7
Οὗτος γὰρ Μελχισεδέκ, βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, *συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων καὶ εὐλογήσας αὐτόν, καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμπρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ, ἐστιν βασιλεὺς εἰρήνης· ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦμένει ἱερεὺς εἰς τὸ διηνεκές.
Θεωρεῖτε δὲ πηλίκος οὗτος, *καὶδεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων πατριάρχης. Καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευῒ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τοῦτἔστιν τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ· δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκεν *τὸνἈβραάμ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκεν. Χωρὶς δὲ πάσης ἀντιλογίας, τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. Καὶ ὧδε μὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαμβάνουσιν· ἐκεῖ δέ, μαρτυρούμενος ὅτι ζῇ. Καί, ὡς ἔπος εἰπεῖν, διὰ Ἀβραὰμ καὶ Λευῒ δεκάτας λαμβάνων δεδεκάτωται· 10 ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν, ὅτε συνήντησεν αὐτῷ *Μελχισεδέκ.
11 Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν λαὸς γὰρ ἐπ*αὐτῇ*2νενομοθέτητο—⸃ τίς ἔτι χρεία, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; 12 Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. 13 Ἐφὃν γὰρ λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφἧς οὐδεὶς προσέσχηκεν τῷ θυσιαστηρίῳ. 14 Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν κύριος ἡμῶν, εἰς ἣν φυλὴν *οὐδὲν περὶ ἱερωσύνηςΜωϋσῆς ἐλάλησεν. 15 Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος, 16 ὃς οὐ κατὰ νόμον ἐντολῆς *σαρκικῆςγέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου· 17 *μαρτυρεῖγὰρ ὅτι Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. 18 Ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς, διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές· 19 οὐδὲν γὰρ ἐτελείωσεν νόμος, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, διἧς ἐγγίζομεν τῷ θεῷ. 20 Καὶ καθὅσον οὐ χωρὶς ὁρκωμοσίαςοἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες, 21  δὲ μετὰ ὁρκωμοσίας, διὰ τοῦ λέγοντος πρὸς αὐτόν, Ὤμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα *κατὰ τὴν τάξιν Μελχισεδέκ—⸌ 22 κατὰ τοσοῦτον *κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς. 23 Καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς, διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· 24  δέ, διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα, ἀπαράβατον ἔχει τὴν ἱερωσύνην. 25 Ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους διαὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.
26 Τοιοῦτος γὰρ ἡμῖν *ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος· 27 ὃς οὐκ ἔχει καθἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ, ἑαυτὸν ἀνενέγκας. 28  νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς, ἔχοντας ἀσθένειαν· λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον, υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον.
* 7:1 ⸂ ὁ RP f 35 TR WH NA NIV SBL ¦ ὃς TNT2 * 7:4 ⸋ καὶ RP f 35 TR NA27+28 NIV ¦ – TNT2 WH NA25 SBL * 7:6 ⸋ τὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:10 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:11 ⸂ αὐτῇ RP f 35 TR ¦ αὐτῆς TNT2 WH NA NIV SBL * 7:11 ⸂2 νενομοθέτητο RP f 35 TR ¦ νενομοθέτηται TNT2 WH NA NIV SBL * 7:14 ⸂ οὐδὲν περὶ ἱερωσύνης RP f 35 TR ¦ περὶ ἱερέων οὐδὲν TNT2 WH NA NIV SBL * 7:16 ⸂ σαρκικῆς RP TR ¦ σαρκίνης f 35 TNT2 WH NA NIV SBL * 7:17 ⸂ μαρτυρεῖ RP f 35 TR ¦ μαρτυρεῖται TNT2 WH NA NIV SBL * 7:21 ⸋ κατὰ τὴν τάξιν Μελχισεδέκ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 7:22 ⸆ – RP f 35 TR TNT2 NIV11 SBL ¦ καὶ WH NA NIV73 * 7:26 ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL