17
1 Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, καὶ ἐλάλησεν μετ᾽ ἐμοῦ, λέγων, *⸆ Δεῦρο, δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης, τῆς καθημένης ἐπὶ *⸂τῶν ὑδάτων τῶν πολλῶν·⸃ 2 μεθ᾽ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησαν *⸉οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς.⸊ 3 Καὶ ἀπήνεγκέν με εἰς ἔρημον ἐν πνεύματι· καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ θηρίον κόκκινον, *⸂γέμον ὀνόματα βλασφημίας, ἔχον⸃ κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα. 4 Καὶ ἡ γυνὴ *⸂ἦν⸃ περιβεβλημένη *⸂2πορφυροῦν καὶ κόκκινον,⸃ *⸆ κεχρυσωμένη *⸂3χρυσίῳ⸃ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα *⸉ποτήριον χρυσοῦν⸊ ἐν τῇ χειρὶ αὐτῆς, γέμον βδελυγμάτων καὶ *⸂4τὰ ἀκάθαρτα τῆς⸃ πορνείας αὐτῆς, 5 καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον, Μυστήριον, Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς. 6 Καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν ἐκ τοῦ αἵματος τῶν ἁγίων, *⸆ ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ. Καὶ ἐθαύμασα, ἰδὼν αὐτήν, θαῦμα μέγα. 7 Καὶ εἶπέν μοι ὁ ἄγγελος, Διὰ τί ἐθαύμασας; Ἐγὼ *⸉ἐρῶ σοι⸊ τὸ μυστήριον τῆς γυναικός, καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα. 8 *⸋Τὸ⸌ θηρίον, ὃ εἶδες, ἦν, καὶ οὐκ ἔστιν, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου, καὶ εἰς ἀπώλειαν *⸂ὑπάγειν.⸃ Καὶ *⸂2θαυμάσονται⸃ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται *⸂3τὰ ὀνόματα⸃ ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, *⸂4βλεπόντων⸃ *⸉ὅτι ἦν τὸ θηρίον,⸊ *⸂5καὶ οὐκ ἔστιν, καὶ παρέσται.⸃ 9 Ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. Αἱ ἑπτὰ κεφαλαὶ *⸉ἑπτὰ ὄρη εἰσίν,⸊ ὅπου ἡ γυνὴ κάθηται ἐπ᾽ αὐτῶν. 10 Καὶ βασιλεῖς *⸉εἰσιν ἑπτά·⸊ οἱ πέντε ἔπεσον, *⸆ ὁ εἷς ἔστιν, ὁ ἄλλος οὔπω ἦλθεν· καί, ὅταν ἔλθῃ, ὀλίγον *⸉2δεῖ αὐτὸν⸊ μεῖναι. 11 Καὶ τὸ θηρίον ὃ ἦν, καὶ οὐκ ἔστιν, καὶ *⸂αὐτὸς⸃ ὄγδοός ἐστιν, καὶ ἐκ τῶν ἑπτά ἐστιν, καὶ εἰς ἀπώλειαν ὑπάγει. 12 Καὶ τὰ δέκα κέρατα, ἃ εἶδες, δέκα βασιλεῖς εἰσίν, οἵτινες βασιλείαν οὔπω ἔλαβον, ἀλλ᾽ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσιν μετὰ τοῦ θηρίου. 13 Οὗτοι μίαν *⸉ἔχουσιν γνώμην,⸊ *⸂καὶ τὴν δύναμιν καὶ τὴν ἐξουσίαν⸃ *⸂2αὐτῶν⸃ τῷ θηρίῳ *⸂3διδόασιν.⸃ 14 Οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσιν, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι κύριος κυρίων ἐστὶν καὶ βασιλεὺς βασιλέων, καὶ οἱ μετ᾽ αὐτοῦ, κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί. 15 Καὶ λέγει μοι, Τὰ ὕδατα, ἃ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσίν, καὶ ἔθνη καὶ γλῶσσαι. 16 Καὶ τὰ δέκα κέρατα, ἃ εἶδες, *⸂καὶ⸃ τὸ θηρίον, οὗτοι μισήσουσιν τὴν πόρνην, *⸂2καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ γυμνὴν ποιήσουσιν αὐτήν,⸃ καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί. 17 Ὁ γὰρ θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι *⸉γνώμην μίαν,⸊ καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχρι *⸂τελεσθῶσιν οἱ λόγοι⸃ τοῦ θεοῦ. 18 Καὶ ἡ γυνή, ἣν εἶδες, ἐστὶν ἡ πόλις ἡ μεγάλη, ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς.
* 17:1 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ μοι TR * 17:1 ⸂ τῶν ὑδάτων τῶν πολλῶν RP f 35 TR ¦ ὑδάτων πολλῶν TNT2 WH NA NIV SBL * 17:2 ⸉ οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς οἱ κατοικοῦντες τὴν γῆν TR * 17:3 ⸂ γέμον ὀνόματα … ἔχον RP ¦ γέμον ὀνομάτων … ἔχον f 35 TR ¦ γέμον τὰ ὀνόματα … ἔχον TNT2 ¦ γέμοντα ὀνόματα … ἔχων WH NA27+28 NIV73 SBL ¦ γέμοντα ὀνόματα … ἔχοντα NA25 ¦ γέμον ὀνόματα ἔχων NIV11 * 17:4 ⸂ ἦν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἡ TR * 17:4 ⸂2 πορφυροῦν καὶ κόκκινον RP TNT2 WH NA NIV SBL ¦ πορφῦραν καὶ κόκκινον f 35 ¦ πορφύρᾳ καὶ κόκκινῳ TR * 17:4 ⸆ – RP f 35 ¦ καὶ TR TNT2 WH NA NIV SBL * 17:4 ⸂3 χρυσίῳ RP WH NA NIV SBL ¦ χρυσῷ f 35 TR TNT2 * 17:4 ⸉ ποτήριον χρυσοῦν RP TNT2 WH NA NIV SBL ¦ χρυσοῦν ποτήριον f 35 TR * 17:4 ⸂4 τὰ ἀκάθαρτα τῆς RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀκάθαρτητος TR * 17:6 ⸆ – RP ¦ καὶ f 35 TR TNT2 WH NA NIV SBL * 17:7 ⸉ ἐρῶ σοι RP TNT2 WH NA NIV SBL ¦ σοι ἐρῶ f 35 TR * 17:8 ⸋ Τὸ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 17:8 ⸂ ὑπάγειν RP f 35 TR TNT2 ¦ ὑπάγει WH NA NIV SBL * 17:8 ⸂2 θαυμάσονται RP f 35 TR TNT2 ¦ θαυμασθήσονται WH NA NIV SBL * 17:8 ⸂3 τὰ ὀνόματα RP f 35 TR ¦ τὸ ὄνομα TNT2 WH NA NIV SBL * 17:8 ⸂4 βλεπόντων RP TNT2 WH NA NIV SBL ¦ βλεπόντες f 35 TR * 17:8 ⸉ ὅτι ἦν τὸ θηρίον RP ¦ τὸ θηρίον ὅτι ἦν f 35 TR TNT2 WH NA NIV SBL * 17:8 ⸂5 καὶ οὐκ ἔστιν, καὶ παρέσται RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ οὐκ ἔστι, καὶπερ ἔστιν TR * 17:9 ⸉ ἑπτὰ ὄρη εἰσίν RP f 35 TNT2 WH NA NIV SBL ¦ ὄρη εἰσίν ἑπτὰ TR * 17:10 ⸉ εἰσιν ἑπτά RP ¦ ἑπτά εἰσιν f 35 TR TNT2 WH NA NIV SBL * 17:10 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ TR * 17:10 ⸉2 δεῖ αὐτὸν RP ¦ αὐτὸν δεῖ f 35 TR TNT2 WH NA NIV SBL * 17:11 ⸂ αὐτὸς RP f 35 TR WH NA NIV SBL ¦ οὗτος TNT2 * 17:13 ⸉ ἔχουσιν γνώμην RP ¦ γνώμην ἔχουσιν f 35 TNT2 WH NA NIV SBL ¦ γνώμην ἔχουσι TR * 17:13 ⸂ καὶ τὴν δύναμιν καὶ τὴν ἐξουσίαν RP f 35 TR ¦ καὶ τὴν δύναμιν καὶ ἐξουσίαν TNT2 WH NA NIV SBL * 17:13 ⸂2 αὐτῶν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἑαυτῶν TR * 17:13 ⸂3 διδόασιν RP f 35 TNT2 WH NA NIV SBL ¦ διαδιδώσουσιν TR * 17:16 ⸂ καὶ RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐπὶ TR * 17:16 ⸂2 καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ γυμνὴν ποιήσουσιν αὐτήν RP f 35 ¦ καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ γυμνὴν TR TNT2 WH NA NIV SBL * 17:17 ⸉ γνώμην μίαν RP f 35 ¦ μίαν γνώμην TR TNT2 WH NA NIV SBL * 17:17 ⸂ τελεσθῶσιν οἱ λόγοι RP ¦ τελεσθήσονται οἱ λόγοι f 35 TNT2 WH NA NIV SBL ¦ τελεσθῇ τὰ ῥήματά TR