19
1 *⸆ Μετὰ ταῦτα ἤκουσα *⸂ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ⸃ ἐν τῷ οὐρανῷ, *⸂2λεγόντων,⸃ Ἁλληλούϊα· *⸂3ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ δόξα⸃ *⸂4τοῦ θεοῦ ἡμῶν·⸃ 2 ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ· ὅτι ἔκρινεν τὴν πόρνην τὴν μεγάλην, ἥτις *⸂διέφθειρεν⸃ τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐξεδίκησεν τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ *⸆ χειρὸς αὐτῆς. 3 Καὶ δεύτερον *⸂εἴρηκεν,⸃ Ἁλληλούϊα· καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 4 Καὶ ἔπεσον οἱ πρεσβύτεροι οἱ *⸂εἴκοσι τέσσαρες,⸃ καὶ τὰ τέσσαρα ζῷα, καὶ προσεκύνησαν τῷ θεῷ τῷ καθημένῳ ἐπὶ *⸂2τοῦ θρόνου,⸃ λέγοντες, Ἀμήν· Ἁλληλούϊα. 5 Καὶ φωνὴ *⸂ἀπὸ⸃ τοῦ θρόνου ἐξῆλθεν, λέγουσα, Αἰνεῖτε *⸂2τὸν θεὸν⸃ ἡμῶν πάντες οἱ δοῦλοι αὐτοῦ, *⸋καὶ⸌ οἱ φοβούμενοι αὐτόν, *⸂3οἱ μικροὶ καὶ οἱ μεγάλοι.⸃ 6 Καὶ ἤκουσα ὡς φωνὴν ὄχλου πολλοῦ, καὶ ὡς φωνὴν ὑδάτων πολλῶν, καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν, *⸂λέγοντες,⸃ Ἁλληλούϊα· ὅτι ἐβασίλευσεν *⸂2κύριος ὁ θεὸς ἡμῶν⸃ ὁ παντοκράτωρ. 7 *⸂Χαίρωμεν καὶ ἀγαλλιώμεθα, καὶ δῶμεν⸃ τὴν δόξαν αὐτῷ· ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου, καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν. 8 Καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον *⸂λαμπρὸν καὶ καθαρόν·⸃ τὸ γὰρ βύσσινον τὰ δικαιώματα *⸉τῶν ἁγίων ἐστίν.⸊ 9 Καὶ λέγει μοι, Γράψον, Μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. Καὶ λέγει μοι, Οὗτοι οἱ λόγοι ἀληθινοὶ *⸉τοῦ θεοῦ εἰσιν.⸊ 10 Καὶ ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ· καὶ λέγει μοι, Ὅρα μή· σύνδουλός σου εἰμὶ καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων *⸂τὴν μαρτυρίαν Ἰησοῦ· τῷ θεῷ προσκύνησον· ἡ γὰρ μαρτυρία τοῦ Ἰησοῦ⸃ ἐστὶν τὸ πνεῦμα τῆς προφητείας.
11 Καὶ εἶδον τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ ἰδού, ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ᾽ αὐτόν, *⸉καλούμενος πιστὸς⸊ καὶ ἀληθινός, καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ. 12 Οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ *⸆ φλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά· ἔχων *⸋ὀνόματα γεγραμμένα καὶ⸌ ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός, 13 καὶ περιβεβλημένος ἱμάτιον *⸂βεβαμμένον⸃ αἵματι· καὶ *⸂2καλεῖται⸃ τὸ ὄνομα αὐτοῦ, Ὁ λόγος τοῦ θεοῦ. 14 Καὶ τὰ στρατεύματα *⸋τὰ⸌ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐπὶ ἵπποις λευκοῖς, ἐνδεδυμένοι βύσσινον λευκὸν *⸆ καθαρόν. 15 Καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ῥομφαία *⸋δίστομος⸌ ὀξεῖα, ἵνα ἐν αὐτῇ *⸂πατάξῃ⸃ τὰ ἔθνη· καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ *⸆ τῆς ὀργῆς τοῦ θεοῦ τοῦ παντοκράτορος. 16 Καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ *⸆ ὄνομα γεγραμμένον, Βασιλεὺς βασιλέων καὶ κύριος κυρίων.
