αυτοις παραδω αυτον CT * 22:5 αργυριον ¦ αργυρια ANT PCK 22:6 αυτοις ατερ οχλου ¦ ατερ οχλου αυτοις CT 22:7 εν ¦ — SBL TH WH § 22:8 ιωαννην ¦ ιωανην WH * 22:9 ειπον ¦ ειπαν CT 22:9 ετοιμασομεν ¦ ετοιμασωμεν 𝔐pt ANT CT TR 22:10 ου ¦ εις ην CT § 22:12 ανωγεον ¦ αναγαιον CT PCK ¦ ανωγαιον ANT * 22:13 ειρηκεν ¦ ειρηκει CT 22:14 δωδεκα ¦ — CT 22:16 ουκετι ¦ — CT § 22:16 εξ αυτου ¦ αυτο CT * 22:17 ποτηριον ¦ το ποτηριον ANT 22:17 εαυτοις ¦ εις εαυτους CT 22:18 οτι ¦ — SBL TH WH § 22:18 του ¦ του νυν απο του CT * 22:18 γενηματος ¦ γεννηματος TR 22:18 οτου ¦ ου CT 22:20 ωσαυτως και το ποτηριον ¦ και το ποτηριον ωσαυτως CT § 22:20 εκχυνομενον ¦ εκχυννομενον CT * 22:22 και ο μεν υιος ¦ οτι ο υιος μεν CT 22:22 πορευεται κατα το ωρισμενον ¦ κατα το ωρισμενον πορευεται CT 22:23 συζητειν ¦ συνζητειν TH WH § 22:24 φιλονεικια ¦ φιλονικια TH * 22:26 γενεσθω ¦ γινεσθω ANT NA SBL WH ¦ γεινεσθω TH 22:27 ουχι ¦ ουχ PCK 22:27 ειμι εν μεσω υμων ¦ εν μεσω υμων ειμι CT § 22:30 εσθιητε ¦ εσθητε CT * 22:30 μου ¦ μου εν τη βασιλεια μου 𝔐pt ANT CT HF PCK TR 22:30 καθισεσθε ¦ καθισησθε TR ¦ καθησεσθε NA SBL ¦ καθησθε TH WH 22:30 κρινοντες τας δωδεκα φυλας ¦ τας δωδεκα φυλας κρινοντες CT § 22:31 ειπε δε ο κυριος ¦ — NA SBL WH * 22:31 σινιασαι ¦ σεινιασαι TH 22:32 εκλιπη ¦ εκλειπη 𝔐pt TR 22:32 στηριξον ¦ στηρισον CT § 22:34 μη φωνηση ¦ μη φωνησει TR ¦ φωνησει ANT CT * 22:34 πριν η ¦ εως CT 22:34 απαρνηση μη ειδεναι με ¦ με απαρνηση ειδεναι CT 22:35 βαλαντιου ¦ βαλλαντιου ANT CT § 22:35 υστερησατε ¦ υστερηθητε ANT * 22:35 ειπον ¦ ειπαν CT 22:35 ουθενος ¦ ουδενος PCK TR 22:36 ουν ¦ δε CT § 22:36 βαλαντιον ¦ βαλλαντιον ANT CT * 22:36 πωλησει ¦ πωλησατω CT TR 22:36 αγορασει ¦ αγορασατω CT TR 22:37 ετι ¦ — CT § 22:37 τα ¦ το CT * 22:38 ειπον ¦ ειπαν CT 22:39 αυτου ¦ — CT 22:42 παρενεγκειν ¦ παρενεγκε CT SCR § 22:42 το ποτηριον τουτο ¦ τουτο το ποτηριον ANT CT * 22:42 γενεσθω ¦ γινεσθω 𝔐pt ANT NA SBL WH ¦ γεινεσθω TH 22:43 {include verses 43–44} 98.7% ¦ {omit verses 43–44} 1% {Note: Included in the figure of 98.7% are 38 manuscripts that also include the content of verses 43–44 after Matthew 26:39. An additional six manuscripts include the content of verses 43–44 only after Matthew 26:39. NA and WH enclose this text with double brackets.} 22:43 απ ¦ απο του WH § 22:44 εγενετο δε ¦ και εγενετο NA SBL WH * 22:45 μαθητας ¦ μαθητας αυτου SCR 22:45 αυτους κοιμωμενους ¦ κοιμωμενους αυτους CT 22:47 δε ¦ — CT § 22:47 προηρχετο ¦ προηγεν ANT * 22:47 αυτους ¦ αυτων TR 22:47 αυτον ¦ αυτον τουτο γαρ σημειον δεδωκει αυτοις ον αν φιλησω αυτος εστιν ANT PCK 22:48 ο δε ιησους ¦ ιησους δε CT § 22:49 ειπον αυτω ¦ ειπαν CT * 22:49 μαχαιρα ¦ μαχαιρη CT 22:50 τον δουλον του αρχιερεως ¦ του αρχιερεως τον δουλον CT 22:50 αυτου το ους ¦ το ους αυτου CT § 22:51 αυτου ¦ — CT * 22:52 ο ¦ — CT 22:52 επ ¦ προς PCK 22:52 εξεληλυθατε ¦ εξηλθατε CT § 22:53 αλλ ¦ αλλα PCK * 22:53 υμων εστιν ¦ εστιν υμων ANT CT 22:54 αυτον ¦ — CT PCK 22:54 τον οικον ¦ την οικιαν CT § 22:55 αψαντων ¦ περιαψαντων CT * 22:55 πυρ ¦ πυραν ANT 22:55 συγκαθισαντων ¦ συνκαθισαντων TH WH 22:55 αυτων ¦ — CT § 22:55 εν μεσω ¦ μεσος CT * 22:57 αυτον ¦ — ANT CT 22:57 γυναι ουκ οιδα αυτον ¦ ουκ οιδα αυτον γυναι CT 22:58 ειπεν ¦ εφη CT § 22:60 αλεκτωρ ¦ ο αλεκτωρ TR * 22:61 λογου ¦ ρηματος NA TH WH 22:61 φωνησαι ¦ φωνησαι σημερον CT 22:62 ο πετρος ¦ — CT PCK § 22:63 τον ιησουν ¦ αυτον CT * 22:63 δεροντες ¦ δαιροντες PCK 22:64 ετυπτον αυτου το προσωπον και επηρωτων αυτον ¦ επηρωτων CT 22:66 και ¦ τε και CT PCK TR § 22:66 ανηγαγον ¦ απηγαγον CT PCK * 22:66 αυτων ¦ εαυτων ANT TR 22:67 ειπε ¦ ειπον CT 22:68 και ¦ — CT § 22:68 μοι η απολυσητε 93.7% ¦ — CT 0.4% * 22:69 νυν ¦ νυν δε CT 22:70 ειπον ¦ ειπαν CT 22:71 ειπον ¦ ειπαν CT § 22:71 χρειαν εχομεν μαρτυριας ¦ εχομεν μαρτυριας χρειαν CT