13
Ἐν *δὲτῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν Ἰησοῦς *2ἀπὸτῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν. Καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν εἰς *τὸπλοῖον ἐμβάντα καθῆσθαι· καὶ πᾶς ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει. Καὶ ἐλάλησεν αὐτοῖς *πολλὰ ἐν παραβολαῖς,⸊ λέγων, Ἰδού, ἐξῆλθεν σπείρων τοῦ *σπείρειν.⸃ Καὶ ἐν τῷ σπείρειν αὐτόν, μὲν ἔπεσεν παρὰ τὴν ὁδόν· καὶ *ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεναὐτά. Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη, ὅπου οὐκ εἶχεν γῆν πολλήν· καὶ εὐθέως ἐξανέτειλεν, διὰ τὸ μὴ ἔχειν βάθος γῆς· ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν, ἐξηράνθη. Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ *ἀπέπνιξαναὐτά. Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλήν, καὶ ἐδίδου καρπόν, μὲν ἑκατόν, δὲ ἑξήκοντα, δὲ τριάκοντα. ἔχων ὦτα *ἀκούεινἀκουέτω.
10 Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπον αὐτῷ, Διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς; 11  δὲ ἀποκριθεὶς εἶπεν *αὐτοῖςὅτι Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται. 12 Ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ἔχει ἀρθήσεται ἀπαὐτοῦ. 13 Διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ὅτι βλέποντες οὐ βλέπουσιν, καὶ ἀκούοντες οὐκ ἀκούουσιν, οὐδὲ συνιοῦσιν. 14 Καὶ ἀναπληροῦται *αὐτοῖς προφητεία Ἠσαΐου, λέγουσα, Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. 15 Ἐπαχύνθη γὰρ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσιν, καὶ τῇ καρδίᾳ συνῶσιν, καὶ ἐπιστρέψωσιν, καὶ *ἰάσομαιαὐτούς. 16 Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοί, ὅτι βλέπουσιν· καὶ τὰ ὦτα ὑμῶν, ὅτι *ἀκούει.⸃ 17 Ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν βλέπετε, καὶ οὐκ εἶδον· καὶ ἀκοῦσαι ἀκούετε, καὶ οὐκ ἤκουσαν. 18 Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ σπείροντος. 19 Παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος, ἔρχεται πονηρός, καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ· οὗτός ἐστιν παρὰ τὴν ὁδὸν σπαρείς. 20  δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτός ἐστιν τὸν λόγον ἀκούων, καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν· 21 οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ, ἀλλὰ πρόσκαιρός ἐστιν· γενομένης δὲ θλίψεως διωγμοῦ διὰ τὸν λόγον, εὐθὺς σκανδαλίζεται. 22  δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτός ἐστιν τὸν λόγον ἀκούων, καὶ μέριμνα τοῦ αἰῶνος *τούτουκαὶ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται. 23  δὲ ἐπὶ *τὴν γῆν τὴν καλὴνσπαρείς, οὗτός ἐστιν τὸν λόγον ἀκούων καὶ συνιών· ὃς δὴ καρποφορεῖ, καὶ ποιεῖ μὲν ἑκατόν, δὲ ἑξήκοντα, δὲ τριάκοντα.
24 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς, λέγων, Ὡμοιώθη βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ· 25 ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους, ἦλθεν αὐτοῦ ἐχθρὸς καὶ *ἔσπειρενζιζάνια ἀνὰ μέσον τοῦ σίτου, καὶ ἀπῆλθεν. 26 Ὅτε δὲ ἐβλάστησεν χόρτος καὶ καρπὸν ἐποίησεν, τότε ἐφάνη καὶ τὰ ζιζάνια. 27 Προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ, Κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; Πόθεν οὖν ἔχει *ζιζάνια; 28  δὲ ἔφη αὐτοῖς, Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. Οἱ δὲ *δοῦλοι*εἶπον αὐτῷ,⸃ Θέλεις οὖν ἀπελθόντες *2συλλέξομεναὐτά; 29  δὲ *ἔφη,⸃ Οὔ· μήποτε, συλλέγοντες τὰ ζιζάνια, ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον. 30 Ἄφετε συναυξάνεσθαι ἀμφότερα *μέχριτοῦ θερισμοῦ· καὶ ἐν *καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς, Συλλέξατε πρῶτον τὰ ζιζάνια, καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά· τὸν δὲ σῖτον *2συναγάγετεεἰς τὴν ἀποθήκην μου.
