22
1 Καὶ ἔδειξέν μοι *⸂ποταμὸν καθαρὸν⸃ ὕδατος ζωῆς, λαμπρὸν ὡς κρύσταλλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ θεοῦ καὶ τοῦ ἀρνίου. 2 Ἐν μέσῳ τῆς πλατείας αὐτῆς, καὶ τοῦ ποταμοῦ *⸂ἐντεῦθεν καὶ ἐκεῖθεν,⸃ ξύλον ζωῆς, ποιοῦν καρποὺς δώδεκα, κατὰ μῆνα *⸆ ἕκαστον *⸂2ἀποδιδοὺς⸃ τὸν καρπὸν αὐτοῦ· καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν. 3 Καὶ πᾶν *⸂κατάθεμα⸃ οὐκ ἔσται *⸂2ἔτι·⸃ καὶ ὁ θρόνος τοῦ θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται· καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ, 4 καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ· καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν. 5 Καὶ νὺξ οὐκ ἔσται *⸂ἐκεῖ,⸃ καὶ *⸉χρείαν οὐκ ἔχουσιν⸊ *⸂2λύχνου καὶ φωτὸς ἡλίου,⸃ ὅτι κύριος ὁ θεὸς *⸂3φωτιεῖ⸃ *⸆ αὐτούς· καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
6 Καὶ *⸂λέγει⸃ μοι, Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί· καὶ *⸂2κύριος ὁ θεὸς⸃ *⸂3τῶν πνευμάτων τῶν προφητῶν⸃ ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει. 7 *⸋Καὶ⸌ ἰδού, ἔρχομαι ταχύ. Μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.
8 Κἀγὼ Ἰωάννης ὁ *⸉ἀκούων καὶ βλέπων ταῦτα.⸊ Καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα, ἔπεσον προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα. 9 Καὶ λέγει μοι, Ὅρα μή· σύνδουλός σού *⸆ εἰμι, *⸂καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν, καὶ τῶν τηρούντων⸃ τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ θεῷ προσκύνησον.
10 Καὶ λέγει μοι, Μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· *⸂ὁ καιρὸς γὰρ⸃ ἐγγύς ἐστιν. 11 *⸂Ὁ ἀδικῶν ἀδικησάτω ἔτι· καὶ ὁ ῥυπαρὸς ῥυπαρευθήτω ἔτι· καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι·⸃ καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι. 12 *⸆ Ἰδού, ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετ᾽ ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον *⸂ἔσται αὐτοῦ.⸃ 13 Ἐγὼ *⸆ τὸ Ἄλφα καὶ τὸ Ὦ, *⸂ὁ πρῶτος καὶ ὁ ἔσχατος, ἡ ἀρχὴ καὶ τὸ τέλος.⸃ 14 Μακάριοι οἱ *⸂ποιοῦντες τὰς ἐντολὰς αὐτοῦ,⸃ ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς, καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν. 15 Ἔξω *⸆ οἱ κύνες καὶ οἱ φαρμακοὶ καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι, καὶ πᾶς *⸆2 φιλῶν καὶ ποιῶν ψεῦδος.
16 Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. Ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος *⸆ Δαυίδ, ὁ ἀστὴρ *⸂ὁ λαμπρὸς ὁ πρωϊνός.⸃
17 Καὶ τὸ πνεῦμα καὶ ἡ νύμφη λέγουσιν, *⸂Ἔρχου. Καὶ ὁ ἀκούων εἰπάτω, Ἔρχου.⸃ *⸂2Καὶ ὁ διψῶν *⸂3ἐρχέσθω·⸃ ὁ θέλων⸃ *⸂4λαβέτω⸃ *⸆ ὕδωρ ζωῆς δωρεάν.
18 *⸂Μαρτυρῶ⸃ *⸆ *⸋ἐγὼ⸌ παντὶ *⸋2τῷ⸌ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου, ἐάν τις *⸂2ἐπιθῇ⸃ *⸂3ἐπ᾽ αὐτά,⸃ *⸂4ἐπιθήσαι⸃ *⸉ὁ θεὸς ἐπ᾽ αὐτὸν⸊ τὰς *⸆2 πληγὰς τὰς γεγραμμένας ἐν *⸋3τῷ⸌ βιβλίῳ τούτῳ· 19 καὶ ἐάν τις *⸂ἀφέλῃ⸃ ἀπὸ τῶν λόγων *⸋τοῦ⸌ βιβλίου τῆς προφητείας ταύτης, *⸂2ἀφέλοι⸃ ὁ θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ *⸋2τοῦ⸌ *⸂3ξύλου⸃ τῆς ζωῆς, καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, *⸆ τῶν γεγραμμένων ἐν *⸋3τῷ⸌ βιβλίῳ τούτῳ.
