21
Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν *πάλιν*2Ἰησοῦς τοῖς μαθηταῖς *ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσεν δὲ οὕτως. Ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. Λέγει αὐτοῖς Σίμων Πέτρος, Ὑπάγω ἁλιεύειν. Λέγουσιν αὐτῷ, Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. Ἐξῆλθον καὶ *ἐνέβησανεἰς τὸ πλοῖον *εὐθύς,⸌ καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. Πρωΐας δὲ ἤδη *γενομένηςἔστη *Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν. Λέγει οὖν αὐτοῖς *Ἰησοῦς, Παιδία, μή τι προσφάγιον ἔχετε; Ἀπεκρίθησαν αὐτῷ, Οὔ. δὲ εἶπεν αὐτοῖς, Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. Ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι *ἴσχυσανἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. Λέγει οὖν μαθητὴς ἐκεῖνος ὃν ἠγάπα Ἰησοῦς τῷ Πέτρῳ, κύριός ἐστιν. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι κύριός ἐστιν, τὸν ἐπενδύτην διεζώσατοἦν γὰρ γυμνόςκαὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν. Οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθονοὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλὡς ἀπὸ πηχῶν διακοσίωνσύροντες τὸ δίκτυον τῶν ἰχθύων. Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον, καὶ ἄρτον. 10 Λέγει αὐτοῖς Ἰησοῦς, Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. 11 Ἀνέβη *Σίμων Πέτρος, καὶ εἵλκυσεν τὸ δίκτυον *ἐπὶ τῆς γῆς,⸃ μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων, οὐκ ἐσχίσθη τὸ δίκτυον. 12 Λέγει αὐτοῖς Ἰησοῦς, Δεῦτε ἀριστήσατε. Οὐδεὶς *δὲἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν, Σὺ τίς εἶ; εἰδότες ὅτι κύριός ἐστιν. 13 Ἔρχεται *οὖν*2Ἰησοῦς, καὶ λαμβάνει τὸν ἄρτον, καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. 14 Τοῦτο ἤδη τρίτον ἐφανερώθη *Ἰησοῦς τοῖς μαθηταῖς *2αὐτοῦ,⸌ ἐγερθεὶς ἐκ νεκρῶν.
15 Ὅτε οὖν ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ Ἰησοῦς, Σίμων *Ἰωνᾶ,⸃ ἀγαπᾷς με πλεῖον τούτων; Λέγει αὐτῷ, Ναὶ κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ, Βόσκε τὰ ἀρνία μου. 16 Λέγει αὐτῷ πάλιν δεύτερον, Σίμων *Ἰωνᾶ,⸃ ἀγαπᾷς με; Λέγει αὐτῷ, Ναὶ κύριε· σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ, Ποίμαινε τὰ *2πρόβατάμου. 17 Λέγει αὐτῷ τὸ τρίτον, Σίμων *Ἰωνᾶ,⸃ φιλεῖς με; Ἐλυπήθη Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, Φιλεῖς με; Καὶ *2εἶπεναὐτῷ, Κύριε, *σὺ πάνταοἶδας· σὺ γινώσκεις ὅτι φιλῶ σε. Λέγει αὐτῷ *Ἰησοῦς, Βόσκε τὰ *3πρόβατάμου. 18 Ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτόν, καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος *σε ζώσει,⸊ καὶ οἴσει ὅπου οὐ θέλεις. 19 Τοῦτο δὲ εἶπεν, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν. Καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ, Ἀκολούθει μοι. 20 Ἐπιστραφεὶς *δὲ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν, Κύριε, τίς ἐστιν παραδιδούς σε; 21 Τοῦτον *ἰδὼν Πέτρος λέγει τῷ Ἰησοῦ, Κύριε, οὗτος δὲ τί; 22 Λέγει αὐτῷ Ἰησοῦς, Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρός σε; Σὺ *ἀκολούθει μοι.⸊ 23 Ἐξῆλθεν οὖν * λόγος οὗτοςεἰς τοὺς ἀδελφούς, ὅτι μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει· *καὶ οὐκ εἶπεναὐτῷ Ἰησοῦς, ὅτι οὐκ ἀποθνῄσκει· ἀλλ᾽, Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρός σε;
