3
Ἴδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμῖν πατήρ, ἵνα τέκνα θεοῦ κληθῶμεν. *Διὰ τοῦτο κόσμος οὐ γινώσκει *ὑμᾶς,⸃ ὅτι οὐκ ἔγνω αὐτόν. Ἀγαπητοί, νῦν τέκνα θεοῦ ἐσμέν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα· οἴδαμεν *δὲὅτι ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν. Καὶ πᾶς ἔχων τὴν ἐλπίδα ταύτην ἐπαὐτῷ ἁγνίζει ἑαυτόν, καθὼς ἐκεῖνος ἁγνός ἐστιν. Πᾶς ποιῶν τὴν ἁμαρτίαν, καὶ τὴν ἀνομίαν ποιεῖ· καὶ ἁμαρτία ἐστὶν ἀνομία. Καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη, ἵνα τὰς ἁμαρτίας *ἡμῶνἄρῃ· καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστιν. Πᾶς ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει· *πᾶς ἁμαρτάνων οὐχ ἑώρακεν αὐτόν, οὐδὲ ἔγνωκεν αὐτόν. *Τεκνία,⸃ μηδεὶς πλανάτω ὑμᾶς· ποιῶν τὴν δικαιοσύνην δίκαιός ἐστιν, καθὼς ἐκεῖνος δίκαιός ἐστιν· ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν, ὅτι ἀπἀρχῆς διάβολος ἁμαρτάνει. Εἰς τοῦτο ἐφανερώθη υἱὸς τοῦ θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου. Πᾶς γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει· καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται. 10 Ἐν τούτῳ φανερά ἐστιν τὰ τέκνα τοῦ θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου· πᾶς μὴ ποιῶν δικαιοσύνην οὐκ ἔστιν ἐκ τοῦ θεοῦ, καὶ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ. 11 Ὅτι αὕτη ἐστὶν ἀγγελία ἣν ἠκούσατε ἀπἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους· 12 οὐ καθὼς Κάϊν ἐκ τοῦ πονηροῦ ἦν, καὶ ἔσφαξεν τὸν ἀδελφὸν αὐτοῦ. Καὶ χάριν τίνος ἔσφαξεν αὐτόν; Ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν, τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια.
13 *Μὴ θαυμάζετε, ἀδελφοί *μου,⸌ εἰ μισεῖ ὑμᾶς κόσμος. 14 Ἡμεῖς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ὅτι *ἀγαπῶμεν τοὺς ἀδελφούς. μὴ ἀγαπῶν τὸν ἀδελφόν,⸃ μένει ἐν τῷ θανάτῳ. 15 Πᾶς μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστίν· καὶ οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν *ἑαυτῷμένουσαν. 16 Ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην, ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκεν· καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς *τιθέναι.⸃ 17 Ὃς δἂν ἔχῃ τὸν βίον τοῦ κόσμου, καὶ θεωρῇ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα, καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ ἀπαὐτοῦ, πῶς ἀγάπη τοῦ θεοῦ μένει ἐν αὐτῷ; 18 Τεκνία *μου,⸌ μὴ ἀγαπῶμεν *λόγῳ μηδὲ τῇ γλώσσῃ, ἀλλἐν ἔργῳ καὶ ἀληθείᾳ.⸃
19 *Καὶἐν τούτῳ *γινώσκομενὅτι ἐκ τῆς ἀληθείας ἐσμέν, καὶ ἔμπροσθεν αὐτοῦ *2πείσομεν*3τὰς καρδίαςἡμῶν, 20 ὅτι ἐὰν καταγινώσκῃ ἡμῶν καρδία, ὅτι μείζων ἐστὶν θεὸς τῆς καρδίας ἡμῶν, καὶ γινώσκει πάντα. 21 Ἀγαπητοί, ἐὰν * καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν,⸃ παρρησίαν ἔχομεν πρὸς τὸν θεόν, 22 καὶ *ἐὰναἰτῶμεν, λαμβάνομεν *2παρ᾽⸃ αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν, καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν. 23 Καὶ αὕτη ἐστὶν ἐντολὴ αὐτοῦ, ἵνα *πιστεύσωμεντῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ χριστοῦ, καὶ ἀγαπῶμεν ἀλλήλους, καθὼς ἔδωκεν ἐντολήν. * 24 Καὶ τηρῶν τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν αὐτῷ. *Καὶἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ πνεύματος οὗ ἡμῖν ἔδωκεν.
* 3:1 ⸆ – RP f 35 TR ¦ καὶ ἐσμέν TNT2 WH NA NIV SBL * 3:1 ⸂ ὑμᾶς RP ¦ ἡμᾶς f 35 TR TNT2 WH NA NIV SBL * 3:2 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 3:5 ⸋ ἡμῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 3:6 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ καὶ f 35 * 3:7 ⸂ Τεκνία RP f 35 TR TNT2 WH NA25+27 NIV SBL ¦ Παιδία NA28 * 3:13 ⸆ – RP f 35 TR TNT2 WH NA25 NIV11 SBL ¦ Καὶ NA27+28 NIV73 * 3:13 ⸋ μου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 3:14 ⸂ ἀγαπῶμεν τοὺς ἀδελφούς. Ὁ μὴ ἀγαπῶν τὸν ἀδελφόν RP f 35 TR ¦ ἀγαπῶμεν τοὺς ἀδελφούς. Ὁ μὴ ἀγαπῶν TNT2 WH NA NIV SBL * 3:15 ⸂ ἑαυτῷ RP f 35 ¦ αὐτῷ TR TNT2 WH NA NIV SBL * 3:16 ⸂ τιθέναι RP f 35 TR ¦ θεῖναι TNT2 WH NA NIV SBL * 3:18 ⸋ μου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 3:18 ⸂ λόγῳ … τῇ γλώσσῃ … ἐν ἔργῳ καὶ ἀληθείᾳ RP f 35 TNT2 WH NA NIV SBL ¦ λόγῳ … γλώσσῃ … ἔργῳ καὶ ἀληθείᾳ TR * 3:19 ⸋ Καὶ RP f 35 TR TNT2 NA27+28 NIV73 ¦ – WH NA25 NIV11 SBL * 3:19 ⸂ γινώσκομεν RP f 35 TR ¦ γνωσόμεθα TNT2 WH NA NIV SBL * 3:19 ⸂2 πείσομεν RP TR TNT2 WH NA NIV SBL ¦ πείσωμεν f 35 * 3:19 ⸂3 τὰς καρδίας RP f 35 TR TNT2 ¦ τὴν καρδίαν WH NA NIV SBL * 3:21 ⸂ ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν RP f 35 TR ¦ ἡ καρδία μὴ καταγινώσκῃ ἡμῶν TNT2 SBL ¦ ἡ καρδία μὴ καταγινώσκῃ WH NA25 ¦ ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ NA27+28 NIV * 3:22 ⸂ ἐὰν RP f 35 TR TNT2 NA NIV SBL ¦ ἂν WH * 3:22 ⸂2 παρ᾽ RP f 35 TR ¦ ἀπ᾽ TNT2 WH NA NIV SBL * 3:23 ⸂ πιστεύσωμεν RP f 35 TR WH NA NIV SBL ¦ πιστεύωμεν TNT2 * 3:23 ⸆ – RP f 35 ¦ ἡμῖν TR TNT2 WH NA NIV SBL * 3:24 ⸋ Καὶ RP TR TNT2 WH NA NIV SBL ¦ – f 35