ΙΩΑΝΝΟΥ Γ΄
1
πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ.
Ἀγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ψυχή. Ἐχάρην γὰρ λίαν, ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς. Μειζοτέραν τούτων οὐκ ἔχω *χαράν,⸃ ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν *ἀληθείᾳ περιπατοῦντα.
Ἀγαπητέ, πιστὸν ποιεῖς ἐὰν ἐργάσῃ *εἰς τοὺς ἀδελφοὺς καὶ εἰς τοὺς ξένους,⸃ οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας· οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ θεοῦ. Ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθον μηδὲν λαμβάνοντες ἀπὸ τῶν *ἐθνῶν.⸃ Ἡμεῖς οὖν ὀφείλομεν *ἀπολαμβάνειντοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ.
Ἔγραψα *τῇ ἐκκλησίᾳ· ἀλλ φιλοπρωτεύων αὐτῶν Διοτρεφὴς οὐκ ἐπιδέχεται ἡμᾶς. 10 Διὰ τοῦτο, ἐὰν ἔλθω, ὑπομνήσω αὐτοῦ τὰ ἔργα ποιεῖ, λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς· καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις, οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφούς, καὶ τοὺς βουλομένους κωλύει, καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει. 11 Ἀγαπητέ, μὴ μιμοῦ τὸ κακόν, ἀλλὰ τὸ ἀγαθόν. * ἀγαθοποιῶν ἐκ τοῦ θεοῦ ἐστίν· κακοποιῶνοὐχ ἑώρακεν τὸν θεόν. 12 Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων, καὶ ὑπαὐτῆς τῆς ἀληθείας· καὶ ἡμεῖς δὲ μαρτυροῦμεν, καὶ *οἴδατεὅτι μαρτυρία ἡμῶν ἀληθής ἐστιν.
13 Πολλὰ εἶχον *γράφειν, ἀλλοὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι γράψαι·⸃ 14 ἐλπίζω δὲ εὐθέως *ἰδεῖν σε,⸊ καὶ στόμα πρὸς στόμα λαλήσομεν.
15 Εἰρήνη σοι. Ἀσπάζονταί σε οἱ φίλοι.
Ἀσπάζου τοὺς φίλους κατὄνομα.
* 1:4 ⸂ χαράν RP f 35 TR TNT2 NA NIV SBL ¦ χάριν WH * 1:4 ⸆ – RP f 35 TR NA28 ¦ τῇ TNT2 WH NA25+27 NIV SBL * 1:5 ⸂ εἰς τοὺς ἀδελφοὺς καὶ εἰς τοὺς ξένους RP f 35 TR ¦ εἰς τοὺς ἀδελφοὺς καὶ τοῦτο ξένους TNT2 WH NA NIV SBL * 1:7 ⸂ ἐθνῶν RP f 35 TR ¦ ἐθνικῶν TNT2 WH NA NIV SBL * 1:8 ⸂ ἀπολαμβάνειν RP f 35 TR ¦ ὑπολαμβάνειν TNT2 WH NA NIV SBL * 1:9 ⸆ – RP f 35 TR ¦ τι TNT2 WH NA NIV SBL * 1:11 ⸂ Ὁ ἀγαθοποιῶν … ὁ κακοποιῶν RP TNT2 WH NA NIV SBL ¦ Ὁ ἀγαθοποιῶν … ὁ δὲ κακοποιῶν f 35 TR * 1:12 ⸂ οἴδατε RP TR ¦ οἴδαμεν f 35 ¦ οἶδας TNT2 WH NA NIV SBL * 1:13 ⸂ γράφειν … σοι γράψαι RP f 35 TR ¦ γράψαι σοι … σοι γράφειν TNT2 WH NA NIV SBL * 1:14 ⸉ ἰδεῖν σε RP f 35 TR ¦ σε ἰδεῖν TNT2 WH NA NIV SBL