9
Εἶχεν μὲν οὖν *καὶ πρώτη *δικαιώματα λατρείας, τό τε ἅγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθη πρώτη, ἐν τε λυχνία καὶ τράπεζα καὶ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται ἅγια. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ λεγομένη *ἅγια ἁγίων,⸃ χρυσοῦν ἔχουσα θυμιατήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ῥάβδος Ἀαρὼν βλαστήσασα, καὶ αἱ πλάκες τῆς διαθήκης· ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτως κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς, τὰς λατρείας ἐπιτελοῦντες· εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ἀρχιερεύς, οὐ χωρὶς αἵματος, προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων· τοῦτο δηλοῦντος τοῦ πνεύματος τοῦ ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδόν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν· *ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθὃνδῶρά τε καὶ θυσίαι προσφέρονται, μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα, 10 μόνον ἐπὶ *βρώμασιν καὶ πόμασιν καὶ διαφόροις βαπτισμοῖς καὶ δικαιώμασιν σαρκός,⸃ μέχρι καιροῦ διορθώσεως ἐπικείμενα. 11 Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν *μελλόντωνἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τοῦτἔστιν, οὐ ταύτης τῆς κτίσεως, 12 οὐδὲ διαἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος. 13 Εἰ γὰρ τὸ αἷμα *ταύρων καὶ τράγων,⸊ καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους, ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, 14 πόσῳ μᾶλλον τὸ αἷμα τοῦ χριστοῦ, ὃς διὰ *πνεύματος αἰωνίουἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ θεῷ, καθαριεῖ τὴν συνείδησιν *2ὑμῶνἀπὸ νεκρῶν ἔργων, εἰς τὸ λατρεύειν θεῷ ζῶντι; 15 Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστίν, ὅπως, θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων, τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας. 16 Ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου. 17 Διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ *μήποτεἰσχύει ὅτε ζῇ διαθέμενος. 18 Ὅθεν οὐδ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται. 19 Λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ *νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα *τῶν μόσχων καὶ τράγων,⸃ μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου, αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐρράντισεν, 20 λέγων, Τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς ἐνετείλατο πρὸς ὑμᾶς θεός. 21 Καὶ τὴν σκηνὴν δὲ καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵματι ὁμοίως ἐρράντισεν. 22 Καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις.
23 Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς, τούτοις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσιν θυσίαις παρὰ ταύτας. 24 Οὐ γὰρ εἰς χειροποίητα *ἅγια εἰσῆλθεν*χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλεἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν· 25 οὐδἵνα πολλάκις προσφέρῃ ἑαυτόν, ὥσπερ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια κατἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ· 26 ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου· *νῦνδὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν *ἁμαρτίας διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται. 27 Καὶ καθὅσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις· 28 οὕτως *καὶ χριστός, ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις, εἰς σωτηρίαν.
* 9:1 ⸋ καὶ RP f 35 TR TNT2 WH NA NIV ¦ – SBL * 9:1 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ σκηνή TR * 9:3 ⸂ ἅγια ἁγίων RP f 35 TR WH NA NIV SBL ¦ τὰ ἅγια τῶν ἁγίων TNT2 * 9:9 ⸂ ἥτις … εἰς τὸν καιρὸν … καθ᾽ ὃν RP f 35 TR ¦ ἥτις … εἰς τὸν καιρὸν … καθ᾽ ἣν TNT2 WH NA NIV SBL * 9:10 ⸂ βρώμασι(ν) καὶ πόμασι(ν) … καὶ δικαιώμασι(ν) σαρκός RP f 35 TR ¦ βρώμασιν καὶ πόμασιν … καὶ δικαιώματα σαρκός TNT2 ¦ βρώμασιν καὶ πόμασιν … δικαιώματα σαρκός WH NA NIV SBL * 9:11 ⸂ μελλόντων RP f 35 TR TNT2 ¦ γενομένων WH NA NIV SBL * 9:13 ⸉ ταύρων καὶ τράγων RP f 35 TR ¦ τράγων καὶ ταύρων TNT2 WH NA NIV SBL * 9:14 ⸂ πνεύματος αἰωνίου RP TR TNT2 WH NA NIV SBL ¦ πνεύματος ἁγίου f 35 * 9:14 ⸂2 ὑμῶν RP f 35 TR TNT2 ¦ ἡμῶν WH NA NIV SBL * 9:17 ⸂ μήποτε RP f 35 TR TNT2 NA NIV SBL ¦ μὴ τότε WH * 9:19 ⸆ – RP f 35 TR ¦ τὸν TNT2 WH NA NIV SBL * 9:19 ⸂ τῶν μόσχων καὶ τράγων RP f 35 TR ¦ τῶν μόσχων καὶ τῶν τράγων TNT2 WH NA ¦ τῶν μόσχων NIV SBL * 9:24 ⸉ ἅγια εἰσῆλθεν RP f 35 TR ¦ εἰσῆλθεν ἅγια TNT2 WH NA NIV SBL * 9:24 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 9:26 ⸂ νῦν RP f 35 TR ¦ νυνὶ TNT2 WH NA NIV SBL * 9:26 ⸆ – RP f 35 TR NIV73 SBL ¦ τῆς TNT2 WH NA NIV11 * 9:28 ⸋ καὶ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR