7
Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· ἐν γὰρ κρίματι κρίνετε, κριθήσεσθε· καὶ ἐν μέτρῳ μετρεῖτε, *μετρηθήσεταιὑμῖν. Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; πῶς ἐρεῖς τῷ ἀδελφῷ σου, Ἄφες ἐκβάλω τὸ κάρφος *ἀπὸτοῦ ὀφθαλμοῦ σου· καὶ ἰδού, δοκὸς ἐν τῷ ὀφθαλμῷ σου; Ὑποκριτά, ἔκβαλε πρῶτον *τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου,⸊ καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου.
Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε *καταπατήσωσιναὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.
Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Πᾶς γὰρ αἰτῶν λαμβάνει, καὶ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι *ἀνοιγήσεται.⸃ τίς *ἐστινἐξ ὑμῶν ἄνθρωπος, ὃν *ἐὰν αἰτήσῃ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; 10 *Καὶ *ἐὰν ἰχθὺν αἰτήσῃ,⸃ μὴ ὄφιν ἐπιδώσει αὐτῷ; 11 Εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον πατὴρ ὑμῶν ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν; 12 Πάντα οὖν ὅσα *ἂνθέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος γάρ ἐστιν νόμος καὶ οἱ προφῆται.
13 Εἰσέλθετε διὰ τῆς στενῆς πύλης· ὅτι πλατεῖα * πύλη,⸌ καὶ εὐρύχωρος ὁδὸς ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι διαὐτῆς· 14 *τίστενὴ πύλη, καὶ τεθλιμμένη ὁδὸς ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.
15 Προσέχετε *δὲἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασιν προβάτων, ἔσωθεν δέ εἰσιν λύκοι ἅρπαγες. 16 Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς· μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν *σταφυλήν,⸃ ἀπὸ τριβόλων σῦκα; 17 Οὕτως πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ· τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ. 18 Οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς *ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν.⸃ 19 Πᾶν *δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. 20 Ἄρα γε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. 21 Οὐ πᾶς λέγων μοι, Κύριε, κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἀλλ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν *οὐρανοῖς. 22 Πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, Κύριε, κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; 23 Καὶ τότε ὁμολογήσω αὐτοῖς ὅτι Οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. 24 Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς, *ὁμοιώσω αὐτὸνἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησεν *τὴν οἰκίαν αὐτοῦἐπὶ τὴν πέτραν· 25 καὶ κατέβη βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέπεσον τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσεν· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. 26 Καὶ πᾶς ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτούς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν *τὴν οἰκίαν αὐτοῦἐπὶ τὴν ἄμμον· 27 καὶ κατέβη βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσεν· καὶ ἦν πτῶσις αὐτῆς μεγάλη.
28 Καὶ ἐγένετο ὅτε *συνετέλεσεν Ἰησοῦς τοὺς λόγους τούτους, ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ· 29 ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς. *
* 7:2 ⸂ μετρηθήσεται RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀντιμετρηθήσεται TR * 7:4 ⸂ ἀπὸ RP f 35 TR ¦ ἐκ TNT2 WH NA NIV SBL * 7:5 ⸉ τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου RP f 35 TR ¦ ἐκ τοῦ ὀφθαλμοῦ σοῦ τὴν δοκόν TNT2 WH NA NIV SBL * 7:6 ⸂ καταπατήσωσιν RP f 35 TR ¦ καταπατήσουσιν TNT2 WH NA NIV SBL * 7:8 ⸂ ἀνοιγήσεται RP f 35 TR WH NA NIV SBL ¦ ἀνοίγεται TNT2 * 7:9 ⸋ ἐστιν RP f 35 TR NA NIV SBL ¦ – TNT2 WH * 7:9 ⸂ ἐὰν αἰτήσῃ RP f 35 TR NIV73 ¦ αἰτήσει TNT2 WH NA NIV11 SBL * 7:10 ⸆ – RP f 35 TR ¦ Ἢ TNT2 WH NA NIV SBL * 7:10 ⸂ ἐὰν ἰχθὺν αἰτήσῃ RP f 35 TR ¦ ἰχθὺν αἰτήσει TNT2 WH NA NIV SBL * 7:12 ⸂ ἂν RP f 35 TR TNT2 ¦ ἐὰν WH NA NIV SBL * 7:13 ⸋ ἡ πύλη RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 7:14 ⸂ τί RP f 35 TNT2 NA27+28 NIV11 ¦ ὅτι TR WH NA25 NIV73 SBL * 7:15 ⸋ δὲ RP f 35 TR TNT2 NIV73 ¦ – WH NA NIV11 SBL * 7:16 ⸂ σταφυλήν RP f 35 TR ¦ σταφυλὰς TNT2 WH NA NIV SBL * 7:18 ⸂ ποιεῖν … ποιεῖν RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ἐνεγκεῖν … ἐνεγκεῖν WH NA25 * 7:19 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ οὖν f 35 * 7:21 ⸆ – RP f 35 TR ¦ τοῖς TNT2 WH NA NIV SBL * 7:24 ⸂ ὁμοιώσω αὐτὸν RP f 35 TR ¦ ὁμοιωθήσεται TNT2 WH NA NIV SBL * 7:24 ⸉ τὴν οἰκίαν αὐτοῦ RP f 35 TR ¦ αὐτοῦ τὴν οἰκίαν TNT2 WH NA NIV SBL * 7:26 ⸉ τὴν οἰκίαν αὐτοῦ RP f 35 TR ¦ αὐτοῦ τὴν οἰκίαν TNT2 WH NA NIV SBL * 7:28 ⸂ συνετέλεσεν RP f 35 TR ¦ ἐτέλεσεν TNT2 WH NA NIV SBL * 7:29 ⸆ – RP f 35 TR ¦ αὐτῶν TNT2 WH NA NIV SBL