16
Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς. δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, *Ὀψίας γενομένης λέγετε, Εὐδία· πυρράζει γὰρ οὐρανός. Καὶ πρωΐ, Σήμερον χειμών· πυρράζει γὰρ στυγνάζων οὐρανός. *Ὑποκριταί,⸌ τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε;⸌ Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ· καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ *τοῦ προφήτου.⸌ Καὶ καταλιπὼν αὐτούς, ἀπῆλθεν.
Καὶ ἐλθόντες οἱ μαθηταὶ *αὐτοῦεἰς τὸ πέραν ἐπελάθοντο ἄρτους λαβεῖν. δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. Οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς, λέγοντες ὅτι Ἄρτους οὐκ ἐλάβομεν. Γνοὺς δὲ Ἰησοῦς εἶπεν *αὐτοῖς,⸌ Τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ *ἐλάβετε;⸃ Οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων, καὶ πόσους κοφίνους ἐλάβετε; 10 Οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων, καὶ πόσας σπυρίδας ἐλάβετε; 11 Πῶς οὐ νοεῖτε, ὅτι οὐ περὶ *ἄρτουεἶπον ὑμῖν *2προσέχεινἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων; 12 Τότε συνῆκαν ὅτι οὐκ εἶπεν προσέχειν ἀπὸ τῆς ζύμης *τοῦ ἄρτου,⸃ ἀλλὰ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων.
13 Ἐλθὼν δὲ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ, λέγων, Τίνα *μελέγουσιν οἱ ἄνθρωποι εἶναι, τὸν υἱὸν τοῦ ἀνθρώπου; 14 Οἱ δὲ εἶπον, Οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν· ἄλλοι δὲ Ἠλίαν· ἕτεροι δὲ Ἰερεμίαν, ἕνα τῶν προφητῶν. 15 Λέγει αὐτοῖς, Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; 16 Ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν, Σὺ εἶ χριστός, υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. 17 *Καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτῷ, Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι, ἀλλ πατήρ μου ἐν τοῖς οὐρανοῖς. 18 Κἀγὼ δέ σοι λέγω, ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾍδου οὐ κατισχύσουσιν αὐτῆς. 19 *Καὶδώσω σοὶ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν· καὶ *ἐὰνδήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς· καὶ *2ἐὰνλύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς. 20 Τότε *διεστείλατοτοῖς μαθηταῖς *αὐτοῦἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν *2Ἰησοῦς χριστός.⸃
21 Ἀπὸ τότε ἤρξατο * Ἰησοῦςδεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν *ἀπελθεῖν εἰς Ἱεροσόλυμα,⸊ καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. 22 Καὶ προσλαβόμενος αὐτὸν Πέτρος ἤρξατο ἐπιτιμᾷν αὐτῷ λέγων, Ἵλεώς σοι, κύριε· οὐ μὴ ἔσται σοι τοῦτο. 23  δὲ στραφεὶς εἶπεν τῷ Πέτρῳ, Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν *μου εἶ·⸃ ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. 24 Τότε Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. 25 Ὃς γὰρ *ἂνθέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν· 26 τί γὰρ *ὠφελεῖταιἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 27 Μέλλει γὰρ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. 28 Ἀμὴν λέγω ὑμῖν, *εἰσίν τινες *ὧδε ἑστῶτες,⸃ οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.
* 16:2 ⸋ Ὀψίας γενομένης … οὐ δύνασθε; RP f 35 TR TNT2 ⟦WH⟧ NA NIV SBL * 16:3 ⸋ Ὑποκριταί RP f 35 TR ¦ – TNT2 ⟦WH⟧ NA NIV SBL * 16:4 ⸋ τοῦ προφήτου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:5 ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:8 ⸋ αὐτοῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:8 ⸂ ἐλάβετε RP f 35 TR TNT2 SBL ¦ ἔχετε WH NA NIV * 16:11 ⸂ ἄρτου RP f 35 TR ¦ ἄρτων TNT2 WH NA NIV SBL * 16:11 ⸂2 προσέχειν RP f 35 TR ¦ προσέχετε δὲ TNT2 WH NA NIV SBL * 16:12 ⸂ τοῦ ἄρτου RP f 35 TR ¦ τῶν ἄρτων TNT2 WH NA NIV SBL * 16:13 ⸋ με RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:17 ⸂ Καὶ ἀποκριθεὶς RP f 35 TR ¦ Ἀποκριθεὶς δὲ TNT2 WH NA NIV SBL * 16:19 ⸋ Καὶ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 16:19 ⸂ ἐὰν RP f 35 TR WH NA NIV SBL ¦ ἂν TNT2 * 16:19 ⸂2 ἐὰν RP f 35 TR WH NA NIV SBL ¦ ἂν TNT2 * 16:20 ⸂ διεστείλατο RP f 35 TR TNT2 NA27+28 NIV11 SBL ¦ ἐπετίμησεν WH NA25 NIV73 * 16:20 ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 16:20 ⸂2 Ἰησοῦς ὁ χριστός RP TR ¦ ὁ χριστός f 35 TNT2 WH NA NIV SBL * 16:21 ⸂ ὁ Ἰησοῦς RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ Ἰησοῦς χριστὸς WH NA25 * 16:21 ⸉ ἀπελθεῖν εἰς Ἱεροσόλυμα RP f 35 TR ¦ εἰς Ἱεροσόλυμα ἀπελθεῖν TNT2 WH NA NIV SBL * 16:23 ⸂ μου εἶ RP f 35 TR ¦ εἶ ἐμοῦ TNT2 WH NA NIV SBL * 16:25 ⸂ ἂν RP f 35 TR ¦ ἐὰν TNT2 WH NA NIV SBL * 16:26 ⸂ ὠφελεῖται RP f 35 TR ¦ ὠφεληθήσεται TNT2 WH NA NIV SBL * 16:28 ⸆ – RP f 35 TR TNT2 ¦ ὅτι WH NA NIV SBL * 16:28 ⸂ ὧδε ἑστῶτες RP f 35 ¦ τῶν ὧδε ἑστηκότων TR ¦ τῶν ὧδε ἑστώτων TNT2 WH NA NIV SBL