4
Ὡς οὖν ἔγνω * κύριοςὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει Ἰωάννης καίτοιγε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν, ἀλλοἱ μαθηταὶ αὐτοῦ ἀφῆκεν τὴν Ἰουδαίαν, καὶ ἀπῆλθεν *εἰς τὴν Γαλιλαίαν. Ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας. Ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχάρ, πλησίον τοῦ χωρίου *ἔδωκεν Ἰακὼβ *Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ· ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ. Ὥρα ἦν *ὡσεὶἕκτη. Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ· λέγει αὐτῇ Ἰησοῦς, Δός μοι πιεῖν. Οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσιν. Λέγει οὖν αὐτῷ γυνὴ Σαμαρεῖτις, Πῶς σὺ Ἰουδαῖος ὢν παρἐμοῦ πιεῖν αἰτεῖς, *οὔσης γυναικὸς Σαμαρείτιδος;—⸊ Οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις. 10 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ, Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ, καὶ τίς ἐστιν λέγων σοι, Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. 11 Λέγει αὐτῷ * γυνή,⸌ Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶν βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; 12 Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ τὰ θρέμματα αὐτοῦ; 13 Ἀπεκρίθη *Ἰησοῦς καὶ εἶπεν αὐτῇ, Πᾶς πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν· 14 ὃς δἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ *διψήσῃεἰς τὸν αἰῶνα· ἀλλὰ τὸ ὕδωρ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. 15 Λέγει πρὸς αὐτὸν γυνή, Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ, μηδὲ *ἔρχομαιἐνθάδε ἀντλεῖν. 16 Λέγει αὐτῇ * Ἰησοῦς,⸌ Ὕπαγε, φώνησον *τὸν ἄνδρα σοῦ,⸊ καὶ ἐλθὲ ἐνθάδε. 17 Ἀπεκρίθη γυνὴ καὶ εἶπεν, *Οὐκ ἔχω ἄνδρα. Λέγει αὐτῇ Ἰησοῦς, Καλῶς εἶπας ὅτι Ἄνδρα οὐκ ἔχω· 18 πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας. 19 Λέγει αὐτῷ γυνή, Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ. 20 Οἱ πατέρες ἡμῶν ἐν *τῷ ὄρει τούτῳπροσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν τόπος ὅπου *2δεῖ προσκυνεῖν.⸊ 21 Λέγει αὐτῇ Ἰησοῦς, *Γύναι, πίστευσόν μοι,⸃ ὅτι ἔρχεται ὥρα, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί. 22 Ὑμεῖς προσκυνεῖτε οὐκ οἴδατε· ἡμεῖς προσκυνοῦμεν οἴδαμεν· ὅτι σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. 23 Ἀλλἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. 24 Πνεῦμα θεός· καὶ τοὺς προσκυνοῦντας *αὐτόν,⸌ ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. 25 Λέγει αὐτῷ γυνή, Οἶδα ὅτι Μεσίας ἔρχεται λεγόμενος χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν *πάντα.⸃ 26 Λέγει αὐτῇ Ἰησοῦς, Ἐγώ εἰμι, λαλῶν σοι.
27 Καὶ ἐπὶ τούτῳ ἦλθον οἱ μαθηταὶ αὐτοῦ, καὶ *ἐθαύμασανὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπεν, Τί ζητεῖς; , Τί λαλεῖς μεταὐτῆς; 28 Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς γυνή, καὶ ἀπῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις, 29 Δεῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέν μοι πάντα *ὅσαἐποίησα· μήτι οὗτός ἐστιν χριστός; 30 Ἐξῆλθον *ἐκ τῆς πόλεως, καὶ ἤρχοντο πρὸς αὐτόν. 31 Ἐν *δὲτῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταί, *λέγοντες, Ῥαββί, φάγε. 32  δὲ εἶπεν αὐτοῖς, Ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε. 33 Ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους, Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν; 34 Λέγει αὐτοῖς Ἰησοῦς, Ἐμὸν βρῶμά ἐστιν, ἵνα *ποιῶτὸ θέλημα τοῦ πέμψαντός με, καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. 35 Οὐχ ὑμεῖς λέγετε ὅτι *Ἔτι*τετράμηνόςἐστιν, καὶ θερισμὸς ἔρχεται; Ἰδού, λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη. 36 *Καὶ θερίζων μισθὸν λαμβάνει, καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον· ἵνα *2καὶ σπείρων ὁμοῦ χαίρῃ καὶ θερίζων. 37 Ἐν γὰρ τούτῳ λόγος ἐστὶν *ἀληθινός, ὅτι Ἄλλος ἐστὶν σπείρων, καὶ ἄλλος θερίζων. 38 Ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασιν, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.
39 Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης ὅτι Εἶπέν μοι πάντα *ὅσαἐποίησα. 40 Ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παραὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. 41 Καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ, 42 τῇ τε γυναικὶ ἔλεγον ὅτι Οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς * σωτὴρ τοῦ κόσμου, χριστός.⸃
43 Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν, *καὶ ἀπῆλθενεἰς τὴν Γαλιλαίαν. 44 Αὐτὸς γὰρ *Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει. 45 Ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες *ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ· καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν.
46 Ἦλθεν οὖν *πάλιν Ἰησοῦςεἰς τὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον. Καὶ ἦν τις βασιλικός, οὗ υἱὸς ἠσθένει ἐν Καπερναούμ. 47 Οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν, ἀπῆλθεν πρὸς αὐτόν, καὶ ἠρώτα *αὐτὸνἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν· ἔμελλεν γὰρ ἀποθνῄσκειν. 48 Εἶπεν οὖν Ἰησοῦς πρὸς αὐτόν, Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε. 49 Λέγει πρὸς αὐτὸν βασιλικός, Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου. 50 Λέγει αὐτῷ Ἰησοῦς, Πορεύου· υἱός σου ζῇ. *Καὶἐπίστευσεν ἄνθρωπος τῷ λόγῳ *εἶπεν αὐτῷ *2Ἰησοῦς, καὶ ἐπορεύετο. 51 Ἤδη δὲ αὐτοῦ καταβαίνοντος, οἱ δοῦλοι *αὐτοῦ*ἀπήντησαναὐτῷ, *2καὶ ἀπήγγειλανλέγοντες ὅτι παῖς *2σουζῇ. 52 Ἐπύθετο οὖν *παραὐτῶν τὴν ὥρανἐν κομψότερον ἔσχεν. *Καὶ εἶποναὐτῷ ὅτι Χθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν πυρετός. 53 Ἔγνω οὖν πατὴρ ὅτι *ἐνἐκείνῃ τῇ ὥρᾳ, ἐν εἶπεν αὐτῷ Ἰησοῦς *2ὅτι υἱός σου ζῇ· καὶ ἐπίστευσεν αὐτὸς καὶ οἰκία αὐτοῦ ὅλη. 54 Τοῦτο *πάλιν δεύτερον σημεῖον ἐποίησεν Ἰησοῦς, ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.
