9
Ἀλήθειαν λέγω ἐν χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν πνεύματι ἁγίῳ, ὅτι λύπη μοι ἐστὶν μεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. Εὐχόμην γὰρ *αὐτὸς ἐγὼ ἀνάθεμα εἶναιἀπὸ τοῦ χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα· οἵτινές εἰσιν Ἰσραηλῖται, ὧν υἱοθεσία καὶ δόξα καὶ αἱ διαθῆκαι καὶ νομοθεσία καὶ λατρεία καὶ αἱ ἐπαγγελίαι, ὧν οἱ πατέρες, καὶ ἐξ ὧν χριστὸς τὸ κατὰ σάρκα, ὢν ἐπὶ πάντων, θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν λόγος τοῦ θεοῦ. Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ· οὐδὅτι εἰσὶν σπέρμα Ἀβραάμ, πάντες τέκνα· ἀλλἘν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. Τοῦτἔστιν, οὐ τὰ τέκνα τῆς σαρκός, ταῦτα τέκνα τοῦ θεοῦ· ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα. Ἐπαγγελίας γὰρ λόγος οὗτος, Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάρρᾳ υἱός. 10 Οὐ μόνον δέ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα, Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν 11 μήπω γὰρ γεννηθέντων, μηδὲ πραξάντων τι ἀγαθὸν *κακόν,⸃ ἵνα κατἐκλογὴν *πρόθεσις τοῦ θεοῦμένῃ, οὐκ ἐξ ἔργων, ἀλλἐκ τοῦ καλοῦντος, 12 ἐρρήθη αὐτῇ ὅτι μείζων δουλεύσει τῷ ἐλάσσονι. 13 *Καθὼςγέγραπται, Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα.
14 Τί οὖν ἐροῦμεν; Μὴ ἀδικία παρὰ τῷ θεῷ; Μὴ γένοιτο. 15 Τῷ *γὰρ Μωϋσῇλέγει, Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. 16 Ἄρα οὖν οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ. 17 Λέγει γὰρ γραφὴ τῷ Φαραὼ ὅτι Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. 18 Ἄρα οὖν ὃν θέλει ἐλεεῖ· ὃν δὲ θέλει σκληρύνει.
19 Ἐρεῖς *οὖν μοι,⸊ Τί *ἔτι μέμφεται; Τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; 20 *Μενοῦνγε, ἄνθρωπε,⸊ σὺ τίς εἶ ἀνταποκρινόμενος τῷ θεῷ; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, Τί με ἐποίησας οὕτως; 21  οὐκ ἔχει ἐξουσίαν κεραμεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι μὲν εἰς τιμὴν σκεῦος, δὲ εἰς ἀτιμίαν; 22 Εἰ δὲ θέλων θεὸς ἐνδείξασθαι τὴν ὀργήν, καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν· 23 *καὶἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, προητοίμασεν εἰς δόξαν, 24 οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν; 25 Ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει, Καλέσω τὸν οὐ λαόν μου λαόν μου· καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην. 26 Καὶ ἔσται, ἐν τῷ τόπῳ οὗ ἐρρήθη *αὐτοῖς,⸌ Οὐ λαός μου ὑμεῖς, ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος. 27 Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ, Ἐὰν ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἄμμος τῆς θαλάσσης, τὸ *κατάλειμμασωθήσεται· 28 λόγον γὰρ συντελῶν καὶ συντέμνων *ἐν δικαιοσύνῃ· ὅτι λόγον συντετμημένονποιήσει κύριος ἐπὶ τῆς γῆς. 29 Καὶ καθὼς προείρηκεν Ἠσαΐας, Εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.
30 Τί οὖν ἐροῦμεν; Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβεν δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως· 31 Ἰσραὴλ δέ, διώκων *νόμον δικαιοσύνης, εἰς νόμον δικαιοσύνηςοὐκ ἔφθασεν. 32 Διὰ τί; Ὅτι οὐκ ἐκ πίστεως, ἀλλὡς ἐξ ἔργων *νόμου·⸌ προσέκοψαν *2γὰρτῷ λίθῳ τοῦ προσκόμματος, 33 καθὼς γέγραπται, Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου· καὶ *πᾶς πιστεύων ἐπαὐτῷ οὐ καταισχυνθήσεται.
* 9:3 ⸉ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι RP f 35 TR ¦ ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ TNT2 WH NA NIV SBL * 9:11 ⸂ κακόν RP f 35 TR ¦ φαῦλον TNT2 WH NA NIV SBL * 9:11 ⸉ πρόθεσις τοῦ θεοῦ RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ θεοῦ πρόθεσις TR * 9:13 ⸂ Καθὼς RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ Καθάπερ WH NA25 * 9:15 ⸉ γὰρ Μωϋσῇ RP f 35 ¦ γὰρ Μωσῇ TR ¦ Μωϋσεῖ γὰρ TNT2 WH NA NIV SBL * 9:19 ⸉ οὖν μοι RP f 35 TR ¦ μοι οὖν TNT2 WH NA NIV SBL * 9:19 ⸆ – RP f 35 TR TNT2 WH NA25 ¦ οὖν NA27+28 NIV SBL * 9:20 ⸉ Μενοῦνγε, ὦ ἄνθρωπε RP f 35 TR ¦ Ὦ ἄνθρωπε, μενοῦνγε TNT2 WH NA NIV SBL * 9:23 ⸋ καὶ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 9:26 ⸋ αὐτοῖς RP f 35 TR WH NA NIV SBL ¦ – TNT2 * 9:27 ⸂ κατάλειμμα RP f 35 TR ¦ ὑπόλειμμα TNT2 NA NIV SBL ¦ ὑπόλιμμα WH * 9:28 ⸋ ἐν δικαιοσύνῃ· ὅτι λόγον συντετμημένον RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:31 ⸂ νόμον δικαιοσύνης, εἰς νόμον δικαιοσύνης RP f 35 TR ¦ νόμον δικαιοσύνης, εἰς νόμον TNT2 WH NA NIV SBL * 9:32 ⸋ νόμου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:32 ⸋2 γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:33 ⸋ πᾶς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL