9
Καὶ ἔλεγεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν, ὅτι εἰσίν τινες *τῶν ὧδεἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.
Καὶ μεθἡμέρας ἓξ παραλαμβάνει Ἰησοῦς *τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ Ἰωάννην,⸃ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατἰδίαν μόνους· καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν· καὶ τὰ ἱμάτια αὐτοῦ *ἐγένοντοστίλβοντα, λευκὰ λίαν *ὡς χιών,⸌ οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται *λευκᾶναι. Καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωσῇ, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ. Καὶ ἀποκριθεὶς Πέτρος λέγει τῷ Ἰησοῦ, Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· καὶ ποιήσωμεν *σκηνὰς τρεῖς,⸊ σοὶ μίαν, καὶ Μωσῇ μίαν, καὶ Ἠλίᾳ μίαν. Οὐ γὰρ ᾔδει τί *λαλήσει·⸃ *2ἦσαν γὰρ ἔκφοβοι.⸃ Καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς· καὶ *ἦλθενφωνὴ ἐκ τῆς νεφέλης, *Οὗτός ἐστιν υἱός μου ἀγαπητός· *αὐτοῦ ἀκούετε.⸊ Καὶ ἐξάπινα περιβλεψάμενοι, οὐκέτι οὐδένα εἶδον, *ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθἑαυτῶν.⸃
*Καταβαινόντων δὲαὐτῶν *2ἀπὸτοῦ ὄρους, διεστείλατο αὐτοῖς ἵνα μηδενὶ *διηγήσωνται εἶδον,⸊ εἰ μὴ ὅταν υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. 10 Καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτούς, συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι. 11 Καὶ ἐπηρώτων αὐτόν, λέγοντες ὅτι Λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; 12  δὲ *ἀποκριθείς,⸌ *εἶπεναὐτοῖς, Ἠλίας μὲν ἐλθὼν πρῶτον, ἀποκαθιστᾷ πάντα· καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενωθῇ. 13 Ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὅσα *ἠθέλησαν,⸃ καθὼς γέγραπται ἐπαὐτόν.
14 Καὶ *ἐλθὼν πρὸς τοὺς μαθητάς, εἶδενὄχλον πολὺν περὶ αὐτούς, καὶ γραμματεῖς συζητοῦντας *2αὐτοῖς.⸃ 15 Καὶ *εὐθέωςπᾶς ὄχλος *2ἰδὼν αὐτὸν ἐξεθαμβήθη,⸃ καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν. 16 Καὶ ἐπηρώτησεν *τοὺς γραμματεῖς,⸃ Τί συζητεῖτε πρὸς *2αὐτούς;⸃ 17 Καὶ *ἀποκριθεὶς εἷς ἐκ τοῦ ὄχλου εἶπεν,⸃ Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρός σε, ἔχοντα πνεῦμα ἄλαλον. 18 Καὶ ὅπου *ἂναὐτὸν καταλάβῃ, ῥήσσει αὐτόν· καὶ ἀφρίζει, καὶ τρίζει τοὺς ὀδόντας *αὐτοῦ,⸌ καὶ ξηραίνεται· καὶ εἶπον τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν. 19  δὲ ἀποκριθεὶς *αὐτῷλέγει, γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; Ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετε αὐτὸν πρός με. 20 Καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν· καὶ *ἰδὼναὐτόν, *2εὐθέως τὸ πνεῦμα*3ἐσπάραξεναὐτόν· καὶ πεσὼν ἐπὶ τῆς γῆς, ἐκυλίετο ἀφρίζων. 21 Καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ, Πόσος χρόνος ἐστίν, ὡς τοῦτο γέγονεν αὐτῷ; δὲ εἶπεν, *Παιδιόθεν. 22 Καὶ πολλάκις *αὐτὸν καὶ εἰς τὸ πῦρἔβαλεν καὶ εἰς ὕδατα, ἵνα ἀπολέσῃ αὐτόν· ἀλλεἴ τι *2δύνασαι,⸃ βοήθησον ἡμῖν, σπλαγχνισθεὶς ἐφἡμᾶς. 23  δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Τὸ εἰ *δύνασαι*πιστεῦσαι,⸌ πάντα δυνατὰ τῷ πιστεύοντι. 24 *Καὶ*εὐθέωςκράξας πατὴρ τοῦ παιδίου, *2μετὰ δακρύωνἔλεγεν, Πιστεύω, *3κύριε,⸌ βοήθει μου τῇ ἀπιστίᾳ. 25 Ἰδὼν δὲ Ἰησοῦς ὅτι ἐπισυντρέχει *ὄχλος, ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ, λέγων αὐτῷ, *Τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφόν,⸃ ἐγώ *σοι ἐπιτάσσω,⸊ ἔξελθε ἐξ αὐτοῦ, καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. 26 Καὶ *κράξαν, καὶ πολλὰ σπαράξαν*αὐτόν,⸌ ἐξῆλθεν· καὶ ἐγένετο ὡσεὶ νεκρός, ὥστε *πολλοὺς λέγειν ὅτι ἀπέθανεν. 27  δὲ Ἰησοῦς κρατήσας *αὐτὸν τῆς χειρός,⸃ ἤγειρεν αὐτόν· καὶ ἀνέστη. 28 Καὶ *εἰσελθόντα αὐτὸνεἰς οἶκον, οἱ μαθηταὶ αὐτοῦ *ἐπηρώτων αὐτὸν κατἰδίανὅτι Ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 29 Καὶ εἶπεν αὐτοῖς, Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν, εἰ μὴ ἐν προσευχῇ *καὶ νηστείᾳ.⸌
30 Καὶ ἐκεῖθεν ἐξελθόντες *παρεπορεύοντοδιὰ τῆς Γαλιλαίας· καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ. 31 Ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ, καὶ ἔλεγεν αὐτοῖς ὅτι υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν· καὶ ἀποκτανθείς, *τῇ τρίτῃ ἡμέρᾳἀναστήσεται. 32 Οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι.
33 Καὶ *ἦλθενεἰς Καπερναούμ· καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς, Τί ἐν τῇ ὁδῷ *πρὸς ἑαυτοὺςδιελογίζεσθε; 34 Οἱ δὲ ἐσιώπων· πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ, τίς μείζων. 35 Καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα, καὶ λέγει αὐτοῖς, Εἴ τις θέλει πρῶτος εἶναι, ἔσται πάντων ἔσχατος, καὶ πάντων διάκονος. 36 Καὶ λαβὼν παιδίον, ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν· καὶ ἐναγκαλισάμενος αὐτό, εἶπεν αὐτοῖς· 37 Ὃς *ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἐὰνἐμὲ *2δέξηται,⸃ οὐκ ἐμὲ δέχεται, ἀλλὰ τὸν ἀποστείλαντά με.
38 *Ἀπεκρίθη*δὲαὐτῷ *Ἰωάννης, *2λέγων,⸌ Διδάσκαλε, εἴδομέν τινα *2 τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, *3ὃς οὐκ ἀκολουθεῖ ἡμῖν·⸌ καὶ *2ἐκωλύσαμεναὐτόν, ὅτι οὐκ *3ἀκολουθεῖἡμῖν. 39  δὲ Ἰησοῦς εἶπεν, Μὴ κωλύετε αὐτόν· οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου, καὶ δυνήσεται ταχὺ κακολογῆσαί με. 40 Ὃς γὰρ οὐκ ἔστιν *καθὑμῶν, ὑπὲρ ὑμῶνἐστιν. 41 Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν *ὀνόματί *μου,⸌ ὅτι χριστοῦ ἐστέ, ἀμὴν λέγω ὑμῖν, *2 οὐ μὴ *ἀπολέσῃτὸν μισθὸν αὐτοῦ. 42 Καὶ ὃς *ἐὰνσκανδαλίσῃ ἕνα τῶν μικρῶν *τῶν πιστευόντων *εἰς ἐμέ,⸌ καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται *2λίθος μυλικὸςπερὶ τὸν τράχηλον αὐτοῦ, καὶ βέβληται εἰς τὴν θάλασσαν. 43 Καὶ ἐὰν *σκανδαλίζῃσε χείρ σου, ἀπόκοψον αὐτήν· καλόν *2σοι ἐστὶνκυλλὸν *εἰς τὴν ζωὴν εἰσελθεῖν,⸊ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον, 44 *ὅπου σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται.⸌ 45 Καὶ ἐὰν πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλόν ἐστίν *σοιεἰσελθεῖν εἰς τὴν ζωὴν χωλόν, τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν γέενναν, *εἰς τὸ πῦρ τὸ ἄσβεστον, 46 ὅπου σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται.⸌ 47 Καὶ ἐὰν ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν *σοιἐστὶν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ, δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς *τὴνγέενναν *2τοῦ πυρός,⸌ 48 ὅπου σκώληξ *αὐτῶνοὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται. 49 Πᾶς γὰρ πυρὶ ἁλισθήσεται, *καὶ πᾶσα θυσία ἁλὶ ἁλισθήσεται.⸌ 50 Καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; Ἔχετε ἐν ἑαυτοῖς *ἅλας,⸃ καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.
* 9:1 ⸉ τῶν ὧδε RP f 35 TR SBL ¦ ὧδε τῶν TNT2 WH NA NIV * 9:2 ⸂ τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ Ἰωάννην RP TNT2 NA25 SBL ¦ τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην f 35 TR NA27+28 NIV ¦ τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ Ἰωάνην WH * 9:3 ⸂ ἐγένοντο RP TNT2 ¦ ἐγένετο f 35 TR WH NA NIV SBL * 9:3 ⸋ ὡς χιών RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:3 ⸆ – RP f 35 TR ¦ οὕτως TNT2 WH NA NIV SBL * 9:5 ⸉ σκηνὰς τρεῖς RP f 35 TR ¦ τρεῖς σκηνάς TNT2 WH NA NIV SBL * 9:6 ⸂ λαλήσει RP f 35 ¦ λαλήσῃ TR ¦ ἀποκριθῇ TNT2 WH NA NIV SBL * 9:6 ⸂2 ἦσαν γὰρ ἔκφοβοι RP f 35 TR ¦ ἔκφοβοι γὰρ ἐγένοντο TNT2 WH NA NIV SBL * 9:7 ⸂ ἦλθεν RP f 35 TNT2 ¦ ἦλθε TR ¦ ἐγένετο WH NA NIV SBL * 9:7 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ λέγουσα TR * 9:7 ⸉ αὐτοῦ ἀκούετε RP f 35 TR ¦ ἀκούετε αὐτοῦ TNT2 WH NA NIV SBL * 9:8 ⸂ ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ᾽ ἑαυτῶν RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ μεθ᾽ ἑαυτῶν εἰ μὴ τὸν Ἰησοῦν μόνον WH ¦ εἰ μὴ τὸν Ἰησοῦν μόνον μεθ᾽ ἑαυτῶν NA25 * 9:9 ⸂ Καταβαινόντων δὲ RP f 35 TR ¦ Καὶ καταβαινόντων TNT2 WH NA NIV SBL * 9:9 ⸂2 ἀπὸ RP f 35 TR TNT2 ¦ ἐκ WH NA NIV SBL * 9:9 ⸉ διηγήσωνται ἃ εἶδον RP f 35 TR ¦ ἃ εἶδον διηγήσωνται TNT2 WH NA NIV SBL * 9:12 ⸋ ἀποκριθείς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:12 ⸂ εἶπεν RP f 35 TR ¦ ἔφη TNT2 WH NA NIV SBL * 9:13 ⸂ ἠθέλησαν RP f 35 TR ¦ ἤθελον TNT2 WH NA NIV SBL * 9:14 ⸂ ἐλθὼν … εἶδεν RP f 35 TR ¦ ἐλθόντες … εἶδον TNT2 NA NIV SBL ¦ ἐλθόντες … εἶδαν WH * 9:14 ⸂2 αὐτοῖς RP f 35 TR ¦ πρὸς αὐτούς TNT2 WH NA NIV SBL * 9:15 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 9:15 ⸂2 ἰδὼν αὐτὸν ἐξεθαμβήθη RP f 35 TR ¦ ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν TNT2 WH NA NIV SBL * 9:16 ⸂ τοὺς γραμματεῖς RP f 35 TR ¦ αὐτούς TNT2 WH NA NIV SBL * 9:16 ⸂2 αὐτούς RP f 35 TR TNT2 WH NA NIV ¦ αὑτούς SBL * 9:17 ⸂ ἀποκριθεὶς εἷς ἐκ τοῦ ὄχλου εἶπεν RP f 35 ¦ ἀποκριθεὶς εἷς ἐκ τοῦ ὄχλου εἶπε TR ¦ ἀπεκρίθη αὐτῷ εἷς ἐκ τοῦ ὄχλου TNT2 WH NA NIV SBL * 9:18 ⸂ ἂν RP f 35 TR ¦ ἐὰν TNT2 WH NA NIV SBL * 9:18 ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:19 ⸂ αὐτῷ RP f 35 TR ¦ αὐτοῖς TNT2 WH NA NIV SBL * 9:20 ⸂ ἰδὼν RP TR TNT2 WH NA NIV SBL ¦ ἰδὸν f 35 * 9:20 ⸂2 εὐθέως τὸ πνεῦμα RP f 35 TR ¦ τὸ πνεῦμα εὐθὺς TNT2 WH NA NIV SBL * 9:20 ⸂3 ἐσπάραξεν RP f 35 TR TNT2 ¦ συνεσπάραξεν WH NA NIV SBL * 9:21 ⸆ – RP f 35 TR ¦ Ἐκ TNT2 WH NA NIV SBL * 9:22 ⸂ αὐτὸν καὶ εἰς τὸ πῦρ RP ¦ αὐτὸν καὶ εἰς πῦρ f 35 TR TNT2 ¦ καὶ εἰς πῦρ αὐτὸν WH NA NIV SBL * 9:22 ⸂2 δύνασαι RP f 35 TR ¦ δύνῃ TNT2 WH NA NIV SBL * 9:23 ⸂ δύνασαι RP f 35 TR ¦ δύνῃ TNT2 WH NA NIV SBL * 9:23 ⸋ πιστεῦσαι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:24 ⸋ Καὶ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 9:24 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL * 9:24 ⸋2 μετὰ δακρύων RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:24 ⸋3 κύριε RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:25 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ ὁ f 35 * 9:25 ⸂ Τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφόν RP f 35 TR ¦ Τὸ ἄλαλον καὶ κωφόν πνεῦμα TNT2 WH NA NIV SBL * 9:25 ⸉ σοι ἐπιτάσσω RP f 35 TR ¦ ἐπιτάσσω σοι TNT2 WH NA NIV SBL * 9:26 ⸂ κράξαν, καὶ πολλὰ σπαράξαν RP f 35 TR ¦ κράξας, καὶ πολλὰ σπαράξας TNT2 WH NA NIV SBL * 9:26 ⸋ αὐτόν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:26 ⸆ – RP f 35 TR ¦ τοὺς TNT2 WH NA NIV SBL * 9:27 ⸂ αὐτὸν τῆς χειρός RP f 35 TR ¦ τῆς χειρὸς αὐτοῦ TNT2 WH NA NIV SBL * 9:28 ⸂ εἰσελθόντα αὐτὸν RP f 35 TR ¦ εἰσελθόντος αὐτοῦ TNT2 WH NA NIV SBL * 9:28 ⸉ ἐπηρώτων αὐτὸν κατ᾽ ἰδίαν RP f 35 TR ¦ κατ᾽ ἰδίαν ἐπηρώτων αὐτόν TNT2 WH NA NIV SBL * 9:29 ⸋ καὶ νηστείᾳ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 9:30 ⸂ παρεπορεύοντο RP f 35 TR NA NIV SBL ¦ ἐπορεύοντο TNT2 WH * 9:31 ⸂ τῇ τρίτῃ ἡμέρᾳ RP f 35 TR ¦ μετὰ τρεῖς ἡμέρας TNT2 WH NA NIV SBL * 9:33 ⸂ ἦλθεν RP f 35 TR ¦ ἦλθον TNT2 WH NA NIV SBL * 9:33 ⸋ πρὸς ἑαυτοὺς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:37 ⸂ ἐὰν … ἐὰν RP f 35 TR ¦ ἂν … ἂν TNT2 WH NA NIV SBL * 9:37 ⸂2 δέξηται RP f 35 TR ¦ δέχηται TNT2 WH NA NIV SBL * 9:38 ⸂ Ἀπεκρίθη RP f 35 TR ¦ Ἔφη TNT2 WH NA NIV SBL * 9:38 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:38 ⸆ – RP ¦ ὁ f 35 TR TNT2 WH NA NIV SBL * 9:38 ⸋2 λέγων RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 9:38 ⸆2 – RP f 35 TR ¦ ἐν TNT2 WH NA NIV SBL * 9:38 ⸋3 ὃς οὐκ ἀκολουθεῖ ἡμῖν RP f 35 TR TNT2 NA25 ¦ – WH NA27+28 NIV SBL * 9:38 ⸂2 ἐκωλύσαμεν RP f 35 TR ¦ ἐκωλύομεν TNT2 WH NA NIV SBL * 9:38 ⸂3 ἀκολουθεῖ RP f 35 TR TNT2 ¦ ἠκολούθει WH NA NIV SBL * 9:40 ⸂ καθ᾽ ὑμῶν, ὑπὲρ ὑμῶν RP f 35 TR ¦ καθ᾽ ἡμῶν, ὑπὲρ ἡμῶν TNT2 WH NA NIV SBL * 9:41 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τῷ TR * 9:41 ⸋ μου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:41 ⸆2 – RP f 35 TR ¦ ὅτι TNT2 WH NA NIV SBL * 9:41 ⸂ ἀπολέσῃ RP f 35 TR WH NA NIV SBL ¦ ἀπολέσει TNT2 * 9:42 ⸂ ἐὰν RP f 35 ¦ ἂν TR TNT2 WH NA NIV SBL * 9:42 ⸆ – RP f 35 TR ¦ τούτων TNT2 WH NA NIV SBL * 9:42 ⸋ εἰς ἐμέ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 * 9:42 ⸂2 λίθος μυλικὸς RP f 35 TR ¦ μύλος ὀνικὸς TNT2 WH NA NIV SBL * 9:43 ⸂ σκανδαλίζῃ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ σκανδαλίσῃ WH NA25 * 9:43 ⸂2 σοι ἐστὶν RP f 35 ¦ σοι ἐστὶ TR ¦ ἐστίν σε TNT2 WH NA NIV SBL * 9:43 ⸉ εἰς τὴν ζωὴν εἰσελθεῖν RP f 35 TR ¦ εἰσελθεῖν εἰς τὴν ζωὴν TNT2 WH NA NIV SBL * 9:44 ⸋ ὅπου … οὐ σβέννυται RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 9:45 ⸂ σοι RP f 35 TR ¦ σε TNT2 WH NA NIV SBL * 9:45 ⸋ εἰς τὸ πῦρ … οὐ σβέννυται RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 9:47 ⸂ σοι RP f 35 TR ¦ σέ TNT2 WH NA NIV SBL * 9:47 ⸋ τὴν RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH * 9:47 ⸋2 τοῦ πυρός RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:48 ⸋ αὐτῶν RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 * 9:49 ⸋ καὶ πᾶσα θυσία ἁλὶ ἁλισθήσεται RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 9:50 ⸂ ἅλας RP f 35 TR ¦ ἅλα TNT2 WH NA NIV SBL