* 4:1 ⸂ ὁ κύριος RP TR TNT2 WH NA25 NIV73 ¦ ὁ Ἰησοῦς f 35 NA27+28 NIV11 SBL * 4:3 ⸆ – RP f 35 ¦ πάλιν TR TNT2 WH NA NIV SBL * 4:5 ⸂ ὃ RP TR TNT2 WH NA NIV SBL ¦ οὗ f 35 * 4:5 ⸆ – RP f 35 TR TNT2 ¦ τῷ WH NA NIV SBL * 4:6 ⸂ ὡσεὶ RP f 35 TR ¦ ὡς TNT2 WH NA NIV SBL * 4:9 ⸉ οὔσης γυναικὸς Σαμαρείτιδος RP f 35 TR ¦ γυναικὸς Σαμαρίτιδος οὔσης TNT2 NA NIV SBL ¦ γυναικὸς Σαμαρείτιδος οὔσης WH * 4:11 ⸋ ἡ γυνή RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 * 4:13 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR * 4:14 ⸂ διψήσῃ RP f 35 TR ¦ διψήσει TNT2 WH NA NIV SBL * 4:15 ⸂ ἔρχομαι RP ¦ ἔρχωμαι f 35 TR TNT2 ¦ διέρχωμαι WH NA NIV SBL * 4:16 ⸋ ὁ Ἰησοῦς RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 4:16 ⸉ τὸν ἄνδρα σοῦ RP f 35 TR TNT2 NA NIV SBL ¦ σοῦ τὸν ἄνδρα WH * 4:17 ⸆ – RP f 35 TR TNT2 NA25 ¦ αὐτῷ WH NA27+28 NIV SBL * 4:20 ⸉ τῷ ὄρει τούτῳ RP f 35 TNT2 WH NA NIV SBL ¦ τούτῳ τῷ ὄρει TR * 4:20 ⸉2 δεῖ προσκυνεῖν RP f 35 TR ¦ προσκυνεῖν δεῖ TNT2 WH NA NIV SBL * 4:21 ⸂ Γύναι, πίστευσόν μοι RP f 35 TR ¦ Πίστευέ μοι, γύναι TNT2 WH NA NIV SBL * 4:24 ⸋ αὐτόν RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ – NA25 * 4:25 ⸂ πάντα RP f 35 TR ¦ ἅπαντα TNT2 WH NA NIV SBL * 4:27 ⸂ ἐθαύμασαν RP f 35 TR ¦ ἐθαύμαζον TNT2 WH NA NIV SBL * 4:29 ⸂ ὅσα RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ἃ WH NA25 * 4:30 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ οὖν TR * 4:31 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 4:31 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ αὐτοῦ f 35 * 4:34 ⸂ ποιῶ RP f 35 TR NA25 ¦ ποιήσω TNT2 WH NA27+28 NIV SBL * 4:35 ⸋ Ἔτι RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 * 4:35 ⸂ τετράμηνός RP f 35 TNT2 WH NA NIV SBL ¦ τετράμηνόν TR * 4:36 ⸋ Καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 4:36 ⸋2 καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 4:37 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 4:39 ⸂ ὅσα RP f 35 TR ¦ ἃ TNT2 WH NA NIV SBL * 4:42 ⸂ ὁ σωτὴρ τοῦ κόσμου, ὁ χριστός RP f 35 TR ¦ ὁ σωτὴρ τοῦ κόσμου TNT2 WH NA NIV SBL * 4:43 ⸋ καὶ ἀπῆλθεν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 4:44 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 4:45 ⸂ ἃ RP f 35 TR ¦ ὅσα TNT2 WH NA NIV SBL * 4:46 ⸂ πάλιν ὁ Ἰησοῦς RP f 35 ¦ ὁ Ἰησοῦς πάλιν TR ¦ πάλιν TNT2 WH NA NIV SBL * 4:47 ⸋ αὐτὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 4:50 ⸋ Καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 4:50 ⸂ ᾧ RP f 35 TR ¦ ὃν TNT2 WH NA NIV SBL * 4:50 ⸋2 ὁ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR * 4:51 ⸋ αὐτοῦ RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ – NA25 * 4:51 ⸂ ἀπήντησαν RP f 35 TR ¦ ὑπήντησαν TNT2 WH NA NIV SBL * 4:51 ⸋2 καὶ ἀπήγγειλαν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL * 4:51 ⸂2 σου RP f 35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL * 4:52 ⸉ παρ᾽ αὐτῶν τὴν ὥραν RP f 35 TR ¦ τὴν ὥραν παρ᾽ αὐτῶν TNT2 WH NA NIV SBL * 4:52 ⸂ Καὶ εἶπον RP f 35 TR ¦ Εἶπαν οὖν TNT2 WH NA NIV SBL * 4:53 ⸋ ἐν RP f 35 TR TNT2 NA27+28 NIV73 ¦ – WH NA25 NIV11 SBL * 4:53 ⸋2 ὅτι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 4:54 ⸆ – RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL