ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ
1
1 Ἀποκάλυψις Ἰησοῦ χριστοῦ, ἣν ἔδωκεν αὐτῷ ὁ θεὸς δεῖξαι τοῖς δούλοις αὐτοῦ, ἃ δεῖ γενέσθαι ἐν τάχει, καὶ ἐσήμανεν ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ, 2 ὃς ἐμαρτύρησεν τὸν λόγον τοῦ θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ χριστοῦ, ὅσα *⸆ εἶδεν. *⸆2 3 Μακάριος ὁ ἀναγινώσκων, καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα· ὁ γὰρ καιρὸς ἐγγύς.
4 Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ *⸂θεοῦ⸃ ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος· καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων ἃ *⸆ ἐνώπιον τοῦ θρόνου αὐτοῦ· 5 καὶ ἀπὸ Ἰησοῦ χριστοῦ, ὁ μάρτυς ὁ πιστός, ὁ πρωτότοκος *⸆ τῶν νεκρῶν, καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς. Τῷ *⸂ἀγαπῶντι⸃ ἡμᾶς, καὶ λούσαντι ἡμᾶς *⸂2ἀπὸ⸃ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ· 6 καὶ ἐποίησεν ἡμᾶς *⸂βασιλείαν,⸃ ἱερεῖς τῷ θεῷ καὶ πατρὶ αὐτοῦ· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας *⸋τῶν αἰώνων.⸌ Ἀμήν. 7 Ἰδού, ἔρχεται μετὰ τῶν νεφελῶν, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμός, καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν· καὶ κόψονται ἐπ᾽ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Ναί, ἀμήν.
8 Ἐγώ εἰμι τὸ Ἄλφα καὶ τὸ Ὦ, *⸆ λέγει *⸂κύριος ὁ θεός,⸃ ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὁ παντοκράτωρ.
9 Ἐγὼ Ἰωάννης, ὁ *⸆ ἀδελφὸς ὑμῶν καὶ *⸂κοινωνὸς⸃ *⸂2ἐν τῇ θλίψει καὶ βασιλείᾳ καὶ ὑπομονῇ⸃ *⸂3ἐν χριστῷ Ἰησοῦ,⸃ ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ, *⸂4διὰ τὸν λόγον τοῦ θεοῦ καὶ διὰ τὴν μαρτυρίαν⸃ *⸂5Ἰησοῦ χριστοῦ.⸃ 10 Ἐγενόμην ἐν πνεύματι ἐν τῇ κυριακῇ ἡμέρᾳ· καὶ ἤκουσα *⸉φωνὴν ὀπίσω μου⸊ μεγάλην ὡς σάλπιγγος, 11 λεγούσης, *⸆ Ὃ βλέπεις γράψον εἰς βιβλίον, καὶ πέμψον ταῖς *⸋ἑπτὰ⸌ ἐκκλησίαις, *⸆2 εἰς Ἔφεσον, καὶ εἰς Σμύρναν, καὶ εἰς Πέργαμον, καὶ εἰς Θυάτειρα, καὶ εἰς Σάρδεις, καὶ εἰς Φιλαδέλφειαν, καὶ εἰς Λαοδίκειαν. 12 Καὶ *⸋ἐκεῖ⸌ ἐπέστρεψα βλέπειν τὴν φωνὴν ἥτις *⸂ἐλάλει⸃ μετ᾽ ἐμοῦ. Καὶ ἐπιστρέψας εἶδον ἑπτὰ λυχνίας χρυσᾶς, 13 καὶ ἐν μέσῳ τῶν *⸋ἑπτὰ⸌ λυχνιῶν ὅμοιον *⸂υἱῷ⸃ ἀνθρώπου, ἐνδεδυμένον ποδήρη, καὶ περιεζωσμένον πρὸς τοῖς μαστοῖς ζώνην χρυσῆν. 14 Ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαὶ *⸂ὡς ἔριον λευκόν, ὡς χιών· καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός·⸃ 15 καὶ *⸂οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ, ὡς ἐν καμίνῳ πεπυρωμένοι·⸃ καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν. 16 Καὶ ἔχων ἐν τῇ δεξιᾷ *⸉αὐτοῦ χειρὶ⸊ ἀστέρας ἑπτά· καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη· καὶ ἡ ὄψις αὐτοῦ, ὡς ὁ ἥλιος φαίνει ἐν τῇ δυνάμει αὐτοῦ. 17 Καὶ ὅτε εἶδον αὐτόν, ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός· καὶ *⸂ἔθηκεν⸃ τὴν δεξιὰν αὐτοῦ *⸆ ἐπ᾽ ἐμέ, λέγων, *⸆2 Μὴ φοβοῦ· ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος, 18 καὶ ὁ ζῶν, καὶ ἐγενόμην νεκρός, καὶ ἰδού, ζῶν εἰμὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, *⸋ἀμήν·⸌ καὶ ἔχω τὰς κλεῖς *⸉τοῦ θανάτου καὶ τοῦ ᾍδου.⸊ 19 Γράψον *⸋οὖν⸌ ἃ εἶδες, καὶ ἅ εἰσιν, καὶ ἃ μέλλει *⸂γίνεσθαι⸃ μετὰ ταῦτα· 20 τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων *⸂ὧν⸃ εἶδες ἐπὶ τῆς δεξιᾶς μου, καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς. Οἱ ἑπτὰ ἀστέρες ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσίν· καὶ *⸂2αἱ λυχνίαι αἱ ἑπτὰ⸃ ἑπτὰ ἐκκλησίαι εἰσίν.
* 1:2 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τε TR * 1:2 ⸆2 – RP TR TNT2 WH NA NIV SBL ¦ καὶ ἅτινά εἰσιν καὶ ἃ χρὴ γενέσθαι μετὰ ταῦτα f 35 * 1:4 ⸂ θεοῦ RP ¦ – f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ TR * 1:4 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ ἐστιν f 35 TR * 1:5 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ ἐκ f 35 TR * 1:5 ⸂ ἀγαπῶντι RP TNT2 WH NA NIV SBL ¦ ἀγαπήσαντι f 35 TR * 1:5 ⸂2 ἀπὸ RP f 35 TR ¦ ἐκ TNT2 WH NA NIV SBL * 1:6 ⸂ βασιλείαν RP f 35 TNT2 WH NA NIV SBL ¦ βασιλεῖς καὶ TR * 1:6 ⸋ τῶν αἰώνων RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 1:8 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀρχὴ καὶ τέλος TR * 1:8 ⸂ κύριος ὁ θεός RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ κύριος TR * 1:9 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ TR * 1:9 ⸂ κοινωνὸς RP f 35 ¦ συγκοινωνὸς TR TNT2 NA NIV SBL ¦ συνκοινωνὸς WH * 1:9 ⸂2 ἐν τῇ θλίψει καὶ βασιλείᾳ καὶ ὑπομονῇ RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐν τῇ θλίψει καὶ ἐν τῇ βασιλείᾳ καὶ ὑπομονῇ TR * 1:9 ⸂3 ἐν χριστῷ Ἰησοῦ RP f 35 ¦ Ἰησοῦ χριστοῦ TR ¦ ἐν Ἰησοῦ TNT2 WH NA NIV SBL * 1:9 ⸂4 διὰ τὸν λόγον … καὶ διὰ τὴν μαρτυρίαν RP f 35 TR ¦ διὰ τὸν λόγον … καὶ τὴν μαρτυρίαν TNT2 WH NA NIV SBL * 1:9 ⸂5 Ἰησοῦ χριστοῦ RP f 35 TR ¦ Ἰησοῦ TNT2 WH NA NIV SBL * 1:10 ⸉ φωνὴν ὀπίσω μου RP f 35 ¦ ὀπίσω μου φωνὴν TR TNT2 WH NA NIV SBL * 1:11 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ Ἐγώ εἰμι τὸ Α καὶ τὸ Ω, ὁ πρῶτος καὶ ὁ ἔσχατος· καί TR * 1:11 ⸋ ἑπτὰ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 1:11 ⸆2 – RP f 35 TNT2 WH NA NIV SBL ¦ ταῖς ἐν Ἀσίᾳ TR * 1:12 ⸋ ἐκεῖ RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL * 1:12 ⸂ ἐλάλει RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐλάλησε TR * 1:13 ⸋ ἑπτὰ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 1:13 ⸂ υἱῷ RP f 35 TR TNT2 ¦ υἱὸν WH NA NIV SBL * 1:14 ⸂ ὡς ἔριον λευκόν, ὡς χιών … ὡς φλὸξ πυρός RP TNT2 WH NA NIV SBL ¦ ὡσει ἔριον λευκόν, ὡς χιών … ὡς φλὸξ πυρός f 35 TR * 1:15 ⸂ οἱ πόδες … ὡς ἐν καμίνῳ πεπυρωμένοι· RP f 35 TR ¦ οἱ πόδες … ὡς ἐν καμίνῳ πεπυρωμένης TNT2 WH NA NIV SBL * 1:16 ⸉ αὐτοῦ χειρὶ RP TR ¦ χειρὶ αὐτοῦ f 35 TNT2 WH NA NIV SBL * 1:17 ⸂ ἔθηκεν RP TNT2 WH NA NIV SBL ¦ ἔπεθηκεν f 35 ¦ ἔπεθηκε TR * 1:17 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ χεῖρα f 35 TR * 1:17 ⸆2 – RP f 35 TNT2 WH NA NIV SBL ¦ μοι TR * 1:18 ⸋ ἀμήν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 1:18 ⸉ τοῦ θανάτου καὶ τοῦ ᾍδου RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ ᾍδου καὶ τοῦ θανάτου TR * 1:19 ⸋ οὖν RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 1:19 ⸂ γίνεσθαι RP TR TNT2 WH SBL ¦ γενέσθαι f 35 NA NIV * 1:20 ⸂ ὧν RP f 35 TR ¦ οὓς TNT2 WH NA NIV SBL * 1:20 ⸂2 αἱ λυχνίαι αἱ ἑπτὰ RP TNT2 WH NA NIV SBL ¦ αἱ ἑπτὰ λυχνίαι ἃς εἶδες f 35 TR