31 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς, λέγων, Ὁμοία ἐστὶν βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ· 32  μικρότερον μέν ἐστιν πάντων τῶν σπερμάτων· ὅταν δὲ αὐξηθῇ, μεῖζον *τῶν λαχάνων ἐστίν, καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ.
33 Ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς, Ὁμοία ἐστὶν βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ *ἔκρυψενεἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον.
34 Ταῦτα πάντα ἐλάλησεν Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς *οὐκἐλάλει αὐτοῖς· 35 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου, λέγοντος, Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς *κόσμου.⸌
36 Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν * Ἰησοῦς·⸌ καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, λέγοντες, *Φράσονἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ. 37  δὲ ἀποκριθεὶς εἶπεν *αὐτοῖς,⸌ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν υἱὸς τοῦ ἀνθρώπου· 38  δὲ ἀγρός ἐστιν κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ· 39  δὲ ἐχθρὸς σπείρας αὐτά ἐστιν διάβολος· δὲ θερισμὸς συντέλεια *τοῦαἰῶνός ἐστιν· οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν. 40 Ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ *καίεται,⸃ οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος *τούτου.⸌ 41 Ἀποστελεῖ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, 42 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων. 43 Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. ἔχων ὦτα *ἀκούεινἀκουέτω.
44 *Πάλινὁμοία ἐστὶν βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν *2τῷἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν· καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει, καὶ *πάντα ὅσα ἔχει πωλεῖ,⸃ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.
45 Πάλιν ὁμοία ἐστὶν βασιλεία τῶν οὐρανῶν *ἀνθρώπῳἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας· 46 *ὃς εὑρὼνἕνα πολύτιμον μαργαρίτην, ἀπελθὼν πέπρακεν πάντα ὅσα εἶχεν, καὶ ἠγόρασεν αὐτόν.
47 Πάλιν ὁμοία ἐστὶν βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν, καὶ ἐκ παντὸς γένους συναγαγούσῃ· 48 ἥν, ὅτε ἐπληρώθη, ἀναβιβάσαντες ἐπὶ τὸν αἰγιαλόν, καὶ καθίσαντες, συνέλεξαν τὰ καλὰ εἰς ἀγγεῖα, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον. 49 Οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· ἐξελεύσονται οἱ ἄγγελοι, καὶ ἀφοριοῦσιν τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων, 50 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων.
51 *Λέγει αὐτοῖς Ἰησοῦς,⸌ Συνήκατε ταῦτα πάντα; Λέγουσιν αὐτῷ, Ναί, *2κύριε.⸌ 52  δὲ εἶπεν αὐτοῖς, Διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς *εἰς τὴν βασιλείαντῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.
53 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν· 54 καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήττεσθαι αὐτοὺς καὶ λέγειν, Πόθεν τούτῳ σοφία αὕτη καὶ αἱ δυνάμεις; 55 Οὐχ οὗτός ἐστιν τοῦ τέκτονος υἱός; *Οὐχὶ μήτηρ αὐτοῦ λέγεται Μαριάμ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσῆς καὶ Σίμων καὶ Ἰούδας; 56 Καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσίν; Πόθεν οὖν τούτῳ ταῦτα πάντα; 57 Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐκ ἔστιν προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι *αὐτοῦκαὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. 58 Καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλάς, διὰ τὴν ἀπιστίαν αὐτῶν.
