19
Jesus Visits Zacchaeus
Καὶ εἰσελθὼν διήρχετο τὴν *Ἰεριχώ. Καὶ ἰδού, ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ οὗτος ἦν πλούσιος. Καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστι, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. Καὶ προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ §συκομωραίαν ἵνα ἴδῃ αὐτόν· ὅτι *ἐκείνης ἔμελλε διέρχεσθαι. Καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας Ἰησοῦς εἶδεν αὐτόν, καὶ εἶπε πρὸς αὐτόν, Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. Καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. Καὶ ἰδόντες §πάντες διεγόγγυζον, λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθε καταλῦσαι. Σταθεὶς δὲ Ζακχαῖος εἶπε πρὸς τὸν Κύριον, Ἰδού, τὰ *ἡμίση τῶν ὑπαρχόντων μου, Κύριε, δίδωμι τοῖς πτωχοῖς· καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. Εἶπε δὲ πρὸς αὐτὸν Ἰησοῦς ὅτι Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν. 10 Ἦλθε γὰρ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.
The Parable of the Ten Minas
11 Ἀκουόντων δὲ αὐτῶν ταῦτα, προσθεὶς εἶπε παραβολήν, διὰ τὸ ἐγγὺς αὐτὸν εἶναι Ἱερουσαλήμ, καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει βασιλεία τοῦ Θεοῦ ἀναφαίνεσθαι. 12 Εἶπεν οὖν, Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακράν, λαβεῖν ἑαυτῷ βασιλείαν, καὶ ὑποστρέψαι. 13 Καλέσας δὲ δέκα δούλους ἑαυτοῦ, ἔδωκεν αὐτοῖς δέκα μνᾶς, καὶ εἶπε πρὸς αὐτούς, §Πραγματεύσασθε *ἕως ἔρχομαι. 14 Οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ, λέγοντες, Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφἡμᾶς. 15 Καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν, §καὶ εἶπε φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους, οἷς *ἔδωκε τὸ ἀργύριον, ἵνα γνῷ τίς τί διεπραγματεύσατο. 16 Παρεγένετο δὲ πρῶτος, λέγων, Κύριε, μνᾶ σου §προσειργάσατο δέκα μνᾶς. 17 Καὶ εἶπεν αὐτῷ, *Εὖ, ἀγαθὲ δοῦλε· ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων. 18 Καὶ ἦλθεν δεύτερος, λέγων, Κύριε, μνᾶ σου ἐποίησε πέντε μνᾶς. 19 Εἶπε δὲ καὶ τούτῳ, Καὶ σὺ γίνου ἐπάνω πέντε πόλεων. 20 Καὶ §ἕτερος ἦλθε, λέγων, Κύριε, ἰδού, μνᾶ σου, ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ· 21 ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ· αἴρεις οὐκ ἔθηκας, καὶ θερίζεις οὐκ *ἔσπειρας. 22 Λέγει δὲ αὐτῷ, Ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε. ᾜδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων οὐκ ἔθηκα, καὶ θερίζων οὐκ §ἔσπειρα· 23 καὶ διὰ τί οὐκ ἔδωκας *τὸ ἀργύριόν μου ἐπὶ τράπεζαν, καὶ ἐγὼ ἐλθὼν σὺν τόκῳ ἂν §ἔπραξα αὐτό; 24 Καὶ τοῖς παρεστῶσιν εἶπεν, Ἄρατε ἀπαὐτοῦ τὴν μνᾶν, καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι. 25 Καὶ *εἶπον αὐτῷ, Κύριε, ἔχει δέκα μνᾶς. 26 Λέγω γὰρ ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ἔχει ἀρθήσεται ἀπαὐτοῦ. 27 Πλὴν τοὺς ἐχθρούς μου §ἐκείνους, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπαὐτούς, ἀγάγετε ὧδε, καὶ *κατασφάξατε ἔμπροσθέν μου.
The Triumphal Entry
28 Καὶ εἰπὼν ταῦτα, ἐπορεύετο ἔμπροσθεν, ἀναβαίνων εἰς Ἱεροσόλυμα. 29 Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθσφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλε δύο τῶν μαθητῶν §αὐτοῦ, 30 *εἰπών, Ὑπάγετε εἰς τὴν κατέναντι κώμην· ἐν εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισε· λύσαντες αὐτὸν ἀγάγετε. 31 Καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ, Διὰ τί λύετε; οὕτως ἐρεῖτε αὐτῷ ὅτι Κύριος αὐτοῦ χρείαν ἔχει. 32 Ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν §αὐτοῖς. 33 Λυόντων δὲ αὐτῶν τὸν πῶλον, *εἶπον οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς, Τί λύετε τὸν πῶλον; 34 Οἱ δὲ εἶπον, Κύριος αὐτοῦ χρείαν ἔχει. 35 Καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν· καὶ ἐπιρρίψαντες §ἑαυτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον, ἐπεβίβασαν τὸν Ἰησοῦν. 36 Πορευομένου δὲ αὐτοῦ, ὑπεστρώννυον τὰ ἱμάτια *αὐτῶν ἐν τῇ ὁδῷ. 37 Ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν Ἐλαιῶν, ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν Θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων, 38 λέγοντες,
 
Εὐλογημένος ἐρχόμενος
βασιλεὺς ἐν ὀνόματι Κυρίου·
§εἰρήνη ἐν οὐρανῷ,
καὶ δόξα ἐν ὑψίστοις.
 
39 Καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου *εἶπον πρὸς αὐτόν, Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου. 40 Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Λέγω ὑμῖν ὅτι ἐὰν οὗτοι §σιωπήσωσιν, οἱ λίθοι *κεκράξονται.
Jesus Weeps over Jerusalem
41 Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν, ἔκλαυσεν ἐπαὐτῇ, 42 λέγων ὅτι Εἰ ἔγνως καὶ σύ, καί γε ἐν τῇ ἡμέρᾳ σου ταύτῃ, τὰ πρὸς εἰρήνην §σου· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου. 43 Ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σέ, καὶ *περιβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι, καὶ περικυκλώσουσί σε, καὶ συνέξουσί σε πάντοθεν, 44 καὶ ἐδαφιοῦσί σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν ἐν σοὶ λίθον ἐπὶ λίθῳ· ἀνθὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.
Jesus Cleanses the Temple Courts
45 Καὶ εἰσελθὼν εἰς τὸ ἱερόν, ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας ἐν αὐτῷ καὶ ἀγοράζοντας, 46 λέγων αὐτοῖς, §Γέγραπται, * οἶκός μου οἶκος προσευχῆς ἐστιν· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.
47 Καὶ ἦν διδάσκων τὸ καθἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι, καὶ οἱ πρῶτοι τοῦ λαοῦ· 48 καὶ οὐχ εὕρισκον τὸ τί ποιήσωσιν, λαὸς γὰρ ἅπας §ἐξεκρέματο αὐτοῦ ἀκούων.
