14
Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. Ὃς μὲν πιστεύει φαγεῖν πάντα, δὲ ἀσθενῶν λάχανα ἐσθίει. ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, *καὶ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω· θεὸς γὰρ αὐτὸν προσελάβετο. Σὺ τίς εἶ κρίνων ἀλλότριον οἰκέτην; Τῷ ἰδίῳ κυρίῳ στήκει πίπτει. Σταθήσεται δέ· *δυνατὸς γάρ ἐστιν*2 θεὸςστῆσαι αὐτόν. Ὃς μὲν *κρίνει ἡμέραν παρἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν. Ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω. φρονῶν τὴν ἡμέραν, κυρίῳ φρονεῖ· *καὶ μὴ φρονῶν τὴν ἡμέραν, κυρίῳ οὐ φρονεῖ.⸌ *2Καὶ ἐσθίων κυρίῳ ἐσθίει, εὐχαριστεῖ γὰρ τῷ θεῷ· καὶ μὴ ἐσθίων κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ θεῷ. Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει. Ἐάν τε γὰρ ζῶμεν, τῷ κυρίῳ ζῶμεν· ἐάν τε ἀποθνῄσκωμεν, τῷ κυρίῳ ἀποθνῄσκομεν· ἐάν τε οὖν ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τοῦ κυρίου ἐσμέν. Εἰς τοῦτο γὰρ χριστὸς *καὶ ἀπέθανεν καὶ ἀνέστη καὶ ἔζησεν,⸃ ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. 10 Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; Πάντες γὰρ παραστησόμεθα τῷ βήματι *τοῦ χριστοῦ.⸃ 11 Γέγραπται γάρ, Ζῶ ἐγώ, λέγει κύριος· ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ *πᾶσα γλῶσσα ἐξομολογήσεταιτῷ θεῷ. 12 Ἄρα *οὖνἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον *δώσει*2τῷ θεῷ.⸌ 13 Μηκέτι οὖν ἀλλήλους κρίνωμεν· ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ σκάνδαλον. 14 Οἶδα καὶ πέπεισμαι ἐν κυρίῳ Ἰησοῦ, ὅτι οὐδὲν κοινὸν δι*αὐτοῦ·⸃ εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν. 15 Εἰ *δὲδιὰ βρῶμα ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. Μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ χριστὸς ἀπέθανεν. 16 Μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν· 17 οὐ γάρ ἐστιν βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ. 18  γὰρ ἐν *τούτοιςδουλεύων τῷ χριστῷ εὐάρεστος τῷ θεῷ, καὶ δόκιμος τοῖς ἀνθρώποις. 19 Ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν, καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους. 20 Μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ θεοῦ. Πάντα μὲν καθαρά, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι. 21 Καλὸν τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον, μηδὲ ἐν ἀδελφός σου προσκόπτει * σκανδαλίζεται ἀσθενεῖ.⸌ 22 Σὺ πίστιν *ἔχεις; Κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ θεοῦ. Μακάριος μὴ κρίνων ἑαυτὸν ἐν δοκιμάζει. 23  δὲ διακρινόμενος, ἐὰν φάγῃ, κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως· πᾶν δὲ οὐκ ἐκ πίστεως, ἁμαρτία ἐστίν.
24 *Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, 25 φανερωθέντος δὲ νῦν, διά τε γραφῶν προφητικῶν, κατἐπιταγὴν τοῦ αἰωνίου θεοῦ, εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, 26 μόνῳ σοφῷ θεῷ, διὰ Ἰησοῦ χριστοῦ, δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.⸌
* 14:3 ⸂ καὶ ὁ RP f 35 TR ¦ ὁ δὲ TNT2 WH NA NIV SBL * 14:4 ⸂ δυνατὸς γάρ ἐστιν RP f 35 TR ¦ δυνατεῖ γὰρ TNT2 WH NA NIV SBL * 14:4 ⸂2 ὁ θεὸς RP f 35 TR ¦ ὁ κύριος TNT2 WH NA NIV SBL * 14:5 ⸆ – RP f 35 TR TNT2 NIV73 SBL ¦ γάρ WH NA NIV11 * 14:6 ⸋ καὶ ὁ μὴ φρονῶν … οὐ φρονεῖ. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 14:6 ⸋2 Καὶ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 14:9 ⸂ καὶ ἀπέθανεν καὶ ἀνέστη καὶ ἔζησεν RP f 35 ¦ καὶ ἀπέθανε καὶ ἀνέστη καὶ ἀνέζησεν TR ¦ ἀπέθανεν καὶ ἔζησεν TNT2 WH NA NIV SBL * 14:10 ⸂ τοῦ χριστοῦ RP f 35 TR ¦ τοῦ θεοῦ TNT2 WH NA NIV SBL * 14:11 ⸉ πᾶσα γλῶσσα ἐξομολογήσεται RP f 35 TR WH NA NIV SBL ¦ ἐξομολογήσεται πᾶσα γλῶσσα TNT2 * 14:12 ⸋ οὖν RP f 35 TR WH NA NIV ¦ – TNT2 SBL * 14:12 ⸂ δώσει RP f 35 TR WH NA NIV SBL ¦ ἀποδώσει TNT2 * 14:12 ⸋2 τῷ θεῷ RP f 35 TR TNT2 WH NA NIV ¦ – SBL * 14:14 ⸂ αὐτοῦ RP f 35 TNT2 ¦ ἑαυτοῦ TR WH NA NIV SBL * 14:15 ⸂ δὲ RP f 35 TR ¦ γὰρ TNT2 WH NA NIV SBL * 14:18 ⸂ τούτοις RP f 35 TR ¦ τούτῳ TNT2 WH NA NIV SBL * 14:21 ⸋ ἢ σκανδαλίζεται ἢ ἀσθενεῖ RP f 35 TR TNT2 SBL ¦ – WH NA NIV * 14:22 ⸆ – RP f 35 TR ¦ ἣν TNT2 WH NA NIV SBL * 14:24 ⸋ Τῷ δὲ δυναμένῳ … Ἀμήν. RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL