15
Ἦσαν δὲ *ἐγγίζοντες αὐτῷπάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοί, ἀκούειν αὐτοῦ. Καὶ διεγόγγυζον οἱ *Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται, καὶ συνεσθίει αὐτοῖς.
Εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην, λέγων, Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα, καὶ *ἀπολέσας*ἓν ἐξ αὐτῶν,⸊ οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ, καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλός, ἕως εὕρῃ αὐτό; Καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους *ἑαυτοῦχαίρων. Καὶ ἐλθὼν εἰς τὸν οἶκον, συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας, λέγων αὐτοῖς, Συγχάρητέ μοι, ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός. Λέγω ὑμῖν ὅτι οὕτως χαρὰ *ἔσται ἐν τῷ οὐρανῷἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις, οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας.
τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον, καὶ σαροῖ τὴν οἰκίαν, καὶ ζητεῖ ἐπιμελῶς ἕως *ὅτουεὕρῃ; Καὶ εὑροῦσα *συγκαλεῖται*2τὰς φίλας καὶ τὰς γείτονας,⸃ λέγουσα, Συγχάρητέ μοι, ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα. 10 Οὕτως, λέγω ὑμῖν, *χαρὰ γίνεταιἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
11 Εἶπεν δέ, Ἄνθρωπός τις εἶχεν δύο υἱούς· 12 καὶ εἶπεν νεώτερος αὐτῶν τῷ πατρί, Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. *Καὶδιεῖλεν αὐτοῖς τὸν βίον. 13 Καὶ μετοὐ πολλὰς ἡμέρας συναγαγὼν *ἅπαντα νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ, ζῶν ἀσώτως. 14 Δαπανήσαντος δὲ αὐτοῦ πάντα, ἐγένετο λιμὸς *ἰσχυρὸςκατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. 15 Καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης· καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους. 16 Καὶ ἐπεθύμει *γεμίσαι τὴν κοιλίαν αὐτοῦ*2ἀπὸτῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι· καὶ οὐδεὶς ἐδίδου αὐτῷ. 17 Εἰς ἑαυτὸν δὲ ἐλθὼν *εἶπεν,⸃ Πόσοι μίσθιοι τοῦ πατρός μου *2περισσεύουσινἄρτων, ἐγὼ δὲ *3λιμῷἀπόλλυμαι· 18 ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου, καὶ ἐρῶ αὐτῷ, Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου· 19 *καὶοὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. 20 Καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα *ἑαυτοῦ.⸃ Ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος, εἶδεν αὐτὸν πατὴρ αὐτοῦ, καὶ ἐσπλαγχνίσθη, καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ κατεφίλησεν αὐτόν. 21 Εἶπεν δὲ *αὐτῷ υἱός,⸊ Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, *καὶοὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. * 22 Εἶπεν δὲ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ, *Ἐξενέγκατε *τὴνστολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ, καὶ ὑποδήματα εἰς τοὺς πόδας· 23 καὶ *ἐνέγκαντεςτὸν μόσχον τὸν σιτευτὸν θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν· 24 ὅτι οὗτος υἱός μου νεκρὸς ἦν, καὶ ἀνέζησεν· *καὶ*ἀπολωλὼς ἦν,⸊ καὶ εὑρέθη. Καὶ ἤρξαντο εὐφραίνεσθαι. 25 Ἦν δὲ υἱὸς αὐτοῦ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ, ἤκουσεν συμφωνίας καὶ χορῶν. 26 Καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων, *ἐπυνθάνετο τί *2 εἴη ταῦτα. 27  δὲ εἶπεν αὐτῷ ὅτι ἀδελφός σου ἥκει· καὶ ἔθυσεν πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. 28 Ὠργίσθη δέ, καὶ οὐκ ἤθελεν εἰσελθεῖν· *οὖνπατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν. 29  δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρί, *Ἰδού, τοσαῦτα ἔτη δουλεύω σοι, καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον, ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ. 30 Ὅτε δὲ υἱός σου οὗτος καταφαγών σου τὸν βίον μετὰ *πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ *τὸν μόσχον τὸν σιτευτόν.⸃ 31  δὲ εἶπεν αὐτῷ, Τέκνον, σὺ πάντοτε μετἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν. 32 Εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει· ὅτι ἀδελφός σου οὗτος *νεκρὸς ἦν, καὶ *2ἀνέζησεν·⸃ καὶ ἀπολωλὼς ἦν,⸃ καὶ εὑρέθη.
* 15:1 ⸉ ἐγγίζοντες αὐτῷ RP f 35 TR ¦ αὐτῷ ἐγγίζοντες TNT2 WH NA NIV SBL * 15:2 ⸆ – RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL * 15:4 ⸂ ἀπολέσας RP f 35 TR WH NA NIV SBL ¦ ἀπολέσῃ TNT2 * 15:4 ⸉ ἓν ἐξ αὐτῶν RP f 35 TR ¦ ἐξ αὐτῶν ἓν TNT2 WH NA NIV SBL * 15:5 ⸂ ἑαυτοῦ RP TR ¦ αὐτοῦ f 35 TNT2 WH NA NIV SBL * 15:7 ⸉ ἔσται ἐν τῷ οὐρανῷ RP f 35 TR TNT2 ¦ ἐν τῷ οὐρανῷ ἔσται WH NA NIV SBL * 15:8 ⸂ ὅτου RP f 35 TR ¦ οὗ TNT2 WH NA NIV SBL * 15:9 ⸂ συγκαλεῖται RP f 35 TR TNT2 ¦ συνκαλεῖ WH ¦ συγκαλεῖ NA NIV SBL * 15:9 ⸂2 τὰς φίλας καὶ τὰς γείτονας RP f 35 TR ¦ τὰς φίλας καὶ γείτονας TNT2 WH NA NIV SBL * 15:10 ⸉ χαρὰ γίνεται RP f 35 TR ¦ γίνεται χαρὰ TNT2 WH NA NIV SBL * 15:12 ⸂ Καὶ RP f 35 TR ¦ Ὁ δὲ TNT2 WH NA NIV SBL * 15:13 ⸂ ἅπαντα RP f 35 TR ¦ πάντα TNT2 WH NA NIV SBL * 15:14 ⸂ ἰσχυρὸς RP f 35 TR ¦ ἰσχυρὰ TNT2 WH NA NIV SBL * 15:16 ⸂ γεμίσαι τὴν κοιλίαν αὐτοῦ RP f 35 TR TNT2 NA25 NIV SBL ¦ χορτασθῆναι WH NA27+28 * 15:16 ⸂2 ἀπὸ RP f 35 TR TNT2 SBL ¦ ἐκ WH NA NIV * 15:17 ⸂ εἶπεν RP f 35 TNT2 ¦ εἶπε TR ¦ ἔφη WH NA NIV SBL * 15:17 ⸂2 περισσεύουσιν RP f 35 TR ¦ περισσεύονται TNT2 WH NA NIV SBL * 15:17 ⸂3 λιμῷ RP f 35 TR ¦ ὧδε λιμῷ TNT2 ¦ λιμῷ ὧδε WH NA NIV SBL * 15:19 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 15:20 ⸂ ἑαυτοῦ f 35 TR WH NA NIV SBL ¦ αὐτοῦ RP TNT2 * 15:21 ⸉ αὐτῷ ὁ υἱός RP f 35 TR TNT2 ¦ ὁ υἱὸς αὐτῷ WH NA NIV SBL * 15:21 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 15:21 ⸆ – RP f 35 TR TNT2 NA NIV SBL ¦ ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. WH * 15:22 ⸆ – RP f 35 TR ¦ Ταχὺ TNT2 WH NA NIV SBL * 15:22 ⸋ τὴν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 15:23 ⸂ ἐνέγκαντες RP f 35 TR ¦ φέρετε TNT2 WH NA NIV SBL * 15:24 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 15:24 ⸉ ἀπολωλὼς ἦν RP f 35 TR ¦ ἦν ἀπολωλὼς TNT2 WH NA NIV SBL * 15:26 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτοῦ TR * 15:26 ⸆2 – RP f 35 TR ¦ ἂν TNT2 WH NA NIV SBL * 15:28 ⸂ οὖν RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL * 15:29 ⸆ – RP f 35 TR NA25 ¦ αὐτοῦ TNT2 WH NA27+28 NIV SBL * 15:30 ⸆ – RP f 35 TR WH NA NIV SBL ¦ τῶν TNT2 * 15:30 ⸂ τὸν μόσχον τὸν σιτευτόν RP f 35 TR ¦ τὸν σιτευτὸν μόσχον TNT2 WH NA NIV SBL * 15:32 ⸂ νεκρὸς ἦν … καὶ ἀπολωλὼς ἦν RP f 35 TR ¦ νεκρὸς ἦν … καὶ ἀπολωλὼς TNT2 WH NA NIV SBL * 15:32 ⸂2 ἀνέζησεν RP f 35 NIV73 ¦ ἀνέζησε TR ¦ ἔζησεν TNT2 WH NA NIV11 SBL