4
*Λοιπὸν *οὖν,⸌ ἀδελφοί, ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν κυρίῳ Ἰησοῦ *2 καθὼς παρελάβετε παρἡμῶν τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ ἀρέσκειν θεῷ, *3 ἵνα περισσεύητε μᾶλλον. Οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ κυρίου Ἰησοῦ. Τοῦτο γάρ ἐστιν θέλημα τοῦ θεοῦ, ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας· εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἐπιθυμίας, καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν θεόν· τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ· διότι ἔκδικος *κύριος περὶ πάντων τούτων, καθὼς καὶ προείπομεν ὑμῖν καὶ διεμαρτυράμεθα. Οὐ γὰρ ἐκάλεσεν ἡμᾶς θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλἐν ἁγιασμῷ. Τοιγαροῦν ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν θεὸν τὸν *καὶ*δόντατὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς *2ὑμᾶς.⸃
Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν *ἔχετεγράφειν ὑμῖν· αὐτοὶ γὰρ *ὑμεῖςθεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾷν ἀλλήλους· 10 καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς *τοὺςἐν ὅλῃ τῇ Μακεδονίᾳ. Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, περισσεύειν μᾶλλον, 11 καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν, καὶ πράσσειν τὰ ἴδια, καὶ ἐργάζεσθαι ταῖς *ἰδίαιςχερσὶν ὑμῶν, καθὼς ὑμῖν παρηγγείλαμεν· 12 ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω, καὶ μηδενὸς χρείαν ἔχητε.
13 Οὐ *θέλομενδὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν *2κεκοιμημένων,⸃ ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. 14 Εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανεν καὶ ἀνέστη, οὕτως καὶ θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. 15 Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. 16 Ὅτι αὐτὸς κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι θεοῦ, καταβήσεται ἀποὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν χριστῷ ἀναστήσονται πρῶτον· 17 ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα· καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα. 18 Ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις.
* 4:1 ⸆ – RP TNT2 WH NA NIV SBL Ead ¦ Τὸ f 35 TR * 4:1 ⸋ οὖν RP f 35 TR TNT2 NA NIV SBL Ead ¦ – WH * 4:1 ⸆2 – RP f 35 TR ¦ ἵνα TNT2 WH NA NIV SBL Ead * 4:1 ⸆3 – RP f 35 TR ¦ καθὼς καὶ περιπατεῖτε TNT2 WH NA NIV SBL Ead * 4:6 ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead * 4:8 ⸋ καὶ RP f 35 TR NA NIV73 SBL Ead ¦ – TNT2 WH NIV11 * 4:8 ⸂ δόντα RP f 35 TR Ead ¦ διδόντα TNT2 WH NA NIV SBL * 4:8 ⸂2 ὑμᾶς RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ ἡμᾶς TR * 4:9 ⸂ ἔχετε RP f 35 TR TNT2 WH NA NIV73 SBL Ead ¦ ἔχομεν NIV11 * 4:9 ⸋ ὑμεῖς RP TR TNT2 WH NA NIV SBL Ead ¦ – f 35 * 4:10 ⸋ τοὺς RP f 35 TR TNT2 WH NA NIV SBL ¦ – Ead * 4:11 ⸋ ἰδίαις RP f 35 TR NA27+28 ¦ – TNT2 WH NA25 NIV SBL Ead * 4:13 ⸂ θέλομεν RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ θέλω TR * 4:13 ⸂2 κεκοιμημένων RP f 35 TR ¦ κοιμωμένων TNT2 WH NA NIV SBL Ead