* 19:1 ιεριχω ¦ ιερειχω TH WH 19:2 ουτος ην ¦ αυτος CT 19:4 εμπροσθεν ¦ εις το εμπροσθεν CT § 19:4 συκομωραιαν ¦ συκομοραιαν PCK ¦ συκομορεαν ANT CT * 19:4 εκεινης ¦ δι εκεινης 𝔐pt TR 19:4 εμελλε ¦ ημελλε ANT CT PCK TR 19:5 ειδεν αυτον και ¦ — CT § 19:7 παντες ¦ απαντες TR * 19:8 ημιση των υπαρχοντων μου ¦ ημισια μου των υπαρχοντων CT 19:8 διδωμι τοις πτωχοις ¦ τοις πτωχοις διδωμι CT 19:11 αυτον ειναι ιερουσαλημ ¦ ειναι ιερουσαλημ αυτον CT § 19:13 πραγματευσασθε ¦ πραγματευσασθαι WH * 19:13 εως ¦ εν ω ANT CT 19:14 πολιται ¦ πολειται TH 19:14 εμισουν ¦ εμεισουν TH § 19:15 και ¦ — 𝔐pt PCK * 19:15 εδωκε ¦ δεδωκει CT 19:15 γνω ¦ επιγνω ANT ¦ γνοι CT 19:15 τις τι διεπραγματευσατο 92.2% ¦ τις τι επραγματευσατο MSS 5.1% ¦ τι διεπραγματευσαντο CT 0.4% § 19:16 προσειργασατο δεκα ¦ δεκα προσηργασατο CT * 19:17 ευ ¦ ευγε CT 19:18 κυριε η μνα σου ¦ η μνα σου κυριε CT 19:19 γινου επανω ¦ επανω γινου NA SBL WH ¦ επανω γεινου TH § 19:20 ετερος ¦ ο ετερος CT * 19:21 εσπειρας ¦ εσπειρας και συναγεις οθεν ου διεσκορπισας ANT 19:22 δε ¦ — ANT CT 19:22 εγω ανθρωπος αυστηρος ειμι ¦ ανθρωπος αυστηρος ειμι εγω ANT § 19:22 εσπειρα ¦ εσπειρα και συναγων οθεν ου διεσκορπισα ANT * 19:23 το αργυριον μου ¦ μου το αργυριον CT 19:23 τραπεζαν ¦ την τραπεζαν ANT PCK TR 19:23 και εγω ¦ καγω CT § 19:23 επραξα αυτο ¦ αυτο επραξα CT * 19:25 ειπον ¦ ειπαν CT 19:26 γαρ ¦ — CT 19:26 απ αυτου ¦ — CT § 19:27 εκεινους ¦ τουτους CT * 19:27 κατασφαξατε ¦ κατασφαξατε αυτους ANT CT 19:29 βηθσφαγη ¦ βηθφαγη 𝔐pt CT TR 19:29 βηθανιαν ¦ βηθανια TH WH § 19:29 αυτου ¦ — CT * 19:30 ειπων ¦ λεγων CT 19:30 εκαθισε ¦ εκαθισε και CT 19:31 αυτω ¦ — CT § 19:32 αυτοις ¦ αυτοις εστωτα τον πωλον ANT * 19:33 ειπον ¦ ειπαν CT 19:34 ειπον ¦ ειπον οτι ANT ¦ ειπαν οτι CT 19:35 επιρριψαντες ¦ επιριψαντες CT § 19:35 ἑαυτῶν ¦ αὐτῶν CT * 19:36 αυτων ¦ εαυτων SBL WH 19:37 ηρξαντο ¦ ηρξατο ANT 19:38 βασιλευς ¦ ο βασιλευς NA WH § 19:38 ειρηνη εν ουρανω ¦ εν ουρανω ειρηνη CT * 19:39 ειπον ¦ ειπαν CT 19:40 αυτοις ¦ — CT 19:40 οτι ¦ — NA WH § 19:40 σιωπησωσιν ¦ σιωπησουσιν CT * 19:40 κεκραξονται ¦ κραξουσι CT 19:41 αυτη ¦ αυτην CT 19:42 και συ και γε εν τη ημερα σου ταυτη 85.4% ¦ και συ και γε εν τη ημερα ταυτη MSS 9.3% ¦ εν τη ημερα ταυτη και συ CT 1% § 19:42 σου ¦ — CT * 19:43 περιβαλουσιν ¦ παρεμβαλουσιν NA SBL WH 19:44 εν σοι λιθον επι λιθω ¦ λιθον επι λιθον εν σοι CT 19:45 εν αυτω και αγοραζοντας ¦ — CT § 19:46 γεγραπται ¦ γεγραπται οτι ANT * 19:46 ο οικος μου οικος προσευχης εστιν ¦ και εσται ο οικος μου οικος προσευχης CT 19:48 ευρισκον ¦ ηυρισκον WH 19:48 ποιησωσιν ¦ ποιησουσιν ANT PCK § 19:48 εξεκρεματο ¦ εξεκρεμετο WH