* 13:1 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:1 ⸋2 ἀπὸ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:2 ⸋ τὸ RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL * 13:3 ⸉ πολλὰ ἐν παραβολαῖς RP TR TNT2 WH NA NIV SBL ¦ ἐν παραβολαῖς πολλά f 35 * 13:3 ⸂ σπείρειν RP TR TNT2 WH NA NIV SBL ¦ σπεῖραι f 35 * 13:4 ⸂ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν RP f 35 ¦ ἦλθε τὰ πετεινὰ καὶ κατέφαγεν TR ¦ ἦλθον τὰ πετεινὰ καὶ κατέφαγεν TNT2 ¦ ἐλθόντα τὰ πετεινὰ κατέφαγεν WH NA NIV SBL * 13:7 ⸂ ἀπέπνιξαν RP f 35 TR TNT2 WH NA25 ¦ ἔπνιξαν NA27+28 NIV SBL * 13:9 ⸋ ἀκούειν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 13:11 ⸋ αὐτοῖς RP f 35 TR TNT2 NA27+28 NIV11 SBL ¦ – WH NA25 NIV73 * 13:14 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐπ᾽ TR * 13:15 ⸂ ἰάσομαι RP TNT2 WH NA NIV SBL ¦ ἰάσωμαι f 35 TR * 13:16 ⸂ ἀκούει RP f 35 TR ¦ ἀκούουσιν TNT2 WH NA NIV SBL * 13:22 ⸋ τούτου RP f 35 TR SBL ¦ – TNT2 WH NA NIV * 13:23 ⸂ τὴν γῆν τὴν καλὴν RP f 35 TR ¦ τὴν καλὴν γῆν TNT2 WH NA NIV SBL * 13:25 ⸂ ἔσπειρεν RP f 35 ¦ ἔσπειρε TR ¦ ἐπέσπειρεν TNT2 WH NA NIV SBL * 13:27 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τὰ TR * 13:28 ⸋ δοῦλοι RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 13:28 ⸂ εἶπον αὐτῷ RP f 35 TR ¦ αὐτῷ λέγουσιν TNT2 WH NA25 SBL ¦ λέγουσιν αὐτῷ NA27+28 NIV * 13:28 ⸂2 συλλέξομεν RP f 35 ¦ συλλέξωμεν TR TNT2 WH NA NIV SBL * 13:29 ⸂ ἔφη RP f 35 TR ¦ φησιν TNT2 WH NA NIV SBL * 13:30 ⸂ μέχρι RP TR SBL ¦ μέχρις f 35 ¦ ἕως TNT2 WH NA NIV * 13:30 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τῷ TR * 13:30 ⸂2 συναγάγετε RP f 35 TR NA NIV SBL ¦ συνάγετε TNT2 WH * 13:32 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ πάντων f 35 * 13:33 ⸂ ἔκρυψεν RP f 35 ¦ ἐνέκρυψεν TR TNT2 WH NA NIV SBL * 13:34 ⸂ οὐκ RP f 35 TR ¦ οὐδὲν TNT2 WH NA NIV SBL * 13:35 ⸋ κόσμου RP f 35 TR NA27+28 NIV ¦ – TNT2 WH NA25 SBL * 13:36 ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:36 ⸂ Φράσον RP f 35 TR ¦ Διασάφησον TNT2 WH NA NIV SBL * 13:37 ⸋ αὐτοῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:39 ⸋ τοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:40 ⸂ καίεται RP f 35 TNT2 SBL ¦ κατακαίεται TR WH NA NIV * 13:40 ⸋ τούτου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:43 ⸋ ἀκούειν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 13:44 ⸋ Πάλιν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:44 ⸋2 τῷ RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 * 13:44 ⸂ πάντα ὅσα ἔχει πωλεῖ RP f 35 TR ¦ πωλεῖ πάντα ὅσα ἔχει TNT2 NA27+28 NIV SBL ¦ πωλεῖ ὅσα ἔχει WH NA25 * 13:45 ⸋ ἀνθρώπῳ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 * 13:46 ⸂ ὃς εὑρὼν RP f 35 TR ¦ εὑρὼν δὲ TNT2 WH NA NIV SBL * 13:51 ⸋ Λέγει αὐτοῖς ὁ Ἰησοῦς RP f 35 TR NIV73 ¦ – TNT2 WH NA NIV11 SBL * 13:51 ⸋2 κύριε RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 13:52 ⸂ εἰς τὴν βασιλείαν RP f 35 TR ¦ τῇ βασιλείᾳ TNT2 WH NA NIV SBL * 13:55 ⸂ Οὐχὶ RP f 35 TR ¦ Οὐχ TNT2 WH NA NIV SBL * 13:57 ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL