7
Καὶ *περιεπάτει Ἰησοῦς μετὰ ταῦταἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. Ἦν δὲ ἐγγὺς ἑορτὴ τῶν Ἰουδαίων Σκηνοπηγία. Εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ, Μετάβηθι ἐντεῦθεν, καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου *θεωρήσωσιν*2τὰ ἔργα σου ποιεῖς. Οὐδεὶς γὰρ *ἐν κρυπτῷ τιποιεῖ, καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. Εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. Λέγει οὖν αὐτοῖς Ἰησοῦς, καιρὸς ἐμὸς οὔπω πάρεστιν, δὲ καιρὸς ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. Οὐ δύναται κόσμος μισεῖν ὑμᾶς· ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ, ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. Ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτὴν *ταύτην·⸌ ἐγὼ *οὔπωἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι *2 καιρὸς ἐμὸςοὔπω πεπλήρωται. Ταῦτα *δὲεἰπὼν *αὐτοῖς,⸃ ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ.
10 Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, *τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν,⸊ οὐ φανερῶς, ἀλλὡς ἐν κρυπτῷ. 11 Οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ, καὶ ἔλεγον, Ποῦ ἐστιν ἐκεῖνος; 12 Καὶ γογγυσμὸς *πολὺς περὶ αὐτοῦ ἦνἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι Ἀγαθός ἐστιν· ἄλλοι *ἔλεγον, Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. 13 Οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.
14 Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης, ἀνέβη *Ἰησοῦς εἰς τὸ ἱερόν, καὶ ἐδίδασκεν. 15 *Καὶ ἐθαύμαζονοἱ Ἰουδαῖοι λέγοντες, Πῶς οὗτος γράμματα οἶδεν, μὴ μεμαθηκώς; 16 Ἀπεκρίθη *οὖναὐτοῖς *2Ἰησοῦς καὶ εἶπεν, ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με. 17 Ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ θεοῦ ἐστιν, ἐγὼ ἀπἐμαυτοῦ λαλῶ. 18  ἀφἑαυτοῦ λαλῶν, τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστιν, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν. 19 Οὐ Μωσῆς *δέδωκενὑμῖν τὸν νόμον, καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον; Τί με ζητεῖτε ἀποκτεῖναι; 20 Ἀπεκρίθη ὄχλος *καὶ εἶπεν,⸃ Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; 21 Ἀπεκρίθη *Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε. 22 Διὰ τοῦτο Μωσῆς δέδωκεν ὑμῖν τὴν περιτομήνοὐχ ὅτι ἐκ τοῦ Μωσέως ἐστίν, ἀλλἐκ τῶν πατέρωνκαὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. 23 Εἰ περιτομὴν λαμβάνει *ἄνθρωπος ἐν σαββάτῳ, ἵνα μὴ λυθῇ νόμος Μωσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; 24 Μὴ κρίνετε κατὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν *κρίνατε.⸃
25 Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν, Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; 26 Καὶ ἴδε παρρησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσιν. Μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν *ἀληθῶς χριστός; 27 Ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· δὲ χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν. 28 Ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων Ἰησοῦς καὶ λέγων, Κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλἔστιν ἀληθινὸς πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε. 29 Ἐγὼ *οἶδα αὐτόν, ὅτι παραὐτοῦ εἰμι, κἀκεῖνός με ἀπέστειλεν. 30 Ἐζήτουν οὖν αὐτὸν πιάσαι. Καὶ οὐδεὶς ἐπέβαλεν ἐπαὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ὥρα αὐτοῦ. 31 *Πολλοὶ δὲ ἐκ τοῦ ὄχλουἐπίστευσαν εἰς αὐτόν, καὶ ἔλεγον *ὅτι χριστὸς ὅταν ἔλθῃ, *μήτιπλείονα σημεῖα *2τούτωνποιήσει ὧν οὗτος ἐποίησεν; 32 Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα· καὶ ἀπέστειλαν *ὑπηρέτας οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖςἵνα πιάσωσιν αὐτόν. 33 Εἶπεν οὖν * Ἰησοῦς, Ἔτι *μικρὸν χρόνονμεθὑμῶν εἰμι, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. 34 *Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε·⸃ καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. 35 Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς, Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι, καὶ διδάσκειν τοὺς Ἕλληνας; 36 Τίς ἐστιν *οὗτος λόγοςὃν εἶπεν, *Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε·⸃ καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;
37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει Ἰησοῦς καὶ ἔκραξεν, λέγων, Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. 38  πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. 39 Τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος *οὗἔμελλον λαμβάνειν οἱ *2πιστεύοντεςεἰς αὐτόν· *3οὔπω γὰρ ἦν πνεῦμα ἅγιον,⸃ ὅτι *Ἰησοῦς *4οὐδέπωἐδοξάσθη. 40 *Πολλοὶ οὖν ἐκ τοῦ ὄχλουἀκούσαντες *2τὸν λόγονἔλεγον, *Οὗτός ἐστιν ἀληθῶς προφήτης. 41 *Ἄλλοι ἔλεγον, Οὗτός ἐστιν χριστός. Ἄλλοι ἔλεγον,⸃ Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας χριστὸς ἔρχεται; 42 *Οὐχὶ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυίδ, καὶ ἀπὸ Βηθλεέμ, τῆς κώμης ὅπου ἦν Δαυίδ, * χριστὸς ἔρχεται;⸊ 43 Σχίσμα οὖν *ἐν τῷ ὄχλῳ ἐγένετοδιαὐτόν. 44 Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλοὐδεὶς *ἐπέβαλενἐπαὐτὸν τὰς χεῖρας.
45 Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους· καὶ εἶπον αὐτοῖς ἐκεῖνοι, Διὰ τί οὐκ ἠγάγετε αὐτόν; 46 Ἀπεκρίθησαν οἱ ὑπηρέται, *Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ἄνθρωπος.⸃ 47 Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι, Μὴ καὶ ὑμεῖς πεπλάνησθε; 48 Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν, ἐκ τῶν Φαρισαίων; 49 Ἀλλ ὄχλος οὗτος μὴ γινώσκων τὸν νόμον *ἐπικατάρατοίεἰσιν. 50 Λέγει Νικόδημος πρὸς αὐτούς ἐλθὼν *νυκτὸςπρὸς αὐτόν, *εἷς ὢν ἐξ αὐτῶν 51 Μὴ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ *παραὐτοῦ πρότερονκαὶ γνῷ τί ποιεῖ; 52 Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ, Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; Ἐρεύνησον καὶ ἴδε ὅτι *προφήτης ἐκ τῆς Γαλιλαίαςοὐκ *ἐγήγερται.⸃ 53 Καὶ *ἀπῆλθενἕκαστος εἰς τὸν οἶκον αὐτοῦ·
* 7:1 ⸉ περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα RP f 35 TR ¦ μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς TNT2 WH NA NIV SBL * 7:3 ⸂ θεωρήσωσιν RP f 35 ¦ θεωρήσωσι TR ¦ θεωρήσουσιν TNT2 WH NA NIV SBL * 7:3 ⸂2 τὰ ἔργα σου RP TR NA25 ¦ τὰ ἔργα f 35 NIV73 ¦ σοῦ τὰ ἔργα TNT2 WH NA27+28 NIV11 SBL * 7:4 ⸉ ἐν κρυπτῷ τι RP f 35 TR ¦ τι ἐν κρυπτῷ TNT2 WH NA NIV SBL * 7:8 ⸋ ταύτην RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:8 ⸂ οὔπω RP f 35 TR WH NIV73 ¦ οὐκ TNT2 NA NIV11 SBL * 7:8 ⸂2 ὁ καιρὸς ὁ ἐμὸς RP f 35 TR ¦ ὁ ἐμὸς καιρὸς TNT2 WH NA NIV SBL * 7:9 ⸋ δὲ RP f 35 TR WH NA NIV SBL ¦ – TNT2 * 7:9 ⸂ αὐτοῖς RP f 35 TR WH NA25 ¦ αὐτὸς TNT2 NA27+28 NIV SBL * 7:10 ⸉ τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν RP f 35 TR ¦ εἰς τὴν ἑορτήν τότε καὶ αὐτὸς ἀνέβη TNT2 WH NA NIV SBL * 7:12 ⸉ πολὺς περὶ αὐτοῦ ἦν RP f 35 TR ¦ περὶ αὐτοῦ ἦν πολὺς TNT2 WH NA NIV SBL * 7:12 ⸆ – RP f 35 ¦ δὲ TR TNT2 WH NA NIV SBL * 7:14 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:15 ⸂ Καὶ ἐθαύμαζον RP f 35 TR ¦ Ἐθαύμαζον οὖν TNT2 WH NA NIV SBL * 7:16 ⸋ οὖν RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 7:16 ⸋2 ὁ RP f 35 TR NA27+28 NIV SBL ¦ – TNT2 WH NA25 * 7:19 ⸂ δέδωκεν RP f 35 TR NA27+28 NIV SBL ¦ ἔδωκεν TNT2 WH NA25 * 7:20 ⸂ καὶ εἶπεν RP f 35 ¦ καὶ εἶπε TR ¦ – TNT2 WH NA NIV SBL * 7:21 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR * 7:23 ⸆ – RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ὁ WH NA25 * 7:24 ⸂ κρίνατε RP f 35 TR NA25 ¦ κρίνετε TNT2 WH NA27+28 NIV SBL * 7:26 ⸋ ἀληθῶς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:29 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ δὲ TR * 7:31 ⸉ Πολλοὶ δὲ ἐκ τοῦ ὄχλου RP f 35 TR ¦ Ἐκ τοῦ ὄχλου δὲ πολλοὶ TNT2 WH NA NIV SBL * 7:31 ⸋ ὅτι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:31 ⸂ μήτι RP f 35 TR ¦ μὴ TNT2 WH NA NIV SBL * 7:31 ⸋2 τούτων RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL * 7:32 ⸉ ὑπηρέτας οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς RP f 35 ¦ οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ὑπηρέτας TR ¦ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας TNT2 WH NA NIV SBL * 7:33 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτοῖς TR * 7:33 ⸉ μικρὸν χρόνον RP f 35 TR ¦ χρόνον μικρὸν TNT2 WH NA NIV SBL * 7:34 ⸂ Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε RP f 35 TR TNT2 NA25 SBL ¦ Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε με WH NA27+28 NIV * 7:36 ⸉ οὗτος ὁ λόγος RP f 35 TR ¦ ὁ λόγος οὗτος TNT2 WH NA NIV SBL * 7:36 ⸂ Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε RP f 35 TR TNT2 NA25 SBL ¦ Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε με WH NA27+28 NIV * 7:39 ⸂ οὗ RP TR TNT2 WH NA25 SBL ¦ ὃ f 35 NA27+28 NIV * 7:39 ⸂2 πιστεύοντες RP f 35 TR ¦ πιστεύσαντες TNT2 WH NA NIV SBL * 7:39 ⸂3 οὔπω γὰρ ἦν πνεῦμα ἅγιον RP f 35 TR TNT2 ¦ οὔπω γὰρ ἦν πνεῦμα WH NA NIV11 SBL ¦ οὔπω γὰρ ἦν πνεῦμα δεδομένον NIV73 * 7:39 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR * 7:39 ⸂4 οὐδέπω RP f 35 TR NA NIV SBL ¦ οὔπω TNT2 WH * 7:40 ⸂ Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου RP f 35 TR ¦ Ἐκ τοῦ ὄχλου οὖν TNT2 WH NA NIV SBL * 7:40 ⸂2 τὸν λόγον RP f 35 TR ¦ τῶν λόγων τούτων TNT2 WH NA NIV SBL * 7:40 ⸆ – RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ὅτι WH NA25 * 7:41 ⸂ Ἄλλοι ἔλεγον … Ἄλλοι ἔλεγον RP f 35 ¦ Ἄλλοι ἔλεγον … Ἄλλοι δὲ ἔλεγον TR ¦ Ἄλλοι ἔλεγον … Οἱ δὲ ἔλεγον TNT2 WH NA NIV SBL * 7:42 ⸂ Οὐχὶ RP f 35 TR ¦ Οὐχ TNT2 WH NA NIV SBL * 7:42 ⸉ ὁ χριστὸς ἔρχεται RP f 35 TR ¦ ἔρχεται ὁ χριστὸς TNT2 WH NA NIV SBL * 7:43 ⸉ ἐν τῷ ὄχλῳ ἐγένετο RP f 35 TR ¦ ἐγένετο ἐν τῷ ὄχλῳ TNT2 WH NA NIV SBL * 7:44 ⸂ ἐπέβαλεν RP f 35 TR NA NIV SBL ¦ ἔβαλεν TNT2 WH * 7:46 ⸂ Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. RP f 35 TR ¦ Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. TNT2 ¦ Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος. WH NA27+28 NIV SBL ¦ Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος, ὡς οὗτος λαλεῖ ὁ ἄνθρωπος. NA25 * 7:49 ⸂ ἐπικατάρατοί RP f 35 TR ¦ ἐπάρατοί TNT2 WH NA NIV SBL * 7:50 ⸋ νυκτὸς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:50 ⸆ – RP f 35 TR ¦ πρότερον TNT2 WH NA25 NIV11 SBL ¦ τὸ πρότερον NA27+28 NIV73 * 7:51 ⸂ παρ᾽ αὐτοῦ πρότερον RP f 35 TR ¦ πρῶτον παρ᾽ αὐτοῦ TNT2 WH NA NIV SBL * 7:52 ⸉ προφήτης ἐκ τῆς Γαλιλαίας RP f 35 TR ¦ ἐκ τῆς Γαλιλαίας προφήτης TNT2 WH NA NIV SBL * 7:52 ⸂ ἐγήγερται RP f 35 TR ¦ ἐγείρεται TNT2 WH NA NIV SBL * 7:53 ⸂ ἀπῆλθεν f 35 ¦ ἐπορεύθη RP TR ¦ ἐπορεύθησαν ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