20 Λέγει ὁ μαρτυρῶν ταῦτα, *⸂Ναί, ἔρχομαι ταχύ. Ἀμήν. Ναί, ἔρχου,⸃ κύριε Ἰησοῦ.
21 Ἡ χάρις *⸂τοῦ κυρίου Ἰησοῦ χριστοῦ⸃ μετὰ *⸂2πάντων τῶν ἁγίων.⸃ *⸋Ἀμήν.⸌
* 22:1 ⸂ ποταμὸν καθαρὸν RP f 35 ¦ καθαρὸν ποταμὸν TR ¦ ποταμὸν TNT2 WH NA NIV SBL * 22:2 ⸂ ἐντεῦθεν καὶ ἐκεῖθεν RP TNT2 WH NA NIV SBL ¦ ἐντεῦθεν καὶ ἐντεῦθεν f 35 TR * 22:2 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἕνα TR * 22:2 ⸂2 ἀποδιδοὺς RP f 35 TNT2 ¦ ἀποδιδοῦν TR WH NA NIV SBL * 22:3 ⸂ κατάθεμα RP f 35 TNT2 WH NA NIV SBL ¦ κατανάθεμα TR * 22:3 ⸂2 ἔτι RP TR TNT2 WH NA NIV SBL ¦ ἐκεῖ f 35 * 22:5 ⸂ ἐκεῖ RP f 35 TR ¦ ἔτι TNT2 WH NA NIV SBL * 22:5 ⸉ χρείαν οὐκ ἔχουσιν RP f 35 ¦ χρείαν οὐκ ἔχουσι TR ¦ οὐκ ἔχουσιν χρείαν TNT2 WH NA NIV SBL * 22:5 ⸂2 λύχνου καὶ φωτὸς ἡλίου RP f 35 TR ¦ φωτὸς λύχνου καὶ φωτὸς ἡλίου TNT2 NA NIV ¦ φωτὸς λύχνου καὶ φῶς ἡλίου WH SBL * 22:5 ⸂3 φωτιεῖ RP f 35 ¦ φωτίζει TR ¦ φωτίσει TNT2 WH NA NIV SBL * 22:5 ⸆ – RP f 35 TR ¦ ἐπ᾽ TNT2 WH NA NIV SBL * 22:6 ⸂ λέγει RP f 35 ¦ εἶπέ TR ¦ εἶπέν TNT2 WH NA NIV SBL * 22:6 ⸂2 κύριος ὁ θεὸς RP f 35 TR ¦ ὁ κύριος ὁ θεὸς TNT2 WH NA NIV SBL * 22:6 ⸂3 τῶν πνευμάτων τῶν προφητῶν RP f 35 TNT2 WH NA NIV SBL ¦ τῶν ἁγίων προφητῶν TR * 22:7 ⸋ Καὶ RP TNT2 WH NA NIV SBL ¦ – f 35 TR * 22:8 ⸉ ἀκούων καὶ βλέπων ταῦτα RP f 35 TNT2 WH NA NIV SBL ¦ βλέπων ταῦτα καὶ ἀκούων TR * 22:9 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ γάρ TR * 22:9 ⸂ καὶ τῶν ἀδελφῶν … καὶ τῶν τηρούντων RP TR TNT2 WH NA NIV SBL ¦ καὶ τῶν ἀδελφῶν … τῶν τηρούντων f 35 * 22:10 ⸂ ὁ καιρὸς γὰρ RP TNT2 WH NA NIV SBL ¦ ὅτι ὁ καιρὸς f 35 TR * 22:11 ⸂ Ὁ ἀδικῶν ἀδικησάτω ἔτι· καὶ ὁ ῥυπαρὸς ῥυπαρευθήτω ἔτι· καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι· RP f 35 ¦ Ὁ ἀδικῶν ἀδικησάτω ἔτι· καὶ ὁ ῥυπῶν ῥυπωσάτω ἔτι· καὶ ὁ δίκαιος δικαιωθήτω ἔτι· TR ¦ Ὁ ἀδικῶν ἀδικησάτω ἔτι· καὶ ὁ ῥυπαρὸς ῥυπανθήτω ἔτι· καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι· TNT2 WH NA NIV ¦ Ὁ ἀδικῶν ἀδικησάτω ἔτι· καὶ ὁ ῥυπαρὸς ῥυπαρευθήτω ἔτι· καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι· SBL * 22:12 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ Καὶ TR * 22:12 ⸂ ἔσται αὐτοῦ RP f 35 ¦ αὐτοῦ ἐσται TR ¦ ἐστὶν αὐτοῦ TNT2 WH NA NIV SBL * 22:13 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ εἰμι TR * 22:13 ⸂ ὁ πρῶτος καὶ ὁ ἔσχατος, ἡ ἀρχὴ καὶ τὸ τέλος RP WH NA NIV SBL ¦ ἀρχὴ καὶ τέλος, ὁ πρῶτος καὶ ὁ ἔσχατος f 35 TR ¦ ὁ πρῶτος καὶ ὁ ἔσχατος, ἀρχὴ καὶ τέλος TNT2 * 22:14 ⸂ ποιοῦντες τὰς ἐντολὰς αὐτοῦ RP f 35 TR ¦ πλύνοντες τὰς στολὰς αὐτῶν TNT2 WH NA NIV SBL * 22:15 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ δὲ TR * 22:15 ⸆2 – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR * 22:16 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ TR * 22:16 ⸂ ὁ λαμπρὸς ὁ πρωϊνός RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ λαμπρὸς καὶ ὀρθρινός TR * 22:17 ⸂ Ἔρχου … Ἔρχου RP f 35 TNT2 WH NA NIV SBL ¦ Ἐλθε … Ἐλθε TR * 22:17 ⸂2 Καὶ ὁ διψῶν … ὁ θέλων RP f 35 TNT2 WH NA NIV SBL ¦ Καὶ ὁ διψῶν … καὶ ὁ θέλων TR * 22:17 ⸂3 ἐρχέσθω RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐλθέτω TR * 22:17 ⸂4 λαβέτω RP f 35 TNT2 WH NA NIV SBL ¦ λαμβανέτω TR * 22:17 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τὸ TR * 22:18 ⸂ Μαρτυρῶ RP f 35 TNT2 WH NA NIV SBL ¦ Συμμαρτυροῦμαι TR * 22:18 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ γὰρ TR * 22:18 ⸋ ἐγὼ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 22:18 ⸋2 τῷ RP TNT2 WH NA NIV SBL ¦ – f 35 TR * 22:18 ⸂2 ἐπιθῇ RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐπιτιθῇ TR * 22:18 ⸂3 ἐπ᾽ αὐτά RP f 35 TNT2 WH NA NIV SBL ¦ πρὸς ταῦτα TR * 22:18 ⸂4 ἐπιθήσαι RP f 35 ¦ ἐπιθήσει TR TNT2 WH NA NIV SBL * 22:18 ⸉ ὁ θεὸς ἐπ᾽ αὐτὸν RP TR TNT2 WH NA NIV SBL ¦ ἐπ᾽ αὐτὸν ὁ θεὸς f 35 * 22:18 ⸆2 – RP TR TNT2 WH NA NIV SBL ¦ ἑπτὰ f 35 * 22:18 ⸋3 τῷ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 22:19 ⸂ ἀφέλῃ RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀφαιρῇ TR * 22:19 ⸋ τοῦ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 22:19 ⸂2 ἀφέλοι RP f 35 ¦ ἀφαιρήσει TR ¦ ἀφελεῖ TNT2 WH NA NIV SBL * 22:19 ⸋2 τοῦ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 22:19 ⸂3 ξύλου RP f 35 TNT2 WH NA NIV SBL ¦ βίβλου TR * 22:19 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ TR * 22:19 ⸋3 τῷ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 22:20 ⸂ Ναί, ἔρχομαι … Ναί, ἔρχου RP f 35 TR ¦ Ναί, ἔρχομαι … Ἔρχου TNT2 WH NA NIV SBL * 22:21 ⸂ τοῦ κυρίου Ἰησοῦ χριστοῦ RP f 35 WH ¦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ TR ¦ τοῦ κυρίου Ἰησοῦ TNT2 NA NIV SBL * 22:21 ⸂2 πάντων τῶν ἁγίων RP f 35 ¦ πάντων ὑμῶν TR ¦ τῶν ἁγίων TNT2 WH NIV ¦ πάντων NA SBL * 22:21 ⸋ Ἀμήν. RP f 35 TR NIV ¦ – TNT2 WH NA SBL