15
1 Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν, ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ θεοῦ.
2 Καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ *⸆ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ, ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας κιθάρας τοῦ θεοῦ. 3 Καὶ ᾄδουσιν τὴν ᾠδὴν Μωϋσέως τοῦ δούλου τοῦ θεοῦ, καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου, λέγοντες, Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, κύριε ὁ θεὸς ὁ παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ βασιλεὺς τῶν *⸂ἐθνῶν.⸃ 4 *⸂Τίς οὐ μὴ φοβηθῇ σε, κύριε, καὶ δοξάσῃ τὸ ὄνομά σου;⸃ Ὅτι μόνος *⸂2ἅγιος·⸃ *⸆ ὅτι πάντα τὰ ἔθνη ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.
5 Καὶ μετὰ ταῦτα εἶδον, καὶ *⸆ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ· 6 καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι *⸋οἱ⸌ ἔχοντες τὰς ἑπτὰ πληγὰς ἐκ τοῦ *⸂ναοῦ,⸃ *⸋2οἳ ἦσαν⸌ ἐνδεδυμένοι *⸂2λίνον⸃ καθαρὸν *⸆ λαμπρόν, καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς· 7 καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκεν τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 8 Καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦ ἐκ τῆς δόξης τοῦ θεοῦ, καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ· καὶ οὐδεὶς ἐδύνατο εἰσελθεῖν εἰς τὸν ναόν, ἄχρι τελεσθῶσιν *⸂αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων.⸃
* 15:2 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐκ τοῦ χαράγματος αὐτοῦ TR * 15:3 ⸂ ἐθνῶν RP f 35 TNT2 NA NIV11 ¦ ἁγίων TR ¦ αἰώνων WH NIV73 SBL * 15:4 ⸂ Τίς οὐ μὴ φοβηθῇ σε, κύριε, καὶ δοξάσῃ τὸ ὄνομά σου; RP f 35 TR ¦ Τίς οὐ μὴ φοβηθῇ, κύριε, καὶ δοξάσει τὸ ὄνομά σου; TNT2 WH NA NIV SBL * 15:4 ⸂2 ἅγιος RP f 35 ¦ ὅσιος TR TNT2 WH NA NIV SBL * 15:4 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ εἶ f 35 * 15:5 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἰδού TR * 15:6 ⸋ οἱ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 15:6 ⸂ ναοῦ RP TR TNT2 WH NA NIV SBL ¦ οὐρανοῦ f 35 * 15:6 ⸋2 οἳ ἦσαν RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL * 15:6 ⸂2 λίνον RP f 35 TR NA NIV SBL ¦ λίθον TNT2 WH * 15:6 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ TR * 15:8 ⸂ αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων RP TR TNT2 WH NA NIV SBL ¦ αἱ ἑπτὰ πληγαὶ τῶν ἀγγέλων f 35