24 Οὗτός ἐστιν μαθητὴς μαρτυρῶν περὶ τούτων, καὶ *γράψας ταῦτα· καὶ οἴδαμεν ὅτι ἀληθής *ἐστιν μαρτυρία αὐτοῦ.⸊ 25 Ἔστιν δὲ καὶ ἄλλα πολλὰ *ὅσαἐποίησεν Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον *2χωρῆσαιτὰ γραφόμενα βιβλία. *Ἀμήν.⸌
* 21:1 ⸋ πάλιν RP TR TNT2 WH NA NIV SBL ¦ – f 35 * 21:1 ⸋2 ὁ RP f 35 TR NA27+28 NIV SBL ¦ – TNT2 WH NA25 * 21:1 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ ἐγέρθεις ἐκ νεκρῶν f 35 * 21:3 ⸂ ἐνέβησαν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀνέβησαν TR * 21:3 ⸋ εὐθύς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 21:4 ⸂ γενομένης RP f 35 TR NA27+28 NIV SBL ¦ γινομένης TNT2 WH NA25 * 21:4 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 21:5 ⸋ ὁ RP f 35 TR TNT2 NA27+28 NIV73 SBL ¦ – WH NA25 NIV11 * 21:6 ⸂ ἴσχυσαν RP f 35 TR ¦ ἴσχυον TNT2 WH NA NIV SBL * 21:11 ⸆ – RP f 35 TR NA25 ¦ οὖν TNT2 WH NA27+28 NIV SBL * 21:11 ⸂ ἐπὶ τῆς γῆς RP f 35 TR ¦ εἰς τὴν γῆν TNT2 WH NA NIV SBL * 21:12 ⸋ δὲ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25 * 21:13 ⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 21:13 ⸋2 ὁ RP f 35 TR SBL ¦ – TNT2 WH NA NIV * 21:14 ⸋ ὁ RP f 35 TR SBL ¦ – TNT2 WH NA NIV * 21:14 ⸋2 αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 21:15 ⸂ Ἰωνᾶ RP f 35 TR ¦ Ἰωάνου TNT2 WH ¦ Ἰωάννου NA NIV SBL * 21:16 ⸂ Ἰωνᾶ RP f 35 TR ¦ Ἰωάνου TNT2 WH ¦ Ἰωάννου NA NIV SBL * 21:16 ⸂2 πρόβατά RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ προβάτιά WH NA25 * 21:17 ⸂ Ἰωνᾶ RP f 35 TR ¦ Ἰωάνου TNT2 WH ¦ Ἰωάννου NA NIV SBL * 21:17 ⸂2 εἶπεν RP f 35 TR TNT2 WH NA25 SBL ¦ λέγει NA27+28 NIV * 21:17 ⸉ σὺ πάντα RP f 35 TR ¦ πάντα σὺ TNT2 WH NA NIV SBL * 21:17 ⸋ ὁ RP f 35 TR NA27+28 NIV SBL ¦ – TNT2 WH NA25 * 21:17 ⸂3 πρόβατά RP f 35 TR NA27+28 NIV SBL ¦ προβάτιά TNT2 WH NA25 * 21:18 ⸉ σε ζώσει RP f 35 TR NA27+28 NIV SBL ¦ ζώσει σε TNT2 WH NA25 * 21:20 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 21:21 ⸆ – RP f 35 TR ¦ οὖν TNT2 WH NA NIV SBL * 21:22 ⸉ ἀκολούθει μοι RP f 35 TR ¦ μοι ἀκολούθει TNT2 WH NA NIV SBL * 21:23 ⸉ ὁ λόγος οὗτος RP f 35 TR ¦ οὗτος ὁ λόγος TNT2 WH NA NIV SBL * 21:23 ⸂ καὶ οὐκ εἶπεν RP f 35 TR ¦ οὐκ εἶπεν δὲ TNT2 WH NA NIV SBL * 21:24 ⸆ – RP f 35 TR ¦ ὁ TNT2 WH NA NIV SBL * 21:24 ⸉ ἐστιν ἡ μαρτυρία αὐτοῦ RP f 35 TR ¦ αὐτοῦ ἡ μαρτυρία ἐστιν TNT2 WH NA NIV SBL * 21:25 ⸂ ὅσα RP f 35 TR ¦ ἃ TNT2 WH NA NIV SBL * 21:25 ⸂2 χωρῆσαι RP f 35 TR NA27+28 NIV ¦ χωρήσειν TNT2 WH NA25 SBL * 21:25 ⸋ Ἀμήν. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL