5
Fornication Rebuked
Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν *ὀνομάζεται, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν τὸ ἔργον τοῦτο ποιήσας.
Ἐγὼ μὲν γὰρ §ὡς ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρών, τὸν οὕτω τοῦτο κατεργασάμενον, ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ *Χριστοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ.
Οὐ καλὸν τὸ καύχημα ὑμῶν. Οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ; Ἐκκαθάρατε §οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι. Καὶ γὰρ τὸ Πάσχα ἡμῶν *ὑπὲρ ἡμῶν ἐτύθη Χριστός· ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.
Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις· 10 §καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου τοῖς πλεονέκταις, * ἅρπαξιν, εἰδωλολάτραις· ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. 11 Νυνὶ δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι, ἐάν τις ἀδελφὸς ὀνομαζόμενος πόρνος, πλεονέκτης, εἰδωλολάτρης, λοίδορος, μέθυσος, ἅρπαξ· τῷ τοιούτῳ μηδὲ συνεσθίειν. 12 Τί γάρ μοι §καὶ τοὺς ἔξω κρίνειν; Οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε; 13 Τοὺς δὲ ἔξω Θεὸς *κρινεῖ. Καὶ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.
* 5:1 ονομαζεται 95.5% ¦ — CT 3.3% 5:2 εξαρθη ¦ αρθη CT 5:2 ποιησας ¦ πραξας NA WH § 5:3 ως ¦ — CT * 5:4 χριστου ¦ — NA SBL WH 5:4 χριστου ¦ — CT 5:5 ιησου ¦ — NA SBL WH § 5:7 ουν 𝔐18 ¦ — 𝔐12 CT HF RP * 5:7 υπερ ημων 91.4% ¦ — CT 3.5% 5:7 ετυθη ¦ εθυθη SCR 5:8 ειλικρινειας ¦ ειλικρινιας WH § 5:10 και ¦ — CT * 5:10 η ¦ και CT 5:10 οφειλετε ¦ ωφειλετε CT 5:11 νυνι 𝔐19 ¦ νυν 𝔐11 ANT CT RP § 5:12 και ¦ — CT * 5:13 κρινεῖ ¦ κρίνει SBL TR WH 5:13 και εξαρειτε ¦ εξαρατε CT