17
Temptations to Sin
*Εἶπε δὲ πρὸς τοὺς μαθητάς, Ἀνένδεκτόν ἐστι τοῦ §μὴ ἐλθεῖν τὰ σκάνδαλα· *οὐαὶ δὲ διοὗ ἔρχεται. Λυσιτελεῖ αὐτῷ εἰ μύλος ὀνικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔρριπται εἰς τὴν θάλασσαν, ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων. Προσέχετε ἑαυτοῖς. Ἐὰν §δὲ ἁμάρτῃ *εἰς σὲ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ· καὶ ἐὰν μετανοήσῃ, ἄφες αὐτῷ. Καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμάρτῃ εἰς σέ, καὶ ἑπτάκις τῆς ἡμέρας §ἐπιστρέψῃ, λέγων, Μετανοῶ, ἀφήσεις αὐτῷ.
Increase Our Faith
Καὶ *εἶπον οἱ ἀπόστολοι τῷ Κυρίῳ, Πρόσθες ἡμῖν πίστιν. Εἶπε δὲ Κύριος, Εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ, Ἐκριζώθητι, καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν.
We Are Unworthy Servants
Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ §ἐρεῖ εὐθέως, Παρελθὼν *ἀνάπεσε· ἀλλοὐχὶ ἐρεῖ αὐτῷ, Ἑτοίμασον τί δειπνήσω, καὶ περιζωσάμενος διακόνει μοι, ἕως φάγω καὶ πίω· καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ; Μὴ χάριν ἔχει τῷ δούλῳ ἐκείνῳ ὅτι ἐποίησε τὰ διαταχθέντα; §Οὐ δοκῶ. 10 Οὕτω καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν· *ὅτι ὀφείλομεν ποιῆσαι πεποιήκαμεν.
Jesus Cleanses Ten Lepers
11 Καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι αὐτὸν εἰς Ἱερουσαλήμ, καὶ αὐτὸς διήρχετο διὰ §μέσου *Σαμαρείας καὶ Γαλιλαίας. 12 Καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην, ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόρρωθεν· 13 καὶ αὐτοὶ ἦραν φωνήν, λέγοντες, Ἰησοῦ, ἐπιστάτα, ἐλέησον ἡμᾶς. 14 Καὶ ἰδὼν εἶπεν αὐτοῖς, Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι. Καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτούς, ἐκαθαρίσθησαν. 15 Εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψε, μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν· 16 καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ, εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν §Σαμαρείτης. 17 Ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν, *Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; Οἱ δὲ ἐννέα ποῦ; 18 Οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ, εἰ μὴ ἀλλογενὴς οὗτος; 19 Καὶ εἶπεν αὐτῷ, Ἀναστὰς πορεύου· πίστις σου σέσωκέ σε.
The Coming of the Kingdom
20 Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων, πότε ἔρχεται βασιλεία τοῦ Θεοῦ, ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν, Οὐκ ἔρχεται βασιλεία τοῦ Θεοῦ μετὰ παρατηρήσεως· 21 οὐδὲ ἐροῦσιν, Ἰδοὺ ὧδε, , Ἰδοὺ ἐκεῖ. Ἰδοὺ γάρ, βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν.
22 Εἶπε δὲ πρὸς τοὺς μαθητάς, Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν, καὶ οὐκ ὄψεσθε. 23 Καὶ ἐροῦσιν ὑμῖν, Ἰδοὺ ὧδε, , Ἰδοὺ ἐκεῖ· μὴ ἀπέλθητε, μηδὲ διώξητε. 24 Ὥσπερ γὰρ ἀστραπὴ § ἀστράπτουσα ἐκ τῆς *ὑποὐρανὸν εἰς τὴν ὑποὐρανὸν λάμπει, οὕτως ἔσται υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ ἡμέρᾳ αὐτοῦ. 25 Πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης. 26 Καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις §Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 27 Ἤσθιον, ἔπινον, ἐγάμουν, *ἐξεγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθε Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν κατακλυσμός, καὶ ἀπώλεσεν ἅπαντας. 28 Ὁμοίως καὶ ὡς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν· 29  δὲ ἡμέρᾳ ἐξῆλθε Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξε πῦρ καὶ θεῖον ἀποὐρανοῦ, καὶ ἀπώλεσεν §ἅπαντας· 30 κατὰ *ταῦτα ἔσται ἡμέρᾳ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται. 31 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὃς ἔσται ἐπὶ τοῦ δώματος, καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά· καὶ ἐν τῷ ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω. 32 Μνημονεύετε τῆς γυναικὸς Λώτ. 33 Ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· §καὶ ὃς ἐὰν *ἀπολέσῃ αὐτὴν ζῳογονήσει αὐτήν. 34 Λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ §κλίνης μιᾶς· *εἷς παραληφθήσεται, καὶ ἕτερος ἀφεθήσεται. 35 Δύο ἔσονται ἀλήθουσαι ἐπὶ τὸ αὐτό· §μία *παραληφθήσεται, καὶ ἑτέρα ἀφεθήσεται. 37 Καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ, Ποῦ, Κύριε; δὲ εἶπεν αὐτοῖς, Ὅπου τὸ σῶμα, ἐκεῖ §συναχθήσονται οἱ ἀετοί.
