23
Τότε Ἰησοῦς ἐλάλησεν τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ, λέγων, Ἐπὶ τῆς Μωσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι· πάντα οὖν ὅσα *ἐὰνεἴπωσιν ὑμῖν *τηρεῖν,⸌ *τηρεῖτε καὶ ποιεῖτε·⸊ κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε, λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν. Δεσμεύουσιν *γὰρφορτία βαρέα *καὶ δυσβάστακτα,⸌ καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, *2τῷ δὲδακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά. Πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· πλατύνουσιν *δὲτὰ φυλακτήρια αὐτῶν, καὶ μεγαλύνουσιν τὰ κράσπεδα *τῶν ἱματίων αὐτῶν·⸌ φιλοῦσίν *τετὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις, καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, Ῥαββί, *ῥαββί·⸌ ὑμεῖς δὲ μὴ κληθῆτε Ῥαββί· εἷς γάρ ἐστιν ὑμῶν *καθηγητής,⸃ * χριστός·⸌ πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε. Καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν * πατὴρ ὑμῶν,⸊ *ἐν τοῖς οὐρανοῖς.⸃ 10 Μηδὲ κληθῆτε καθηγηταί· *εἷς γὰρ ὑμῶν ἐστιν καθηγητής,⸃ χριστός. 11  δὲ μείζων ὑμῶν *ἔσταιὑμῶν διάκονος. 12 Ὅστις δὲ ὑψώσει ἑαυτόν, ταπεινωθήσεται· καὶ ὅστις ταπεινώσει ἑαυτόν, ὑψωθήσεται.
13 *Οὐαὶ δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα.⸌ 14 Οὐαὶ *ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν.
15 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.
16 Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοί, οἱ λέγοντες, Ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν· ὃς δἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ, ὀφείλει. 17 Μωροὶ καὶ τυφλοί· τίς γὰρ μείζων ἐστίν, χρυσός, ναὸς *ἁγιάζωντὸν χρυσόν; 18 Καί, Ὃς *ἐὰνὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν· ὃς δἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ, ὀφείλει. 19 *Μωροὶ καὶτυφλοί· τί γὰρ μεῖζον, τὸ δῶρον, τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον; 20  οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσιν τοῖς ἐπάνω αὐτοῦ· 21 καὶ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ *κατοικήσαντιαὐτόν· 22 καὶ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.
23 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ *τὸν ἔλεονκαὶ τὴν πίστιν· ταῦτα *ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι. 24 Ὁδηγοὶ τυφλοί, *οἱδιϋλίζοντες τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνοντες.
25 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ *ἀδικίας.⸃ 26 Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου *καὶ τῆς παροψίδος,⸌ ἵνα γένηται καὶ τὸ ἐκτὸς *αὐτῶνκαθαρόν.
27 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι *παρομοιάζετετάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας. 28 Οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δὲ *μεστοί ἐστεὑποκρίσεως καὶ ἀνομίας.
29 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν, καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων, 30 καὶ λέγετε, Εἰ *ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν*κοινωνοὶ αὐτῶνἐν τῷ αἵματι τῶν προφητῶν. 31 Ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας· 32 καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. 33 Ὄφεις, γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης; 34 Διὰ τοῦτο, ἰδού, ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς· *καὶἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν· 35 ὅπως ἔλθῃ ἐφὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἐπὶ τῆς γῆς, ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου, ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. 36 Ἀμὴν λέγω ὑμῖν, *ὅτιἥξει *πάντα ταῦταἐπὶ τὴν γενεὰν ταύτην.
37 Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἀποκτένουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον *ἐπισυνάγει ὄρνιςτὰ νοσσία *ἑαυτῆςὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. 38 Ἰδού, ἀφίεται ὑμῖν οἶκος ὑμῶν *ἔρημος.⸌ 39 Λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπἄρτι, ἕως ἂν εἴπητε, Εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι κυρίου.
* 23:3 ⸂ ἐὰν RP f 35 WH NA NIV SBL ¦ ἂν TR TNT2 * 23:3 ⸋ τηρεῖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 23:3 ⸉ τηρεῖτε καὶ ποιεῖτε RP f 35 TR ¦ ποιήσατε καὶ τηρεῖτε TNT2 WH NA NIV SBL * 23:4 ⸂ γὰρ RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL * 23:4 ⸋ καὶ δυσβάστακτα RP f 35 TR TNT2 NA27+28 NIV11 ¦ – WH NA25 NIV73 SBL * 23:4 ⸂2 τῷ δὲ RP f 35 TR ¦ αὐτοὶ δὲ τῷ TNT2 WH NA NIV SBL * 23:5 ⸂ δὲ RP f 35 TR ¦ γὰρ TNT2 WH NA NIV SBL * 23:5 ⸋ τῶν ἱματίων αὐτῶν RP f 35 TR NIV73 ¦ – TNT2 WH NA NIV11 SBL * 23:6 ⸂ τε RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL * 23:7 ⸋ Ῥαββί RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 23:8 ⸂ καθηγητής RP TR ¦ διδάσκαλος f 35 TNT2 WH NA NIV SBL * 23:8 ⸋ ὁ χριστός RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 23:9 ⸉ ὁ πατὴρ ὑμῶν RP f 35 TR ¦ ὑμῶν ὁ πατὴρ TNT2 WH NA NIV SBL * 23:9 ⸂ ἐν τοῖς οὐρανοῖς RP f 35 TR ¦ οὐράνιος TNT2 WH NA NIV SBL * 23:10 ⸂ εἷς γὰρ ὑμῶν ἐστιν ὁ καθηγητής RP TR ¦ εἷς γὰρ ἐστιν ὑμῶν ὁ καθηγητής f 35 ¦ ὅτι καθηγητὴς ὑμῶν ἐστιν εἷς TNT2 WH NA NIV SBL * 23:11 ⸂ ἔσται RP TR TNT2 WH NA NIV SBL ¦ ἔστω f 35 * 23:13 ⸋ Οὐαὶ δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 23:14 ⸆ – RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL * 23:17 ⸂ ἁγιάζων RP f 35 TR ¦ ἁγιάσας TNT2 WH NA NIV SBL * 23:18 ⸂ ἐὰν RP f 35 TR ¦ ἂν TNT2 WH NA NIV SBL * 23:19 ⸋ Μωροὶ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 23:21 ⸂ κατοικήσαντι RP f 35 TNT2 ¦ κατοικοῦντι TR WH NA NIV SBL * 23:23 ⸂ τὸν ἔλεον RP f 35 TR ¦ τὸ ἔλεος TNT2 WH NA NIV SBL * 23:23 ⸆ – RP f 35 TR NIV73 SBL ¦ δὲ TNT2 WH NA NIV11 * 23:24 ⸋ οἱ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 23:25 ⸂ ἀδικίας RP f 35 ¦ ἀκρασίας TR TNT2 WH NA NIV SBL * 23:26 ⸋ καὶ τῆς παροψίδος RP f 35 TR TNT2 WH NIV SBL ¦ – NA * 23:26 ⸂ αὐτῶν RP f 35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL * 23:27 ⸂ παρομοιάζετε RP f 35 TR WH NA NIV SBL ¦ ὁμοιάζετε TNT2 * 23:28 ⸉ μεστοί ἐστε RP f 35 TR ¦ ἐστε μεστοὶ TNT2 WH NA NIV SBL * 23:30 ⸂ ἦμεν … ἦμεν RP f 35 TR ¦ ἤμεθα … ἤμεθα TNT2 WH NA NIV SBL * 23:30 ⸉ κοινωνοὶ αὐτῶν RP f 35 TR ¦ αὐτῶν κοινωνοὶ TNT2 WH NA NIV SBL * 23:34 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 23:36 ⸋ ὅτι RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL * 23:36 ⸉ πάντα ταῦτα RP f 35 TNT2 ¦ ταῦτα πάντα TR WH NA NIV SBL * 23:37 ⸉ ἐπισυνάγει ὄρνις RP f 35 TR ¦ ὄρνις ἐπισυνάγει TNT2 WH NA NIV SBL * 23:37 ⸂ ἑαυτῆς RP f 35 TR ¦ αὐτῆς TNT2 WH NA NIV SBL * 23:38 ⸋ ἔρημος RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25