17 Καὶ εἶδον *⸆ ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ· καὶ ἔκραξεν *⸆2 φωνῇ μεγάλῃ, λέγων πᾶσιν τοῖς ὀρνέοις τοῖς πετομένοις ἐν μεσουρανήματι, *⸂Δεῦτε, συνάχθητε⸃ εἰς *⸂2τὸ δεῖπνον τὸ μέγα τοῦ θεοῦ,⸃ 18 ἵνα φάγητε σάρκας βασιλέων, καὶ σάρκας χιλιάρχων, καὶ σάρκας ἰσχυρῶν, καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ᾽ *⸂αὐτῶν,⸃ καὶ σάρκας πάντων, *⸂2ἐλευθέρων τε καὶ δούλων, καὶ μικρῶν τε καὶ μεγάλων.⸃
19 Καὶ εἶδον τὸ θηρίον, καὶ τοὺς βασιλεῖς τῆς γῆς, καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι *⸆ πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου, καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ. 20 Καὶ ἐπιάσθη τὸ θηρίον, καὶ *⸉ὁ μετ᾽ αὐτοῦ ψευδοπροφήτης⸊ ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησεν τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου, καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς *⸂τὴν καιομένην⸃ ἐν *⸆ θείῳ· 21 καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου, τῇ *⸂ἐξελθούσῃ⸃ ἐκ τοῦ στόματος αὐτοῦ· καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν.
* 19:1 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ Καὶ f 35 TR * 19:1 ⸂ ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ RP TNT2 WH NA NIV SBL ¦ ὡς φωνὴν ὄχλου πολλοῦ μεγάλην f 35 ¦ φωνὴν ὄχλου πολλοῦ μεγάλην TR * 19:1 ⸂2 λεγόντων RP f 35 TNT2 WH NA NIV SBL ¦ λεγόντος TR * 19:1 ⸂3 ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ δόξα RP f 35 ¦ ἡ σωτηρία καὶ ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ δύναμις TR ¦ ἡ σωτηρία καὶ δόξα καὶ ἡ δύναμις TNT2 WH NA NIV SBL * 19:1 ⸂4 τοῦ θεοῦ ἡμῶν RP f 35 TNT2 WH NA NIV SBL ¦ κυρίῳ τῷ θεῷ ἡμῶν TR * 19:2 ⸂ διέφθειρεν RP f 35 ¦ ἔφθειρε TR ¦ ἔφθειρεν TNT2 WH NA NIV SBL * 19:2 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τῆς TR * 19:3 ⸂ εἴρηκεν RP f 35 ¦ εἴρηκαν TR TNT2 WH NA NIV SBL * 19:4 ⸂ εἴκοσι τέσσαρες RP f 35 WH NA NIV SBL ¦ εἴκοσι καὶ τέσσαρες TR ¦ εἴκοσι τέσσερες TNT2 * 19:4 ⸂2 τοῦ θρόνου RP f 35 TR ¦ τῷ θρόνῳ TNT2 WH NA NIV SBL * 19:5 ⸂ ἀπὸ RP TNT2 WH NA NIV SBL ¦ ἐκ f 35 TR * 19:5 ⸂2 τὸν θεὸν RP f 35 TR ¦ τῷ θεῷ TNT2 WH NA NIV SBL * 19:5 ⸋ καὶ RP f 35 TR TNT2 NA27+28 NIV73 SBL ¦ – WH NA25 NIV11 * 19:5 ⸂3 οἱ μικροὶ καὶ οἱ μεγάλοι RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ οἱ μικροὶ καὶ οἱ μεγάλοι TR * 19:6 ⸂ λέγοντες RP ¦ λεγόντας f 35 TR ¦ λεγόντων TNT2 WH NA NIV SBL * 19:6 ⸂2 κύριος ὁ θεὸς ἡμῶν RP f 35 TNT2 WH NA NIV ¦ κύριος ὁ θεὸς TR SBL * 19:7 ⸂ Χαίρωμεν καὶ ἀγαλλιώμεθα, καὶ δῶμεν RP f 35 TR ¦ Χαίρωμεν καὶ ἀγαλλιῶμεν, καὶ δῶμεν TNT2 ¦ Χαίρωμεν καὶ ἀγαλλιῶμεν, καὶ δώσομεν WH NA25 SBL ¦ Χαίρωμεν καὶ ἀγαλλιῶμεν, καὶ δώσωμεν NA27+28 NIV * 19:8 ⸂ λαμπρὸν καὶ καθαρόν RP f 35 ¦ καθαρόν καὶ λαμπρὸν TR ¦ λαμπρὸν καθαρόν TNT2 WH NA NIV SBL * 19:8 ⸉ τῶν ἁγίων ἐστίν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐστί τῶν ἁγίων TR * 19:9 ⸉ τοῦ θεοῦ εἰσιν RP TNT2 WH NA NIV SBL ¦ εἰσιν τοῦ θεοῦ f 35 ¦ εἰσι τοῦ θεοῦ TR * 19:10 ⸂ τὴν μαρτυρίαν Ἰησοῦ … ἡ γὰρ μαρτυρία τοῦ Ἰησοῦ RP f 35 ¦ τὴν μαρτυρίαν τοῦ Ἰησοῦ … ἡ γὰρ μαρτυρία τοῦ Ἰησοῦ TR ¦ τὴν μαρτυρίαν Ἰησοῦ … ἡ γὰρ μαρτυρία Ἰησοῦ TNT2 WH NA NIV SBL * 19:11 ⸉ καλούμενος πιστὸς RP f 35 TR NA27+28 NIV ¦ πιστὸς καλούμενος TNT2 WH NA25 SBL * 19:12 ⸆ – RP f 35 TNT2 WH NA25 SBL ¦ ὡς TR NA27+28 NIV * 19:12 ⸋ ὀνόματα γεγραμμένα καὶ RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL * 19:13 ⸂ βεβαμμένον RP f 35 TR TNT2 NA NIV SBL ¦ ῤεραντισμένον WH * 19:13 ⸂2 καλεῖται RP f 35 TR ¦ κέκληται TNT2 WH NA NIV SBL * 19:14 ⸋ τὰ RP f 35 WH NA NIV SBL ¦ – TR TNT2 * 19:14 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ TR * 19:15 ⸋ δίστομος RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL * 19:15 ⸂ πατάξῃ RP f 35 TNT2 WH NA NIV SBL ¦ πατάσσῃ TR * 19:15 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ TR * 19:16 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τὸ TR * 19:17 ⸆ – RP ¦ ἕνα f 35 TR TNT2 WH NA NIV SBL * 19:17 ⸆2 – RP f 35 TR TNT2 SBL ¦ ἐν WH NA NIV * 19:17 ⸂ Δεῦτε, συνάχθητε RP f 35 TNT2 WH NA NIV SBL ¦ Δεῦτε καὶ συνάγεσθε TR * 19:17 ⸂2 τὸ δεῖπνον τὸ μέγα τοῦ θεοῦ RP f 35 TNT2 WH NA NIV SBL ¦ τὸ δεῖπνον τοῦ μεγάλου θεοῦ TR * 19:18 ⸂ αὐτῶν RP f 35 TR NA NIV SBL ¦ αὐτούς TNT2 WH * 19:18 ⸂2 ἐλευθέρων τε καὶ δούλων, καὶ μικρῶν τε καὶ μεγάλων RP f 35 ¦ ἐλευθέρων καὶ δούλων, καὶ μικρῶν καὶ μεγάλων TR ¦ ἐλευθέρων τε καὶ δούλων, καὶ μικρῶν καὶ μεγάλων TNT2 WH NA NIV SBL * 19:19 ⸆ – RP f 35 TR ¦ τὸν TNT2 WH NA NIV SBL * 19:20 ⸉ ὁ μετ᾽ αὐτοῦ ψευδοπροφήτης RP ¦ μετ᾽ αὐτοῦ ὁ ψευδοπροφήτης f 35 TNT2 WH NA NIV SBL ¦ μετὰ τοὐτοῦ ὁ ψευδοπροφήτης TR * 19:20 ⸂ τὴν καιομένην RP f 35 TR ¦ τῆς καιομένης TNT2 WH NA NIV SBL * 19:20 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τῷ TR * 19:21 ⸂ ἐξελθούσῃ RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐκπορευομένῃ TR