* 17:1 ειπε ¦ ελεγε ANT 17:1 δε ¦ δε και ANT 17:1 μαθητας ¦ μαθητας αυτου ANT CT § 17:1 μη ελθειν τα σκανδαλα ¦ τα σκανδαλα μη ελθειν CT * 17:1 ουαι δε ¦ πλην ουαι CT 17:2 μυλος ονικος ¦ λιθος μυλικος ANT CT 17:2 ενα των μικρων τουτων ¦ των μικρων τουτων ενα CT § 17:3 δε ¦ — CT * 17:3 εις σε ¦ — CT 17:4 αμαρτη ¦ αμαρτηση CT 17:4 της ημερας ¦ — CT § 17:4 επιστρεψη ¦ επιστρεψη επι σε TR ¦ επιστρεψη προς σε ANT CT * 17:5 ειπον ¦ ειπαν CT 17:6 εχετε ¦ ειχετε PCK TR 17:6 ταυτη ¦ — TH § 17:7 ερει ¦ ερει αυτω CT * 17:7 αναπεσε ¦ αναπεσαι TR 17:9 χαριν εχει ¦ εχει χαριν CT 17:9 εκεινω ¦ — CT § 17:9 ου δοκω 89.5% ¦ αυτω ου δοκω TR 2.5% ¦ — CT 1.4% * 17:10 οτι ¦ — CT 17:10 οφειλομεν ¦ ωφειλομεν 𝔐pt ANT CT HF PCK TR 17:11 αυτον ¦ — CT § 17:11 μεσου ¦ μεσον CT * 17:11 σαμαρειας ¦ σαμαριας WH 17:12 αυτω ¦ — SBL WH 17:12 εστησαν ¦ ανεστησαν WH § 17:16 σαμαρειτης ¦ σαμαριτης NA SBL * 17:17 ουχι ¦ ουχ WH 17:21 ιδου ¦ — CT 17:23 ωδε η ιδου εκει ¦ ωδε ιδου εκει ANT ¦ εκει η ιδου ωδε NA TH WH ¦ εκει ιδου ωδε SBL § 17:24 η ¦ — ANT CT * 17:24 υπ ¦ υπο τον CT 17:24 ο ¦ και ο ANT TR 17:24 εν τη ημερα αυτου ¦ — WH § 17:26 νωε ¦ του νωε TR * 17:27 εξεγαμιζοντο ¦ εγαμιζοντο CT 17:27 απαντας ¦ παντας CT 17:28 και ως ¦ καθως CT § 17:29 απαντας ¦ παντας CT * 17:30 ταυτα ¦ τα αυτα ANT NA SBL WH 17:31 τω ¦ — CT 17:33 σωσαι ¦ περιποιησασθαι CT § 17:33 και ος εαν ¦ ος δ αν CT * 17:33 απολεση ¦ απολεσει WH 17:33 αυτην ¦ — CT 17:34 εσονται δυο ¦ δυο εσονται ANT PCK § 17:34 κλινης ¦ κλεινης TH * 17:34 εις ¦ ο εις CT TR 17:34 παραληφθησεται ¦ παραλημφθησεται CT 17:35 δυο εσονται ¦ εσονται δυο CT § 17:35 μια ¦ η μια CT SCR * 17:35 παραληφθησεται ¦ παραλημφθησεται CT 17:35 και η ¦ η δε CT 17:35 αφεθησεται ¦ αφεθησεται 36 δυο εσονται εν τω αγρω ο εις παραληφθησεται και ο ετερος αφεθησεται SCR ¦ αφεθησεται 36 δυο εν τω αγρω εις παραληφθησεται και ο ετερος αφεθησεται ANT § 17:37 συναχθησονται οι αετοι ¦ συναχθησονται και οι αετοι PCK ¦ επισυναχθησονται και οι αετοι ANT ¦ και οι αετοι επισυναχθησονται CT