3
Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν *Ἰησοῦν χριστόν,⸃ πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν, ὡς καὶ Μωϋσῆς ἐν *ὅλῳτῷ οἴκῳ αὐτοῦ. Πλείονος γὰρ *δόξης οὗτοςπαρὰ Μωϋσῆν ἠξίωται, καθὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου κατασκευάσας αὐτόν. Πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος· δὲ *τὰπάντα κατασκευάσας θεός. Καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων, εἰς μαρτύριον τῶν λαληθησομένων· χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· *οὗοἶκός ἐσμεν ἡμεῖς, *2ἐάνπερτὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος *μέχρι τέλους βεβαίανκατάσχωμεν. Διό, καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ *ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με,⸃ καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη. 10 Διὸ προσώχθισα τῇ γενεᾷ *ἐκείνῃ,⸃ καὶ εἶπον, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου· 11 ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. 12 Βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος· 13 ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθἑκάστην ἡμέραν, ἄχρι οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ *ἐξ ὑμῶν τιςἀπάτῃ τῆς ἁμαρτίας· 14 μέτοχοι γὰρ *γεγόναμεν τοῦ χριστοῦ,⸊ ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν· 15 ἐν τῷ λέγεσθαι, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ. 16 Τινὲς γὰρ ἀκούσαντες παρεπίκραναν, ἀλλοὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως. 17 Τίσιν δὲ προσώχθισεν τεσσαράκοντα ἔτη; Οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ; 18 Τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασιν; 19 Καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν διἀπιστίαν.
* 3:1 ⸂ Ἰησοῦν χριστόν RP f 35 ¦ χριστόν Ἰησοῦν TR ¦ Ἰησοῦν TNT2 WH NA NIV SBL * 3:2 ⸋ ὅλῳ RP f 35 TR TNT2 WH NA NIV ¦ – SBL * 3:3 ⸉ δόξης οὗτος RP f 35 TR ¦ οὗτος δόξης TNT2 WH NA NIV SBL * 3:4 ⸋ τὰ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL * 3:6 ⸂ οὗ RP f 35 TR TNT2 WH NA NIV ¦ ὅς SBL * 3:6 ⸂2 ἐάνπερ RP f 35 TR NA27+28 NIV73 ¦ ἐὰν TNT2 WH NA25 NIV11 SBL * 3:6 ⸋ μέχρι τέλους βεβαίαν RP f 35 TR TNT2 WH NA25 ¦ – NA27+28 NIV SBL * 3:9 ⸂ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με RP f 35 TR ¦ ἐπείρασάν οἱ πατέρες ὑμῶν ἐν δοκιμασίᾳ TNT2 WH NA NIV SBL * 3:10 ⸂ ἐκείνῃ RP f 35 TR ¦ ταύτῃ TNT2 WH NA NIV SBL * 3:13 ⸉ ἐξ ὑμῶν τις RP f 35 ¦ τις ἐξ ὑμῶν TR TNT2 WH NA NIV SBL * 3:14 ⸉ γεγόναμεν τοῦ χριστοῦ RP f 35 TR ¦ τοῦ χριστοῦ γεγόναμεν TNT2 WH NA NIV SBL